Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Εἰς τοὺς ἀνδριάντας

Νικηφόρος Βλεμμύδης

Η θεία προστασία, η προσευχή και η εσχατολογική κρίση

Ο συνδυασμός της ανθρώπινης μέριμνας με την πίστη στον Θεό, τα βιβλικά παραδείγματα θαυματουργικής διάσωσης και η υπενθύμιση των αιώνιων ανταποδόσεων για τις πράξεις των ανθρώπων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 7 από 9

Κεφάλαιον τῶν ἀγαθῶν ἀτενίζειν ἀεὶ πρὸς τὸν κύριον· καὶ τρέχειν μὲν καὶ οἰκοδομεῖν καὶ φυλάσσειν καθ’ ὅλην ἀνθρωπίνην ἰσχύν, ἀμελεῖν ὅλως γὰρ εὔηθες καὶ τῆς τοῦ παροιμιακοῦ βοηλάτου μηδὲν ἀποδέον ἠλιθιότητος, πλὴν ἀλλὰ τὴν κατόρθωσιν καὶ περάτωσιν καὶ συντήρησιν ὅσιον ἐκδέχεσθαι παρὰ τοῦ ἐλεοῦντος θεοῦ, καὶ τῇ πρὸς αὐτὸν ἀνατάσει μετὰ τῆς ἄλλης εὐαρεστήσεως τοῖς τε πόνοις ἐπιφέρειν τὸ ἐνεργόν· καὶ ἔστι τούτων ἐπὶ μᾶλλον τὸ κατευθύνεσθαι καὶ ἀπαρτίζειν καὶ σῴζειν ἐκ τῆς ἄνωθεν προσεπικτᾶσθαι ῥοπῆς καὶ τοὺς ὑπεναντίους ἐξαίσιον καταβεβλημένους ὁρᾶν. οὕτω τῆς Ἰερουσαλὴμ καταστρατεύειν ὡρμημένου Σεναχερεὶμ τὸν Ἐζεκίαν δρῶντα μανθάνομεν, ἐκτὸς μὲν τοῦ ἄστεως τροφὰς ἐξαίροντα, πηγὰς ἐμφράττοντα, τάφρους ὀρύττοντα, προσεμπείροντα σκόλοπας, ἐχυροῦντα τοὺς περιβόλους ἀναδομήσεσιν, ἐπιθριγκώμασι, προτειχίσμασιν· ἐντὸς δὲ φρουροὺς ἀθροίζοντά τε καὶ καθοπλίζοντα, τοξότας πελταστὰς σφενδονήτας τοὺς ἐκ χειρῶν καὶ μηχανημάτων πετροπομποὺς ἑτοιμάζοντα, φρουράρχας ἐγκρίνοντα καὶ σημάντορας, ὀπτῆρας ἐγκατατάττοντα, περιπόλους ἐπιλεγόμενον, πᾶσαν ἀσφάλειαν μηχανώμενον· ἐκ μόνου μέντοι γε τοῦ Ὑψίστου προσδοκῶντας τὴν ἀπολύτρωσιν, καὶ παρ’ αὐτοῦ νύκτα καὶ μεθ’ ἡμέραν ἐν συνοχῇ καρδίας τὴν τῶν δεινῶν ἀπαλλαγὴν ἐξαιτούμενον. ὅθεν οὐ κατῃσχύνθη, τῆς ἐλπίδος οὐ διημάρτηκε.

τέως μὲν γὰρ αὐτὸς ὁ θρασὺς καὶ σμερδαλέος τῇ τῶν Ἰουδαίων εἰσπεφρηκὼς ὑπονοστεῖν ἄρχεται πνεύματι δειλίας ἀποκρουόμενος· τοῖς αὐτοῦ δὲ στρατηγοῖς μετὰ πολλοῦ τοῦ στρατεύματος τὴν τῆς Ἰερουσαλὴμ πολιορκίαν ἐπιτρεψάμενος λόγους δυσσεβείας ἄκρας διασημαίνει τῷ βασιλεῖ. τούτους ὁ σοφὸς ἀναλεξάμενος βασιλεὺς ἀσχάλλων καὶ στοναχίζων ἀφικνεῖται πρὸς τὸν νεών· καὶ ἀναπτύξας ἐκεῖ τὴν ἐπιστολὴν τοιάδε φησίν· Ἰδέ, κύριε Σαβαώθ, ὅσα Σεναχερεὶμ ὠνείδισεν εἰς τὸ ὄνομά σου τὸ ἄγιον· σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ, Δέσποτα· γνώτω ὅτι σὺ εἶ μόνος θεός. τί οὖν ὁ τοῖς στεναγμοῖς τῶν ἐπ’ αὐτῷ πεποιθότων ἐπικαμπτόμενος, ὁ συντρίβων πολέμους, ὁ καταράσσων ὑπερηφάνους, ὁ θανατῶν ἀσεβεῖς, ὁ εἰς Ἅιδου κατάγων ἁμαρτωλούς; πέντε χιλιάδας πρὸς ὀκτωκαίδεκα μυριάσι τῶν πολεμίων νυκτὸς ἀναιρεῖ· καὶ οἱ τὴν τοῦ θεοῦ πόλιν ἐν βραχεῖ καταστρέφειν καὶ σκυλεύειν καυχώμενοι, καταστρέφονται τὴν ζωήν, σκυλεύονται τὰς ψυχὰς ἐν ἀτόμῳ ῥοπῇ. τῷ τηνικαῦτα δὲ τὸν ὄλεθρον ὁ Ἀσσύριος διαδράς, ὅπως ἂν γνοίη τοῦ βλασφημουμένου τὴν δύναμιν, ὅπως ἂν αἰσχύνην ἐνδύσαιτο καὶ ἀτιμίας πλησθείη τὸ πρόσωπον καὶ κατηχρειωμένος κατόψαιτο τὴν Νινευιτῶν, ὑπὸ τῶν φύντων ἔπειτα δίκην ἀξίαν τιννύς, οἷα κατὰ τοῦ πεποιηκότος λελυττηκώς, ἀποσφάττεται.

βασιλεὺς Ἰουδαίοις ἦν καὶ Ἰωσαφάτ· συμμιγοῦς δέ ποτε πολυπληθείας ἐθνῶν κατ’ αὐτοῦ κεκινημένης, ἡτοίμαστο δὴ καὶ αὐτὸς ὑπ’ ἀνάγκης ἠγμένος πρὸς ἀντιμάχησιν, συναγείρας καὶ καθοπλίσας ὡς ἔδει τὸν οἰκεῖον λαὸν καὶ τὰ τῆς ἀρεϊκῆς συμπλοκῆς καθ’ ὅσον ἐξῆν προδιαθέμενος ἄριστα. πλὴν οὔτε τῷ πλήθει τῶν ὑπηκόων οὔτε τοῖς ὅπλοις οὔτε τῇ κατὰ πόλεμον ἐμπειρίᾳ τεθαρρηκώς, ἀλλ’ εἰς μόνον τὸν ὄντως κραταιὸν ἐπίκουρον καὶ πρόμαχον πανσθενῆ καταπεφευγώς, καὶ νηστείᾳ καὶ δάκρυσιν αὐτὸν ἐξιλεωσάμενος καὶ πάντας εἰς τοῦτο τοὺς αὐτοῦ προτρεψάμενος, οὕτω πρὸς ἀντιπαράταξιν ἔρχεται, πάσης τῆς στρατιᾶς ἐν ἐπιθειασμοῖς προηγουμένων τῶν Λευιτῶν. τί τὸ ἐντεῦθεν; αὐτὸς μὲν ἐπί τινος γεωλόφου συνάγεται, τὰ δὲ τῶν ὑπεναντίων στρατεύματα κατ’ ἀλλήλων ὁρμᾷ· καὶ Ἰδουμαῖοι μὲν ὑπὸ Μωαβιτῶν καὶ Ἀμμανιτῶν πρότεροι κατακτείνονται, ταῦτα δ’ ἐς αὖθις ὑπ’ ἀλλήλων ἐξαναιρεῖται τὰ γένη, καὶ ὁ βασιλεὺς σὺν τοῖς ὑπ’ αὐτὸν ἐφ’ ὑψηλοῦ παρατεταγμένος ἑώρα μόνον τὰς τῶν πολεμίων σφαγάς. σύμπαντος δὲ τοῦ τῶν ἀλλοφύλων καταπεσόντος ἑσμοῦ καὶ σκυλευθέντος ἐν ἡμέραις τρισὶ καὶ τῆς λείας ἀπαχθείσης ἀπάσης, ὁ τὴν τοσαύτην νίκην ἄτερ συμβολῆς πρυτανεύσας ἀνύμνηται, καὶ ἡ πεδιάς, ἔνθα τὸ θαυμαστὸν ἔργον ἐξήνυσται, τὴν τῆς Εὐλογίας ἐπίκλησιν ἐκληρώσατο.

τοιαῦτα ποιεῖν οἶδε τὸ βεβαίως ἐλπίζειν καὶ ἀκλινῶς ἐπὶ τὸν θεόν· τίκτει δὲ τοῦτο βίος θεάρεστος. ὃν γὰρ εὐφραίνει τις, τούτῳ πεφίληται, τῷ δὲ πεφιληκότι τεθάρρηκεν· ὁ δ’ οὐκ ἐλύπησεν, οὐκ ἀπεστράφη, οὐκ ἀπεπέμψατο· τἀναντία δὲ τοῖς ἐναντίοις συμβέβηκεν. ἀμέλει καὶ τῷ Ἰσραὴλ κατορθοῦντι μὲν τοὺς θείους νόμους, τὸ κατορθοῦσθαι προσῆν· καταστρέφοντι δέ γε, τὸ καταστρέφεσθαι. καὶ θεὸν μὲν ἐκζητοῦντι, τὰ σχοινίσματα ἐπλατύνετο, κατάσχεσις ἀλλοτρίων παρείχετο, τείχη αὐτόματα κατηρείπετο, πόλεις ἑτοίμως ἡλίσκοντο, φάλαγγες ἐθνῶν συνεκόπτοντο, χάλαζα ῥύβδην τινασσομένη τοὺς ὑπεναντίους φεβομένους ἐπάτασσεν, ἥλιος ἵστατο τὴν ἡμέραν παρακατέχων εἰς παντελῆ τῶν ἐχθρῶν ἐξολόθρευσιν, τριακοσίοις ἀνδράσι καὶ τοσαύταις ὑδρίαις καὶ λαμπάσι καὶ σάλπιγξι μυριάδες πολεμίων συνεταράττοντό τε καὶ διεφθείροντο, μιᾶς ἰσχύϊ χειρὸς ἀρότρου τε ποδὶ κατέπιπτον ἑξακόσιοι, δυνάμει δεξιᾶς ἑνιαίας αὖθις ὄνου τε σιαγόνι κατεκτείνοντο χίλιοι. τίς ἂν ἐξείποι τὰς εὐετηρίας, τὰς εὐδοξίας, νόσων καὶ θανάτων ἐκδραπετεύσεις, ἐνιαυτῶν προσθήκας εἰς ἐπαύξησιν βιοτῆς, ἡλίου προδηλουμένας ἀναστροφῇ καὶ ἡμέρας ἐκτάσει καὶ πλείονι παρουσίᾳ φωτός;

τὰ δὲ πρὸ τούτων· ἀνακοπὴν ποταμοῦ, λιμνάζουσαν πέτραν, ὑετὸν τρέφοντα, θαλάσσης διαίρεσιν, διωκτῶν καταπόντωσιν, στύλου πυρὸς καὶ νεφέλης προκαθοδήγησιν, Αἰγύπτου πληγὰς καὶ μάστιγας τῶν ἑξακοσίων χιλιάδων καὶ πολλῷ περαιτέρω, τὸν πληθυσμὸν ἐξ ἀνθρώπων πέντε καὶ ἑβδομήκοντα, καὶ ταῦτα πόσαις περιστοιχιζομένων ἐπιβουλαῖς; ὄντως τὰ εὐεργετήματα καὶ λόγου κρείττω καὶ φύσεως. ὥσπερ αὖ τὰς τοῦ Δεσπότου τρίβους ἐκκλίνουσι καὶ τῶν αὐτοῦ κατολιγωροῦσι θεσμῶν, χολέραι καὶ δήγματα ἰοβόλων ἐπήγοντο, γῆς συγχώσεις, πυρὸς φλογώσεις καὶ ἐκτεφρώσεις, δειλανδρήσεις ἐξ ἐχθρῶν καὶ ἧτται καὶ πτώσεις ἐξαίσιοι, πόλεων ἐκπορθήσεις, οἰκείων ἀπαγωγαί, καταδουλώσεις, κακώσεις πολυειδεῖ, ἐμφύλιοι μάχαι τε καὶ σφαγαί· πρὸς τούτοις αὐχμοὶ καὶ ἀφορίαι καὶ λιμώξεις, ἀέρων φθοραὶ καὶ λοιμοὶ καὶ θραυσμοί, πνευμάτων ἐπήρειαι πονηρῶν διαστρεβλούντων καὶ καταγχόντων, λεπρώσεις, παρέσεις μελῶν, σπλάγχνων διαβρώσεις καὶ σηπεδόνες, καὶ δριμυτάτων ὀδυνῶν συνδρομαί. τί ἄν τις ἀπαριθμοίη τῶν καταφρονητῶν θεοῦ τὰς ποινὰς καὶ τοὺς ποικίλους ἀφανισμούς; τὰ δ’ ἐν ὑστέροις δικαιωτήρια καὶ πολλῷ τῶν εἰρημένων ἀνιαρώτερα καὶ μονιμώτατα, τὸ δὲ χείριστον· οἷς καὶ μάλιστα παρὰ τῆς ἐν τῷδε τῷ βίῳ φειδοῦς οἱ μὴ ἐπιστρέφοντες παραπέμπονται, τὴν αἰσχύνην ἀνύποιστον προσκληρούμενοι.

τοῖς γε μὴν ὁρῶσι πρὸς κύριον καὶ πρᾶξιν ἀξίως καὶ λόγον καὶ διανόημα τιθεμένοις αὐτοῦ κατενώπιον, ἐν κόσμῳ μὲν τὸ θαυμάζεσθαι, τὸ γεραίρεσθαι, τὸ ἐν εὐφημίαις ἀείμνηστον, τὸ νοερῶς ἥδεσθαι καὶ ἱερῶς ἔκ τε τῆς τῶν ἐνεργουμένων ἰδιότητος ἔκ τε τῆς προσδοκίας τῶν ἀντιδόσεων. αὐτὰ δὲ τὰ ὑπερκόσμια δώματα τίς διηγήσεται; ποῖον ὄμμα τεθέαται; ποῖον ἀκήκοεν οὖς; ἐπὶ τίνος καρδίαν γηγενοῦς ἀναβέβηκεν; ἀθέατος ἀνήκουστος ἀνεννόητος παντὶ βροτῷ δι’ ἄκραν ὑπερβολὴν ἡ τοῖς ἠγαπηκόσι τὸν θεὸν ἡτοιμασμένη ἀπόλαυσις, ἡ λαμπρότης, ἡ δόξα, ἡ ἀγαλλίασις. τὸ τοίνυν τοσαύτην εὔκλειαν, τοσαύτην ἀγαθῶν σωρείαν διὰ φαύλην ὄρεξιν ἀποπέμπεσθαι, τὴν δὲ διττὴν ἀδοξίαν μετὰ καὶ τῶν ἀφορήτων ἀλγηδόνων ἐκείνων ἀντεπισπᾶσθαι, πόσης ἀλογίας ἐστίν.