τὰ δὲ πρὸ τούτων· ἀνακοπὴν ποταμοῦ, λιμνάζουσαν πέτραν, ὑετὸν τρέφοντα, θαλάσσης διαίρεσιν, διωκτῶν καταπόντωσιν, στύλου πυρὸς καὶ νεφέλης προκαθοδήγησιν, Αἰγύπτου πληγὰς καὶ μάστιγας τῶν ἑξακοσίων χιλιάδων καὶ πολλῷ περαιτέρω, τὸν πληθυσμὸν ἐξ ἀνθρώπων πέντε καὶ ἑβδομήκοντα, καὶ ταῦτα πόσαις περιστοιχιζομένων ἐπιβουλαῖς; ὄντως τὰ εὐεργετήματα καὶ λόγου κρείττω καὶ φύσεως. ὥσπερ αὖ τὰς τοῦ Δεσπότου τρίβους ἐκκλίνουσι καὶ τῶν αὐτοῦ κατολιγωροῦσι θεσμῶν, χολέραι καὶ δήγματα ἰοβόλων ἐπήγοντο, γῆς συγχώσεις, πυρὸς φλογώσεις καὶ ἐκτεφρώσεις, δειλανδρήσεις ἐξ ἐχθρῶν καὶ ἧτται καὶ πτώσεις ἐξαίσιοι, πόλεων ἐκπορθήσεις, οἰκείων ἀπαγωγαί, καταδουλώσεις, κακώσεις πολυειδεῖ, ἐμφύλιοι μάχαι τε καὶ σφαγαί· πρὸς τούτοις αὐχμοὶ καὶ ἀφορίαι καὶ λιμώξεις, ἀέρων φθοραὶ καὶ λοιμοὶ καὶ θραυσμοί, πνευμάτων ἐπήρειαι πονηρῶν διαστρεβλούντων καὶ καταγχόντων, λεπρώσεις, παρέσεις μελῶν, σπλάγχνων διαβρώσεις καὶ σηπεδόνες, καὶ δριμυτάτων ὀδυνῶν συνδρομαί. τί ἄν τις ἀπαριθμοίη τῶν καταφρονητῶν θεοῦ τὰς ποινὰς καὶ τοὺς ποικίλους ἀφανισμούς; τὰ δ’ ἐν ὑστέροις δικαιωτήρια καὶ πολλῷ τῶν εἰρημένων ἀνιαρώτερα καὶ μονιμώτατα, τὸ δὲ χείριστον· οἷς καὶ μάλιστα παρὰ τῆς ἐν τῷδε τῷ βίῳ φειδοῦς οἱ μὴ ἐπιστρέφοντες παραπέμπονται, τὴν αἰσχύνην ἀνύποιστον προσκληρούμενοι.