Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν εὐαγγελιστήν

Νικηφόρος Βλεμμύδης

Τυπολογική ερμηνεία της Εξόδου και η υπεροχή της Χάριτος

Σύγκριση της λύτρωσης του Ισραήλ με την πνευματική λύτρωση των χριστιανών, αλληγορική ερμηνεία των τύπων του Πάσχα και η υπέρβαση του μωσαϊκού νόμου από την αλήθεια του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 5 από 8

Ἐλάβομεν δέ, χάριν ἀντὶ χάριτος, ἀντὶ τῆς ἀτελοῦς τε καὶ τυπικῆς, τὴν τελείαν καὶ ἀληθῆ. Ἔφυγον τὴν τυραννοῦσαν Αἴγυπτον οἱ ἐξ Ἰσραήλ· ἐφύγομεν τὴν κατέχουσαν πλάνην ἡμεῖς, τὴν σκυθρωπήν τε καὶ σκοτεινήν.

Ἀντ’ ἐκείνης τῆς χάριτος, ταύτην ἐλάβομεν. Τοῦ πηλοῦ καὶ τῆς πλινθείας Ἑβραῖοι λελύτρωνται· τῶν παθῶν τῆς ἀτιμίας ἡμεῖς. Ἐκεῖνοι καταλελοίπασι τῶν πόλεων τὰ δομήματα· καὶ ἡμεῖς, τῆς κακίας τὰ ὀχυρώματα.

Σταθμοὺς καὶ φλιὰς ἐκεῖνοι τῷ αἵματι χρίσαντες τοῦ ἀμνοῦ, τὰ ἴδια πρωτότοκα διετήρησαν, τὰ δὲ τῶν Αἰγυπτίων ἔμαθον ἀπολλύμενα· καὶ ἡμεῖς τὰς ψυχὰς ὅλας ἐσφραγισμένοι τῇ κραταιᾷ δυνάμει τοῦ αἵματος τοῦ ἐκκεχυμένου ὑπὲρ ἡμῶν, τὰ πρῶτα καὶ τίμια νοήματά τε καὶ δόγματα συντηροῦμεν ἀσινῆ τῷ φυλάσσοντι, τοῦ ὀλοθρευτοῦ δραπετεύοντος, τὰ δὲ τῶν ἐναντίων νόων πρωτογεννήματα, νενεκρωμένα καθορῶμεν διὰ Χριστοῦ.

Στύλος πυρὸς ἐκείνους καὶ νεφέλη προκαθωδήγουν· ἡμᾶς δὲ ὅλους ὁ Λόγος φωτίζει τοῦ Θεοῦ, καὶ τὸ Πνεῦμα κατασκιάζει, τὴν ζόφωσιν τῆς ἀπάτης ἐκκλίνοντας, καὶ τῆς ἁμαρτίας τὴν φλόγωσιν. Θάλασσαν εἰς ζωὴν οὐκ εἰς θάνατον ἐκεῖνοι διήλθοσαν, ὁ Φαραὼ κατεποντώθη σὺν τῷ στρατεύματι· καὶ ἡμεῖς διὰ τοῦ βαπτίσματος, εἰς τὴν ὄντως ζωὴν διαβαίνομεν, ὁ πρὶν κατατυραννῶν τοῦ γένους ἡμῶν, βυθίζεται μετὰ τῶν αὐτοῦ συναποστατῶν.

Ζωὴν δὲ ἡμῖν, καὶ θάνατον τοῖς διώκταις, ὁ σταυρὸς ἐνεργεῖ τοῦ Χριστοῦ, μωσαϊκῇ ῥάβδῳ καὶ θαλάσσης πληγαῖς προτυπούμενος· εἰς γὰρ τὸν θάνατον Χριστοῦ βαπτιζόμεθα. Ἐκεῖνοι, ξένῃ τροφῇ κατὰ τὴν ἔρημον ἄνωθεν ἐκορέννυντο· καὶ ἡμεῖς, τὸν οὐράνιον ἄρτον ἔχομεν εἰς τρυφὴν ταῖς ψυχαῖς δαψιλῆ καὶ ἀκήρατον, τὴν ἀπαθείας χώραν ὁδεύοντες. Ἐκείνοις, ὕδωρ εἰς πόσιν ἐκαινουργήθη, τὸ μέν, ἐξ ἀκροτόμου ῥυέν, τὸ δέ, ξύλῳ θεοδείκτῳ μεταβαλὸν ἐκ πικρότητος· καὶ ἡμῖν, πόμα κεχάρισται λογικόν, τὸ μέν, φύσει πότιμον καὶ γλυκύ, καὶ ὄντως ὕδωρ ζῶν, ἐκ πέτρας βλύζον πνευματικῆς, τὸ δέ, μετεσχηκὸς μὲν πικρίας ἑλληνικῆς, ἀλλὰ τῷ σταυρῷ καὶ τῇ πίστει, μεταποιούμενον. Τότε χαλκοῦς ὄφις ἐν ξύλῳ κρεμαννύμενος ἦν, τοῖς ἰοβόλοις νεκροποιός, τοῖς δηχθεῖσιν ἀλεξιτήριος ἐνορώμενος· νῦν δὲ τῷ σταυρῷ τοῦ Σωτῆρος, ὁ νοητὸς ὄφις, ὁ τῆς κακίας πρωτουργὸς στηλιτεύεται, δεικνύμενος ἄπνους καὶ ἀνενέργητος, καὶ οἱονεὶ σχηματισμὸν φέρων μόνον καὶ μόρφωσιν ὄφεως, καὶ συννεκρῶν τὰς ὑπ’ αὐτὸν δυνάμεις τὰς ὀλεθρίους, οἱ δὲ τῷ τῆς ἁμαρτίας πληγέντες δήγματι, σώζονται, κατανοοῦντες τὴν τοῦ δράκοντος διὰ Χριστοῦ συντριβήν, καὶ τελείαν κατάλυσιν.

Ἐκεῖ τὰς χεῖρας μέσος ἐξέτεινε Μωυσῆς, Ὤρ δε καὶ Ἀαρὼν ὑπανεῖχον αὐτὰς παρ’ ἑκάτερα, καὶ κατεβάλλετο Ἀμαλήκ· ἐνταῦθα, σταυρός, καὶ χεῖρες τοῦ μεσίτου Χριστοῦ, κρίσιν, καὶ ἱερωσύνην συνάπτοντος, καὶ τοῦ ἀνθισταμένου καθαίρεσις, συνεργίᾳ Πατρὸς καὶ Πνεύματος, καὶ οὐκ ἔστιν ὁ κωλύσων ἡμᾶς ἐπιβῆναι τῆς γῆς ἐκείνης τῆς ἀγαθῆς ἣν ἐλπίζομεν. Ὀλίγα τὰ εἰρημένα, πλὴν καὶ ἀπὸ τούτων ἔχομεν ἐννοεῖν, οἵαν χάριν ἀνθ’ οἵας ἐλάβομεν.

Διὰ ταῦτα Μωσῆς τοῖς Ἰουδαίοις προέλεγεν· Ἀναστήσει Κύριος ὁ Θεὸς προφήτην ἐκ τῶν ἀδελφῶν ἡμῶν, ὡς ἐμέ, καὶ οὐχ’ ὡς ἕνα τῶν προφητῶν, ἀλλὰ παρὰ πάντας ἄνωθεν μαρτυρούμενον, καὶ πολὺ τιμιώτερον· οὐ γὰρ ἁπλῶς ἐγνωσμένον, ἀλλ’ ἠγαπημένον υἱόν· νόμον, εἰσάγοντα· λαόν, διασώζοντα· μυριάδας ὑπεναντίων, ἐξαφανίζοντα· πέλαγος, οὐ διὰ ξηρᾶς ἀλλ’ ἐφ’ ὑδάτων πεζεύοντα· τροφήν, ἐν ἐρήμῳ πηγάζοντα, κἂν ἀπὸ μικρῶν ἀφορμῶν, ἵνα φαντασίαν ἐκκρούσηται· τὸ πρόσωπον δοξαζόμενον ὅτε βεβούληται, καὶ τοῦτο ὑπερβάλλοντως, τὸ δ’ ἔτι πλέον, ὅτι καὶ τὰ ἱμάτια· ἱερεῖς προβαλλόμενον· ἱερουργίαν θεσπίζοντα· κριτὰς καθιστῶντα καὶ προφήτας καὶ ἄρχοντας· πάντα πράττοντα τὰ Μωσέως ἐξαίρετα, καὶ ταῦτα, τελεώτερόν τε καὶ ὑψηλότερον.

Τί γὰρ ἔδει τῆς αὐτοῦ παρουσίας, εἴπερ ἐν τοῖς αὐτοῖς ἦν τῷ Μωσεῖ; Τί δὲ προφητείας περὶ αὐτοῦ, τῶν πολλῶν ὄντος ἑνός; Περὶ τίνος δὲ τῶν μεγάλων προηγόρευτο προφητῶν, Αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, καὶ ἡ μὴ ἀκούσασα ψυχή, ἐξολοθρευθήσεται, τὴν ἐν Γεέννῃ δηλαδὴ ἐξολόθρευσιν; Παρέλκει τὸ εἰρημένον, εἰ μὴ καινοὺς ἐδίδου θεσμοὺς ὁ προαγγελλόμενος, καὶ καθὼς εἶπεν Ἱερεμίας, διαθήκην καινήν, οὐ καθ’ ἣν οἷς ἐξήγαγεν ἐξ Αἰγύπτου διέθετο. Περὶ τῆς τοῦ πάλαι νόμου φυλακῆς εἴπερ ἦν ἡ παραίνεσις, οὐκ ἂν αὐτοῦ τοῦ προφήτου ἀκούσεσθαι κατὰ πάντα διεκελεύετο· μᾶλλον μὲν οὖν τῷ ἀρχαίῳ νόμῳ στοιχεῖν, καὶ τῶν προπαραδεδομένων μηδόλως ἀφίστασθαι. Νῦν δε τοὐναντίον ἅπαν· περὶ τοῦ νόμου σιγήσασα, τῷ προφήτῃ κατὰ πάντα προσέχειν ὑπέθετο, προσθεῖσα καὶ ἀπειλὴν ὀλέθρου τοῖς παραβαίνουσιν.

Ὁ Μωϋσῆς ἔκραζεν, Αὐτοῦ ἀκούσεσθε, καὶ ὁ Πατὴρ ἐκ τῶν οὐρανῶν, Αὐτοῦ ἀκούετε. Εἰ δὲ μὴ Θεὸν αὐτὸν ἀλλὰ προφήτην εἴρηκε Μωϋσῆς, οὐ καινόν· λαῷ γὰρ εἰς πολυθεΐαν ἐπιρρεπῶς ἔχοντι διελέγετο, καὶ εἶχεν ὅτι διὰ σπουδῆς, ἀποστῆσαι τῆς τοιαύτης πλάνης αὐτούς, καὶ κατευθύναι πρὸς τὸν ἕνα Θεόν. Διὸ οὐδὲ ἀγγέλων ἐμνήσθη, ἢ εἴπου, πεφεισμένως, ἵνα μὴ καὶ ἀγγέλοις λατρεύσωσι. Διατοῦτο καὶ τὸ σῶμα κέκρυπτο, καὶ ὁ τάφος τοῦ Μωϋσέος, ἵνα μὴ κἀκεῖσε θυσίας προσάξωσιν.

Ἐκ δὲ τῶν λόγων τοῦ ἐρχομένου καὶ τῶν ἔργων, ἤμελλον ἐν καιρῷ συνιέναι τίς ἂν ὁ προαγορευθείς, εἴπερ ἤθελον, καὶ ὅτι τὸν μὲν τυπικὸν νόμον, δέδωκε Μωϋσῆς, θεόθεν δι’ ἀγγέλου λαβών, τὴν χάριν δὲ καὶ τὴν ἀλήθειαν, αὐτὸς ηὐτούργησεν ὁ Χριστός· χάριν τελείαν, ἥτις ἀνεῖλε καὶ τοῦ νόμου τὰ βάρη, καὶ τὰς εἰς αὐτὸν ὀφειλὰς ἐχαρίσατο· ἀλήθειαν ἣ τοὺς τύπους πεπλήρωκε, τὰς ἐκβάσεις παρέστησε, τὰ προδηλούμενα ἐκτετράνωκεν.

Ἔδειξε περιτομὴν ὁ Χριστός, τὴν τῆς σαρκικῆς προσπαθείας ἀπόθεσιν· σάββατον, τῶν ἔργων τῆς φθορᾶς τὴν κατάπαυσιν· πάσχα, τὴν ἐκ τῶν γηΐνων πρὸς τὰ οὐράνια μεταφοίτησιν· καὶ ἀμνὸν μέν, ἑαυτόν, τὸν ἁγνόν, τὸν τέλειον, τὸν ἀγήρω, τὸν ἄμωμον, τὸν παντὶ τῷ κόσμῳ σωτήριον, ἅπαξ μὲν τυθέντα πρακτικῶς, ἀεί δε θυόμενον λογικῶς καὶ πνευματικῶς· ἄρσιν δὲ ζύμης ἑπταήμερον, τὴν τῆς δυσώδους ὑποκρίσεως καὶ τοῦ ἀποβλήτου φυσήματος ἀλλοτρίωσιν, κατὰ πάντα χρόνον, ἑπταδικῶς μετρούμενον καὶ ἐπανακυκλούμενον· πικρίδας, τῆς ἀρετῆς τὸ ἐπίπονον· ὑποδημάτων περίθεσιν, τὸ κατὰ τὴν ἐν βίῳ πορείαν πεφυλαγμένον καὶ ἀσφαλές· βακτηρίαν, τὸν τῆς πίστεως στηριγμόν· ζώνην, τὸ σωφρονικὸν ὁμοῦ καὶ τὸ ἀνδρικόν· στάσιν, τὸ διεγηγερμένον καὶ πρὸς τὴν ἐντεῦθεν μετάβασιν ἕτοιμον· ὄπτησιν τοῦ θύματος ἐν πυρί, τὴν τῶν μυστηρίων πνευματικὴν ἐξερεύνησιν, οὐδὲν ἔχουσαν ὑδαρές, οὐ διαλελυμένον, οὔτε μὴν ὠμὸν κατὰ τὸ γράμμα καὶ ἀθεώρητον, κατὰ σπουδὴν ἐδωδήν, τὸ συντεταμένον καὶ πρόθυμον ἐν τοῖς θείοις νοήμασί τε καὶ δόγμασιν.