Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Ἐπιτομὴ φυσικῆς

Νικηφόρος Βλεμμύδης

Υδατικά μετεωρολογικά φαινόμενα, πηγές και θάλασσες

Ανάλυση του σχηματισμού της βροχής, της χιόνος, της δρόσου και του χαλαζιού. Ερμηνεία της προέλευσης των πηγών, των ποταμών και της αλμυρότητας της θάλασσας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 5 από 12

ΚΕΦΑΛ. ΙΔʹ. Περὶ ὄμβρου, χαλάζης, χιόνος, δρόσου καὶ πάχνης. αʹ. Ὥσπερ τῶν προειρημένων ἁπάντων παθῶν αἴτιον ὑλικὸν ἡ ἀναθυμίασις ἐγνωρίζετο· οὕτω δὴ τῶν νῦν λεγομένων αἴτιον τοιοῦτον γινώσκεται ἡ ἀτμίς. Αἴτιον δὲ ποιητικὸν ἐκείνων μὲν ἡ τῶν οὐρανίων κίνησις, τούτων δὲ ἡ ψύξις.

βʹ. Ἡ γάρ τοι ἀτμὶς ἢ μετεωροτέρα γίνεται, ὑπὸ πλείονος ἀναφερομένη θερμότητος, ἣ μένει κάτω ποι τοῦ περιγείου ἀέρος διὰ τὴν βραχύτητα τοῦ ἀνάγοντος ταύτην θερμοῦ. γʹ. Ἄνω μὲν οὖν ἀνενεχθεῖσα καὶ ψυχθεῖσα, γίνεται ὄμβρος καὶ χάλαζα καὶ χιών· κάτω δὲ μείνασα καὶ ψυχθεῖσα, γίνεται δρόσος καὶ πάχνη. Ὅταν μὲν οὖν γὰρ ἀπογειοτέρα γένηται χωριζομένη τῆς ἀναγούσης ταύτην θέρμης καὶ καπνώδους ἀναθυμιάσεως καὶ τῆς συνούσης ταύτῃ θερμότητος, τῆς μὲν ἐκκρινομένης καὶ ἀναφερομένης πρὸς τὸ ὑπέκκαυμα, τῆς δὲ σβεννυμένης διὰ τὴν τοῦ τόπου ψυχρότητα· τότε δὴ ψυχομένη ἡ ἀτμὶς διὰ τὴν ἀπόλειψιν τοῦ θερμοῦ, πυκνοῦται καὶ εἰς νέφος ἐξ ἀέρος συνίσταται, καὶ εἰς ὕδωρ μεταβάλλει, καὶ ὄμβρος γίνεται.

Ἔστι δὲ ἡ μὲν ἀτμὶς ἐκ τοῦ ὕδατος λεπτυνομένου καὶ ἀραιουμένου· αὕτη δὲ λεπτυνθεῖσα καὶ ἀραιωθεῖσα, γίνεται ἀήρ· ὁ δ’ ἀὴρ παχυνθείς τε καὶ πυκνωθείς, γίνεται νέφος· τὸ δὲ νέφος μεταβάλλον εἰς ὕδωρ, τὸν ὄμβρον ποιεῖ.

δʹ. Ὃ τοίνυν ἀνάγει καὶ μετεωρίζει τοῦ ὑγροῦ ὁ ἥλιος καθεκάστην, ἀτμίζων τῇ θερμότητι καὶ λεπτύνων καὶ διακρίνων, τοῦτο συναθροισθὲν εἰς τὸν ἄνω τόπον καὶ διὰ ψυχρότητα συστὰν καὶ συγκριθέν, πάλιν ὕδωρ γενόμενον, πρὸς τὴν γῆν καταφέρεται.

Κἂν μὴ κατ’ ἐνιαυτὸν δὲ ἴσον τῷ ἀναχθέντι κατενεχθῇ, ἀλλ’ ἔν τισι τεταγμένοις χρόνοις καταφέρεται καὶ ἀποδίδοται πᾶν τὸ ἀναχθὲν ὑγρόν, καὶ ὑστερῆσαν τῷ μὴ ταχέως μεταβαλεῖν. Διὸ καὶ μετὰ τὰ αὐχμηρὰ ἕτη φιλεῖ πάλιν ἔπομβρα γίνεσθαι, τῆς ἀμεταβλήτου μεινάσης ὑγρᾶς ἀναθυμιάσεως συμμεταβαλλούσης τῇ ἀναφερομένῃ.

εʹ. Ἡ μὲν οὖν ἐξ ὕδατος εἰς ἀέρα μεταβολὴ διὰ μέσης ἀτμίδος γίνεται. Ἡ γὰρ ἀτμὶς παχύτερός ἐστιν ἀήρ, ἔχων τι καὶ ὕδατος, καὶ διὰ τοῦτο ἀέρος τυγχάνει καὶ ὕδατος μεταξύ. Ἡ δ’ ἐξ ἀέρος εἰς ὕδωρ μεταβολὴ διὰ μέσου γίνεται νέφους. Καὶ ὅπερ ἡ ἀτμὶς κάτω, τοῦτ’ ἄνω τὸ νέφος. Καὶ ἄμφω γὰρ ἀέρος καὶ ὕδατος μεταξύ.

ϛʹ. Ἡ δ’ ὁμίχλη περίττωμα τῆς εἰς ὕδωρ τοῦ νέφους συγκρίσεώς ἐστι καὶ μεταβολῆς. Τὸ γὰρ ὑπολειφθὲν ἀπὸ τῆς νεφέλης ἐν τῇ εἰς ὕδωρ μεταβολῇ, τουτέστιν, ὅπερ ἐν τῇ νεφέλῃ ἄγονον εὐρεθῇ, μὴ δυνάμενον εἰς ὕδωρ μεταβαλεῖν, ὁμίχλη τολοιπόν ἐστι. Γίνεται δ’ ὁμίχλη καὶ τὸ νέφος, ὅταν μὴ δυνηθῇ πιληθῆναι οὕτως, ὡς εἰς ὕδωρ μεταβαλεῖν. Ὅθεν ἡ ὁμίχλη καὶ σημεῖον μᾶλλον εὐδίας ἐστὶν ἤπερ ὕδατος.

Νεφέλη γὰρ ὥσπερ ἄγονος ὑπάρχει μὴ μεταβάλλουσα μὲν εἰς ὕδωρ ὡς ξηροτέρα, κάτω δὲ πίπτουσα πάλιν ὡς ψυχροτέρα. ζʹ. Ὅταν μὲν οὖν ἐν τῷ ἀπογειοτέρῳ τόπῳ συναθροισθεῖσα ἡ ἀτμὶς ψυχθῇ, καθὼς εἴρηται, τότε γίνεται ὄμβρος· ὃς εἰ μὲν κατὰ μικρὰ μόρια φέροιτο καὶ μὴ ἀθρόως, ἀλλὰ κατὰ μέρος, ὡς κατολίγον ἐκ τοῦ νέφους γεννώμενος, καλεῖται ψεκάς· εἰ δὲ κατὰ μείζω καὶ ἀθροώτερον, ὡς ἤδη γενομένης τῆς εἰς ὕδωρ τοῦ νέφους μεταβολῆς, ὀνομάζεται ὑετός.

ηʹ. Φιλοῦσι δὲ ταῦτα γίνεσθαι κατὰ τὰς ἐνιαυσίας ὥρας. Αἱ γὰρ τοιαῦται ἀναθυμιάσεις καὶ μεταβολαὶ κατὰ τὰς ἰδίας κινήσεις τοῦ ἡλίου μάλιστα γίνονται, καθ’ ἃς κινήσεις καὶ αἱ ὧραι τοῦ ἔτους διαιροῦνται.

Τὸν γὰρ οἰκεῖον κύκλον ἀμείβων ὁ ἥλιος, τὰ μὲν διακρίνει τῶν ὑποκειμένων σωμάτων, πλησίον αὐτῶν γενόμενος τά τε γὰρ ὕδατα λεπτύνει καὶ αὐτὴν τὴν γῆν καὶ τὰς ἀναθυμιάσεις ποιεῖ· τὰ δὲ συγκρίνει πάλιν, ἀφιστάμενος πόῤῥω. Τότε γὰρ συγκρίνεται ἡ ὑγρὰ ἀναθυμίασις εἰς νέφη καὶ ὕδατα. Ὅθεν τῇ προσόδῳ τε καὶ ἀφόδῳ τῶν ἐναντίων παθῶν ὁ ἥλιος αἴτιος γίνεται, κινούμενος τὸν ζωδιακόν.

θʹ. Γίνεται δὲ καὶ καθημερινή τις ἀπὸ τῆς περὶ γῆν ὑγρότητος εἰς ἀτμίδα μεταβολή· λαμβάνουσα καὶ αὕτη τὴν ἀρχὴν ἐκ τῆς καθημερινῆς ὑπὲρ γῆν τε καὶ ὑπὸ γῆν τοῦ ἡλίου κινήσεως κατὰ τὴν μετὰ τοῦ παντὸς συμπεριφοράν. Ἐκ δὴ ταύτης τῆς καθημερινῆς ἀτμίδος, ὅση ἂν μὴ ἰσχύσειεν ἐπιπολὺ μετεωρισθῆναι, διὰ τὴν ἀσθένειαν τοῦ ἀνάγοντος ταύτην θερμοῦ, ἐγγὺς τῆς γῆς ψυχθεῖσα νύκτωρ ψυχρότεραι γὰρ αἱ νύκτες δρόσον καὶ πάχνην ἀποτελεῖ· πάχνην μέν, ὅταν διὰ πολὺ ψῦχος ἡ ἀτμὶς αὕτη παγῇ πρὸ τοῦ εἰς ὕδωρ μεταβαλεῖν· δρόσον δέ, ὅταν τῷ μὴ πάνυ ψυχρὸν εἶναι τὸ περιέχον ἡ ἀτμὶς εἰς ὕδωρ ἀλλοιωθῇ· μήθ’ οὕτω θερμανθεῖσα ὥστε ξηρανθῆναι, μήθ’ οὕτω ψυχθεῖσα ὥστε παγῆναι.

Ὅθεν ἡ μὲν πάχνη χειμῶνος καὶ ἐν τοῖς χειμεριωτέροις γίνεται τόποις· ἡ δὲ δρόσος, ἔαρος μάλιστα καὶ φθινοπώρου, καὶ ἐν τόποις εὐκράτοις. Αἰθρίας δὲ καὶ νηνεμίας καὶ ἄμφω γίνονται. Μὴ οὔσης γὰρ αἰθρίας οὐκ ἂν ἡ ἀτμὶς ἀναφέροιτο· ξηρότητος γὰρ δεῖ πρὸς τὴν ἀναγωγὴν αὐτῆς καὶ λεπτότητος ἐν τῷ περιέχοντι, τουτέστιν, ἵνα μὴ τὸ περιέχον κάθυγρον ἐκ τῶν καταφερομένων ὄμβρων ᾖ καὶ παχύ.

Τότε γὰρ ἡ ἀτμὶς ἀναχθῆναι οὐ δύναται. Οὔτε δ’ ἀνέμου ὄντος συνίσταιτ’ ἂν ἡ ἀτμὶς ὥστε παγῆναι ἢ εἰς ὕδωρ μεταβαλεῖν, ἀλλὰ σκίδναιτό τε καὶ διαφθείροιτο. Τεκμήριον δὲ καὶ τοῦ συνίστασθαι τήν τε πάχνην καὶ τὴν δρόσον μὴ πόῤῥω τῆς γῆς τὸ ἐπὶ τοῖς ὑψηλοτέροις ὄρεσι μηδετέραν αὐτῶν γίνεσθαι.

ιʹ. Πάχνη μὲν οὖν καὶ δρόσος ἐν τοῖς προσγειοτέροις συνίστανται τόποις· ὄμβρος δὲ καὶ χάλαζα, καὶ χιών, ἐν τοῖς ἀπογειοτέροις· ἔνθα μήθ’ ὁ ἀὴρ ῥεῖ καὶ συμπεριφέρεται τῷ κύκλῳ κινουμένῳ σώματι, ὡς διὰ τὴν τοιαύτην ῥύσιν καὶ κίνησιν τὰς συστάσεις μὴ γίνεσθαι τῶν νεφῶν, μήτε τῶν ἡλιακῶν ἀκτίνων αἱ ἀνακλάσεις τὸ ἔντονον ἔχουσιν, ὥστε μὴν τοῦ ἀέρος εἰς νέφη πίλησιν κωλύεσθαι τῇ θερμότητι.

Ἐν δὴ τοῖς τοιούτοις τόποις τοῖς περὶ τὰ νέφη συνίστανται διὰ ψύξιν ὄμβρος, χιών τε καὶ χάλαζα. ια. Καὶ ὁ μὲν ὄμβρος διὰ τὴν αὐτὴν αἰτίαν τῇ δρόσῳ γίνεται· ἡ χιὼν δὲ διὰ τὴν αὐτὴν αἰτίαν τῇ πάχνῃ. Διαφέρει δ’ ὄμβρος καὶ δρόσος, καὶ πάλιν χιὼν καὶ πάχνη, τῷ μᾶλλον καὶ ἧττον καὶ πλήθει καὶ ὀλιγότητι.

Ὁ μὲν γὰρ ὄμβρος, πολύς· ἐκ πολλῆς γὰρ ἀτμίδος γίνεται ψυχομένης· καὶ ὁ τόπος ἐξ οὗ τε ἀναφέρεται καὶ εἰς ὃν ἀθροίζεται, πολύς· καὶ ὁ χρόνος ἐν ᾧ τε ἀναφέρεται καὶ ἐν ᾧ ψύχεται πολύς. Ὀλίγον δὲ καὶ ἐφήμερον ἡ δρόσος καὶ ἐξ ὀλίγου τόπου, καὶ ταχεῖα ἡ γένεσις αὐτοῦ. ιβ. Ὡς δὲ ἡ δρόσος πρὸς ὄμβρον, οὕτω πάχνη πρὸς χιόνα. Ἡ μὲν γὰρ χιὼν πῆξίς ἐστι νέφους ἤδη συνεστῶτος· ἡ δὲ πάχνη πῆξις ἀτμίδος. Καὶ ἄμφω δὲ διὰ μέγα πήγνυνται ψῦχος· καὶ σημεῖά ἐστιν ἢ ὥρας ἢ χώρας ψυχρᾶς. Εἰ μὴ γὰρ ἐπεκράτει τὸ ψῦχος, οὔτ’ ἂν ἡ ἀτμὶς ἐπήγνυτο, τὸ ἀνάγον ταύτην θερμὸν ἔχουσα ἐν ἑαυτῇ, οὔτ’ ἂν τὸ νέφος ἔχον ἔτι καὶ αὐτὸ θερμότητα τὴν ὑπολειφθεῖσαν τῆς μετεωρισάσης ἐκ τῆς γῆς τὴν ἀτμίδα, ἐξ ἧς ἀτμίδος τὸ νέφος. Πάντως δὲ τὸ νέφος μετέχει θερμότητος.

Εἰ μὴ τοῦτο γάρ, οὐκ ἂν ἔμιμνεν ἄνω, ἀλλὰ καθάπερ ὁμίχλη κατέπιπτε κάτω. ιγ. Νέφος μὲν οὖν ἐστι πάχος ἀτμῶδες συνεστραμμένον γόνιμον ὕδατος, ὁμίχλη δὲ ἀτμώδης ἀναθυμίασις ἄγονος ὕδατος· ἀέρος μὲν πυκνοτέρα, νέφους δ’ ἀραιοτέρα. Γίνεται δὲ ἤτοι ἐξ ἀραιώσεως ἀρχῆς νέφους, ἢ ἐξ ὑπολείμματος. Ἀντίπαλος δὲ τούτοις ἡ αἰθρία, μηδὲν ἕτερον οὖσα ἢ ἀὴρ ὡς ἐπίπαν ἀνέφελος καὶ ἀνόμιχλος. ιδ. Ἐκ μὲν οὖν τοῦ νέφους γίνεται ὄμβρος κατ’ ἐκπιεσμὸν αὐτοῦ, εὖ μάλα πεπαχυμένου· διαφορὰς δ’ ἴσχει τοσαύτας, ὅσας καὶ ἡ τοῦ νέφους θλίψις.

Ἠπία μὲν γὰρ οὖσα, μαλακὰς ψεκάδας διασπείρει, σφοδρὰ δέ, ψεκάδας ἀδράς. Καὶ τοῦτο κέκληται ὑετός, ὄμβρου συστρέμματα μεγάλα καὶ συνεχῆ φερόμενα ἐπὶ γῆς. Ἐκ δὲ τῆς ἀτμίδος γίνεται δρόσος. Δρόσος γάρ ἐστιν ὑγρὸν ἐν αἰθρίᾳ κατὰ λεπτὴν φερόμενον σύστασιν.

ιεʹ. Χιόνα δὲ ποιεῖ νέφους πεπυκνωμένου τε καὶ συμπεπηγμένου ἀπόθραυσις, ἀνακοπέντος πρὸ τῆς εἰς ὕδωρ μεταβολῆς. Ἐργάζεται δὲ ἡ μὲν κοπὴ τὸ ἀφρῶδες καὶ ἔκλευκον· ἡ σύμπηξις δὲ τοῦ ἐνόντος ὑγροῦ τὴν ψυχρότητα μήπω χυθέντος μήτε τοῦ νέφους ἠραιωμένου. Σφοδρὰ δὲ καὶ ἀθρόα καταφερομένη χιὼν νιφετὸς ὀνομάζεται. Ὃν δὲ τρόπον ἐκ τοῦ νέφους ἡ χιών, τὸν αὐτὸν ἐκ τῆς ἀτμίδος ἡ πάχνη.

Ἔστι δὲ καί τι μεταξὺ δρόσου καὶ πάχνης, ὃ δροσοπάχνην φασίν, ἡμιπαγῆ δρόσον τυγχάνουσαν. ιϛʹ. Τῷ μὲν οὖν ὄμβρῳ ἐν τῷ ἀπογείῳ τόπῳ συνισταμένῳ ἡ δρόσος ἀνάλογον ἐν τῷ περὶ τὴν γῆν, τῇ δὲ χιόνι ἡ πάχνη. Οὐδὲν δὲ τὸ ἀναλογοῦν τῇ χαλάζῃ γίνεται περὶ τὴν γῆν. Οὐδὲ γὰρ ἐκ νέφους εἰς χάλαζαν ἡ μεταβολή, ἀλλ’ ὄμβρος γίνεται πρότερον, καὶ δι’ ἀντιπερίστασιν πήγνυται.

ιζʹ. Ἀντιπερίστασις δέ ἐστι μετάστασις καὶ μεταχώρησις ἐκ τῶν κύκλῳ γινομένη περὶ τὸ μέσον· οἷον ὅταν περιωθούμενόν τι ὑπό τινος, αὐτὸ πάλιν τὸ προσεχὲς ὁμοίως ἀντιπεριωθῇ, κἀκεῖνο δὴ τὸ ἐχόμενον καὶ οὕτως γίνηται τῶν τόπων ἀνταλλαγή· κἀντεῦθεν τῶν μὲν πέριξ τόπων ἀπόλειψις, πρὸς δὲ τὸν μέσον συνώθησις καὶ συνέλευσις. Τοῦτο γοῦν ἔστι τὸ γινόμενον κἀπὶ τοῦ θερμοῦ τε καὶ τοῦ ψυχροῦ.

Ὅταν γὰρ ἐπικρατῇ τὸ θερμόν, ἀπωθεῖ τὸ πλησιάζον αὐτῷ τοῦ ψυχροῦ· κἀκεῖνο πάλιν βιαζόμενον τὸ σύνεγγυς ἀπωθεῖ· καὶ οὕτως ἀντιμεθιστάμενον τὸ ψυχρὸν συνάγεται καὶ συσφίγγεται, καὶ δυναμικώτερον γίνεται. Τοῦτο δὲ πάσχει καὶ τὸ θερμόν, ὁπόταν ἐπικρατῇ τὸ ψυχρόν. Διὸ καὶ χειμῶνος μὲν θερμότερά εἰσι τὰ ὑπὸ τὴν γῆν, καὶ αἱ πηγαὶ τῶν ὑδάτων θερμαίνονται, εἰς βάθος ἀπωθουμένης τῆς θέρμης ὑπὸ τῆς τοῦ περιέχοντος ψύξεως.

Ἐν δὲ ταῖς ἀλέαις τοὔμπαλιν τὰ πηγημαῖα ὕδατα ψύχεται, ψυχροτέρων γινομένων τῶν ὑπὸ γῆν διὰ τὴν τῆς περιεχούσης θερμότητος ἐπικράτειαν. ιη. Τοῦτο γοῦν ὑποληπτέον κὰν τῷ ἄνω γίνεται τόπῳ. Ὅταν γὰρ τὸ περιέχον ὑπάρχῃ θερμόν, τότε τὸ ψυχρὸν τὸ ἐν τοῖς νέφεσι κατισχόμενον, ἀντιπεριϊστάμενον ἔξωθεν ἔσω πρὸς βάθος διὰ τὴν κύκλῳ θερμότητα, ὁτὲ μὲν ταχέως ὕδωρ ἐκ τοῦ νέφους ποιεῖ· διὸ καὶ αἱ ψεκάδες ἐν ταῖς ἀλεειναῖς ἡμέραις μείζους, καὶ ὑετοὶ λάβροι καὶ ἐπειγμένοι, διὰ τὸ ἀθρόον τῆς μεταβολῆς. Ὅταν δ’ ἔτι μᾶλλον ἀντιπεριστῇ ἐντὸς τὸ ψυχρόν, ὡς πλεῖον ἐν τῷ βάθει γενέσθαι, συνελαυνόμενον εἰς τοῦτο ὑπὸ τῆς ἔξω θερμότητος, ἅμα τε τὴν εἰς ὕδωρ μεταβολὴν τοῦ νέφους ἐποίησε, καὶ εὐθὺς τῷ γενέσθαι, τὸ ὕδωρ ἔπηξε καὶ ἀπετέλεσε χάλαζαν.

ιθʹ. Συμβαίνει δὲ τοῦτο, ὅταν ὑπάρχῃ θάττων ἡ πῆξις τοῦ ὕδατος, ἢ ἡ ἐπὶ τὰ κάτω φορὰ αὐτοῦ· ἐπεὶ γὰρ ἤ τε καταφορὰ τοῦ ὕδατος ἐν χρόνῳ γίνεται, ἥ τε πῆξις ἐν χρόνῳ, ὅταν ἐλάττονι χρόνῳ τοῦ τῆς καταφορᾶς ἡ πῆξις γένηται, πήγνυται τὸ ὕδωρ, ἔτι ὂν ἄνω ἐν τῷ τόπῳ τοῦ νέφους.

κʹ. Ὅσῳ δ’ ἂν ἐγγύτερον τῆς γῆς αἱ τοιαῦται γίνοιντο μεταβολαί, τοσούτῳ καὶ ἀθροώτεραι διὰ τὴν τοῦ τόπου θερμότητα, καὶ πολὺ μείζους αἱ ψεκάδες καὶ τὰ ὕδατα λαβρότερα, καὶ αἱ χάλαζαι μέγισται, καὶ οὐ στρογγύλαι τὸ σχῆμα διὰ τὸ βραχὺν φέρεσθαι τόπον καὶ μὴ τὰς αὐτῶν ἐξοχὰς ἐν τῷ πολλῷ διαστήματι περιθραύεσθαι τῆς καταφορᾶς, ὅπερ πάσχουσιν αἱ φερόμεναι πόῤῥωθεν.

καʹ. Οὐ πυκναὶ δὲ πίπτουσιν αἱ μεγάλαι ψεκάδες, διά τε τὸ ἐγγὺς γίνεσθαι τὴν τούτων μεταβολήν, καὶ φθάνειν τὰς πρώτας καταφέρεσθαι πρὸ τῆς τῶν ἄλλων γενέσεως, καὶ διὰ τὸ μὴ διαιρεῖσθαι ταύτας ἐν τῇ καταφορᾷ· καθὼς αἱ ἀφ’ ὕψους φερόμεναι διατέμνονται καὶ διαμερίζονται τῇ μακρᾷ καθόδῳ, καὶ σμικρυνόμεναι πυκνοῦνται.

κβʹ. Γίνονται δὲ αἱ χάλαζαι ἔαρος μὲν μάλιστα καὶ μετοπώρου· τῆς δ’ ὀπώρας ὀλιγάκις, ἔτι δ’ ἐπ’ ἔλαττον τοῦ χειμῶνος, καὶ τότε ὅταν ἧττον ᾖ ψῦχος. Ὅλως δ’ ἐν τοῖς εὐδιεινοτέροις γίνονται τόποις καὶ τοῖς ἀλεεινοτέροις καιροῖς διὰ τὸ τῆς ἀντιπεριστάσεως αἴτιον. Οὐ γίνονται δὲ πολλάκις τοῦ θέρους, καίτοι μᾶλλον ὄντος θερμοῦ, διὰ τὴν ἔνδειαν τῆς ὑγρότητος, ἥτις ἐν τῷ ἔαρι πολλή ἐστιν ἀπὸ τοῦ χειμῶνος μένουσα. Καὶ τὸ μετόπωρον δὲ ἤδη ὑγραίνεται. Γίνονται δὲ καὶ τῆς ὀπώρας χάλαζαι καὶ μᾶλλον ληγούσης, διὰ τὸ ἤδη τε ὑγρότητα εἶναι, καὶ διὰ τὸ προτεθερμάνθαι τὸν ἀέρα τὸν εἰς ὕδωρ μεταβάλλοντα. Συμβάλλεται γάρ πως καὶ τοῦτο πρὸς τὴν ταχυτῆτα τῆς ψύξεως. Τὰ γὰρ προθερμανθέντα ταχύτερόν τε καὶ ἰσχυρότερον ψύχεται.

κγʹ. Λέγεται δὲ περὶ τὴν Ἀραβίαν καὶ Αἰθιοπίαν τοῦ θέρους, ἀλλ’ οὐ τοῦ χειμῶνος τοὺς ὄμβρους γίνεσθαι, καὶ ταῦτα ῥαγδαίους καὶ τῆς αὐτῆς ἡμέρας πολλάκις. Καὶ ἀποδίδοται καὶ τοῦ τοιούτου αἴτιον ἡ ἀντιπερίστασις, ἥτις γίνεται διὰ τὸ ἀλεεινὴν εἶναι τὴν χώραν ἰσχυρῶς. Εἰ δὲ τὸ θέρος ἐν ἐκείνοις τοῖς μέρεσι μάλιστα ξηρότατον, ἀλλ’ ἐν ἄλλοις τόποις ἡ τῶν ὄμβρων ἀθροίζεται ὕλη, καὶ ὑπὸ τῶν ἐτησίων πνευμάτων εἰς τὰ ἐκεῖσε ὄρη ἀπωθουμένη συνίσταται, καὶ τοὺς ἱστορουμένους ὑετοὺς ἀπογεννᾷ.

ΚΕΦΑΛ. ΙΕʹ. Περὶ πηγῶν καὶ ποταμῶν. αʹ. Οὐχ ὡς ἐξ ἀγγείου τινὸς καὶ κοιλίας ἠθροισμένον ἀθρόον ὕδωρ ἐχούσης τῆς γῆς ἀποῤῥέουσιν αἱ πηγαὶ κατ’ ὀλίγον, ὥς τισιν ἔδοξεν. Εἰσὶ μὲν γὰρ καί τινες κοιλότητες ἔνδον τῆς γῆς ὑδάτων χωρητικαί, ἀφ’ ὧν πληρωθεισῶν τοῦ χειμῶνος ἀπόῤῥυσίς τις ὕδατος γίνεται. Ἀλλ’ οὐ τοῦτ’ ἂν εἴη τῶν πηγῶν αἴτιον.

Οὐδὲ γὰρ ἐξήρκει πάντως ἡ γῆ ταῖς τοῦ τοσούτου ὕδατος ὑποδοχαῖς, ὥσπερ οὐδὲ τὰ νέφη· εἴπερ ἦν καὶ αὐτὰ προϋπάρχον ἔχοντα τὸ ὑετισθησόμενον ὕδωρ ἠθροισμένον ἅπαν ἐν ἑαυτοῖς· ἀλλὰ μὴ τὸ μὲν καταφέρεται, τὸ δ’ αὖθις ἐγίνετο.

βʹ. Ὥστε μᾶλλον ἅπερ αἴτια τῶν εἰς γῆν καταφερομένων ὑδάτων κρίνεται ὑλικὸν μὲν γὰρ αἴτιον αὐτῶν ἡ ἀτμίς· ποιητικὸν δ’ ἡ ψύξις, ταῦτ’ ἂν εἴη καὶ τῶν ἐκ γῆς ἀναδιδομένων ὑδάτων αἴτια τὰ αὐτά. Ὥσπερ γὰρ ὑπὲρ γῆν ὁ ἀτμίζων ἀὴρ εἰς ὕδωρ μεταβάλλει ψυχόμενος· οὕτως ὑποληπτέον καὶ ὑπὸ γῆν ἐκ τῶν ἐν γῇ ἀτμίδων γεννᾶσθαι ὕδωρ διὰ τὴν ἐνοῦσαν τῇ γῇ ψυχρότητα.

γʹ. Δέχεται μὲν γὰρ ἡ καὶ γῆ καὶ τὸ ἐκ τῶν ὄμβρων καταφερόμενον εἰς αὐτὴν ὕδωρ, καὶ στέγει τοῦτο ἐν ἑαυτῇ. Δύναται δὲ ἕτερον γεννᾷν συνεχῶς ἐν τοῖς πρὸς τοῦτο ἐπιτηδείοις τόποις αὐτῆς. δʹ. Ὥσπερ οὖν ἐν τῷ ὑπὲρ γῆν τόπῳ κατὰ μικρὰ συνιστάμεναι πρῶτον αἱ ῥανίδες, ἔπειτ’ ἀλλήλαις μιγνύμεναι, τὸ τελευταῖον μετὰ πλήθους κατάγονται, ποταμόν τινα ἄνωθεν ῥέοντα ποιοῦσαι· τὸν αὐτὸν δὴ τρόπον καὶ ὑπὸ γῆν, ἐκ μικρῶν ῥανίδων, ὥσπερ ἱδρούσης τῆς γῆς, συλλείβεται πρῶτον τὸ ὕδωρ, τό τε κατ’ αὐτῆς δύνον ὑπὸ τῶν ὄμβρων, καὶ τὸ γεννώμενον ἐν αὐτῇ· καὶ οἷον εἰς ἕν τι πηδώσης τῆς γῆς, αἱ πηγαὶ γίνονται καὶ αἱ κρῆναι.

εʹ. Αἱ πηγαὶ μὲν οὖν ἀρχαὶ τυγχάνουσι ποταμῶν· αἱ δὲ κρῆναι μικραὶ πηγαί εἰσι, μὴ δυναμένης αὐτῶν ἑκάστης ποτάμιον καθ’ αὐτὴν ῥεῦμα προαγαγεῖν. ϛʹ. Οἱ πλεῖστοι δὲ καὶ μέγιστοι τῶν ποταμῶν ἀπὸ τῶν ὑψηλοτάτων ῥέουσιν ὀρῶν. Ὄρεσι δὲ γειτνιῶσι καὶ αἱ πλεῖσται κρῆναι, καὶ ἐξ ὀρῶν ἀποῤῥέουσιν.

Ἐν γὰρ τοῖς πεδίοις ὀλίγαι κρῆναι παντελῶς εἰσι καὶ πηγαὶ καὶ ῥύσεις ὑδάτων χωρὶς τῶν ποταμίων· ἃ ῥεῖ μὲν διὰ τῶν πεδίων, ἔχει δὲ τὴν ἀρχὴν ἀπὸ τῶν ὀρῶν. Τὰ γὰρ ὀρεινὰ καὶ ὑψηλὰ χωρία ὡς σπογγιαί τινες ἐπικρεμάμεναι τῶν χθαμαλῶν κατὰ μικρὰ μέν, πολλαχῆ δὲ διαπηδῶσι, καὶ ἀποδιδόασιν ὅπερ ἐν ἑαυτοῖς ἀπὸ τῶν ὄμβρων ὕδωρ δεχόμενα φυλάττει διὰ πυκνότητα. Ἔτι τε καὶ τὴν δι’ αὐτῶν ἀνιοῦσαν ἐκ βάθους ἀτμίδα ψύχει τὰ τοιαῦτα χωρία καὶ μεταβάλλει εἰς ὕδωρ, ὡς καὶ τοῦτο γινόμενον ἀποῤῥεῖν ἐξ αὐτῶν· οὐ μὴν μόνον τὸ ἐκ τῶν ὄμβρων προενυπάρχον αὐτοῖς.

ζʹ. Ὥστε καὶ ὅσοι τῶν ποταμῶν ἐξ ἑλῶν φαίνονται ῥέοντες, ἐκ τῶν ὑψηλοτέρων τόπων ἔχουσι τὰς πρώτας ἀρχάς. Ἐκεῖθεν γὰρ συλλειβόμενον τὸ ὕδωρ καὶ συῤῥέον καὶ ὑπονομεῦον τὰ ἕλη, ἐκ τούτων ὡς ἐκ πηγῶν ἀναδίδοται.

ηʹ. Εἰ μὲν οὖν τὰ ἐπικείμενα ὄρη μέγιστά τε εἴη καὶ πυκνὰ καὶ ψυχρά, ῥέουσι καὶ οἱ ἐντεῦθεν ποταμοὶ ἀένναον. Οἱ γὰρ τοιοῦτοι τόποι πλεῖστον ὕδωρ καὶ δέχονται καὶ στέγουσι καὶ ποιοῦσι. Ὅσοις δὲ τῶν ποταμῶν καὶ ἐπικρεμάμεναι τῶν ὀρῶν συστάσεις μικραί εἰσιν, ἢ σομφαὶ καὶ λιθώδεις καὶ ἀργιλώδεις, εἴτουν λευκαὶ καὶ οἷον τιτανώδεις, οἱ τοιοῦτοι ποταμοί, πρὶν ἐπελθεῖν τοὺς χειμερινοὺς ὄμβρους, τὸ ὕδωρ προαπολείπουσιν.

θʹ. Εἰ δὲ ταῦθ’ οὕτως ἔχει, πῶς ἂν δόξειεν εὔλογον ἐκ τῆς θαλάσσης ἄρχεσθαι τὰς πηγάς, ὡς τοῦ θαλασσίου ὕδατος διηθουμένου καὶ διυλιζομένου διὰ τῆς γῆς, καὶ οὕτω γλυκαινομένου καὶ ἀναδιδομένου, καθὼς οὐκ ὀλίγοι πεφυσιολογήκασι; μᾶλλον γὰρ ἄν, εἰ τοῦτ’ ἦν, ἐκ τῶν κοιλοτέρων τόπων, ἀλλ’ οὐκ ἐκ τῶν ὑψηλοτέρων ἔῤῥεον αἱ πηγαὶ κατὰ τὸ εἰκός.

ιʹ. Ἄλλως δὲ δοκεῖ καὶ τοῦτο ταῖς ἀρχαῖς συμβάλλεσθαι τῶν πηγῶν. Διάτρητος οὖσα ἡ γῆ καὶ ὑπόνομος, καὶ ὥσπερ τινὰς ἔχουσα φλέβας, ἀναγκαίως ἐκ τῆς θαλάσσης δέχεται τὸ ὕδωρ πᾶσα κατὰ διάδοσιν, ἐκ τῶν ἔγγιστα τῇ θαλάσσῃ μερῶν τῆς γῆς διαβαίνοντος τοῦ ὑγροῦ καὶ πρὸς τὰ ποῤῥωτέρω, κἀντεῦθεν ἀτμῶν ἀφθονίαν τῇ γῇ παρέχοντος· ὧν ἀναφερομένων καὶ ψυχομένων, ὡς προείρηται, γένεσις ὕδατος ἔσται πολλοῦ.

ΚΕΦΑΛ. ΙϚʹ. Περὶ θαλάσσης. αʹ. Τῶν περὶ γῆν καὶ ἐπὶ γῆς ὑδάτων τὰ μὲν ῥυτά ἐστι, τὰ δὲ στάσιμα. Καὶ τὰ μὲν ῥυτὰ πάντα ἔκ τινων ἔχει πηγῶν τῆς ῥύσεως τὰς ἀρχάς, κἂν αὐτοφυῆ, καθὰ τὰ ποτάμια, κἂν χειρόκμητα, καθὰ τὰ δ’ ὀχετῶν ἐξαγόμενα. Τῶν δὲ στασίμων ὑδάτων τὰ μὲν ἔστι πηγαῖα, τὰ δὲ συλλογιμαῖα· καὶ τούτων ὁμοῦ τὰ μὲν χειρόκμητα, τὰ δ’ αὐτοφυῆ. Χειρόκμητα μὲν πηγαῖα τὰ φρεατιαῖα· τὰ φρέατα γὰρ ὀρύσσεται καὶ κατασκευάζεται πρὸς τὴν τῶν περιεχομένων ὑδάτων συναγωγήν· αὐτοφυῆ δὲ πηγαῖα τῶν στασίμων ὅσα μικρὰς ἔχοντα πηγὰς καὶ τόπων κοιλότητας, οὐ δύναται ἀποῤῥεῖν. Τῶν δὲ συλλογιμαίων ὑδάτων ἢ ἐξ ὑετῶν ὄντων, ἢ ἐκ γενομένης ἐπιῤῥοῆς ποταμῶν, τὰ μὲν δεξαμενὰς ἔχει κατασκευαστὰς ὑπὸ τέχνης· τὰ δὲ πρὸς τὰς ἐπὶ τῆς γῆς κοιλότητας συναθροίζεται, ἃ καὶ διαφέρει πλήθει καὶ ὀλιγότητι.

Καὶ πλῆθος μὲν ἔχοντα καλοῦνται λίμναι· ὀλίγα δ’ ὄντα, λέγοντα τέλματα. βʹ. Τούτων οὕτως ἐχόντων χειρόκμητον μὲν εἶναι τὴν θάλασσαν οὐδένα λόγον ἔχει· αὐτοφυὴς δ’ οὖσι ἡ ἀπόῤῥυτος ἔσται ἢ στάσιμος. Καὶ ἀπόῤῥυτος μὲν οὐκ ἔστι· ποῦ γὰρ ἂν ποιήσαιτο τὴν ἀπόῤῥοιαν; ἀλλὰ καὶ πολλοὶ τὴν Ὑρκανίαν θάλασσαν καὶ τὴν Κασπίαν περιοδεύσαντες, αἵτινες οὐδὲ ἐφάνησαν ἀλλήλαις συνάπτουσαι κατ’ οὐδέν, οὐδεὶς οὐδεμίαν τούτων εὗρεν ἀπόῤῥυτον.

γʹ. Φαίνεται δ’ ἡ θάλασσα ῥέουσα κατὰ τοὺς στενοὺς τόπους, ὧν ἑκατέρωσε πλατεῖα θάλασσά ἐστιν. Ὅπου γὰρ ἂν ἐκ πλατέος πελάγους εἰς στενὸν ἡ θάλασσα συνάγεται ὑπὸ τῆς περιεχούσης τὸ πέλαγος γῆς ὑψηλοτέρας οὔσης, κατὰ τοῦτο φαίνεται καὶ μεταῤῥέουσα ἄλλοτ’ ἐπ’ ἄλλο μέρος διὰ τὸ ταλαντεύεσθαι τὸ ὕδωρ δεῦρο κἀκεῖσε πολλάκις. Ὃ γίνεται μὲν καὶ ἐν τῇ ἀναπεπταμένῃ θαλάσσῃ· ἄδηλον δέ ἐστι, τῷ μὴ εἶναι τὴν αὐτῆς ἑκατέρωσε γῆν πλησίον, παρ’ ἣν ἀμείβουσα ἡ μετάῤῥυσις ταύτης γνωρίζοιτ’ ἄν.

δʹ. Ῥεῖ δ’ ἡ θάλασσα καὶ ἀπὸ τῶν ὑψηλοτέρων αὐτῆς ἐπὶ τὰ κοιλότερα διὰ τὸ πλῆθος τῶν εἰς τὰ ὑψηλότερα ταύτης ἐμβαλλόντων ποταμῶν· πέφυκε γὰρ τὸ ὕδωρ ἐκ τῶν ὑψηλοτέρων τόπων εἰς τὰ κοῖλα καταφέρεσθαί τε καὶ ῥεῖν. Ἔστι δὲ καὶ κἀν τῇ θαλάσσῃ τὰ μὲν αὐτῆς ὑψηλότερα, τὰ δὲ κοιλότερα.

Ὅπως δ’ ἂν ἡ θάλασσα ῥῇ, πάλιν ἐφ’ ἑαυτὴν ἔχει τὸ ῥεῦμα, καὶ οὐ πρὸς ἄλλο δοχεῖον ἐμβάλλει, καθάπερ οἱ ποταμοὶ πρὸς αὐτήν. Διὰ τοῦτο καὶ στάσιμόν ἐστι τὸ ὕδωρ τῆς θαλάσσης, ἀλλ’ οὐκ ἀπόῤῥυτον. εʹ. Στάσιμον δ’ ὂν ἢ πηγαῖον ἢ συλλογιμαῖον εἴη ἄν. Ἀλλ’ ἐπείπερ ἦν πηγαῖον, ἦν ἂν καὶ ἀπόῤῥυτον.

Πηγαῖον γὰρ ὕδωρ αὐτοφυὲς στάσιμον ὀλίγον εὑρίσκεται. Οὐδὲ γὰρ τὸ ἀπὸ μείζονος πηγῆς τὴν ἀρχὴν ἔχον δύναται στάσιμον εἶναι. Διὰ τοῦτο καὶ ὅσαι τῶν λιμνῶν ἐκ πηγῶν ἔχουσι τὰς ἀρχάς, αἱ μὲν φανερὰς ἀποῤῥύσεις ποιοῦνται, αἱ δὲ δι’ ὑπονόμων ἱστοροῦνται πρὸς θάλασσαν ἀποῤῥεῖν· καθὼς καὶ ἡ ὑπὸ τὸ ὄρος τὸν Καύκασον λίμνη, ἣν οἱ ἐκεῖσε θάλασσαν καλοῦσι διὰ τὸ μέγεθος· αὕτη γὰρ πολλῶν ποταμῶν ἐμβαλλόντων εἰς αὐτὴν καὶ μεγάλων οὐκ ἔχουσα φανερὸν ἔκρουν, ἐκδίδωσιν ὑπὸ γῆν κατὰ Κοραξοὺς περὶ τὰ καλούμενα βαθέα τοῦ Πόντου. Ὅθεν καὶ πόῤῥω τῆς γῆς περὶ τριακόσια στάδια σχεδὸν ἀναδίδωσι πότιμον ὕδωρ ἐπὶ τόπον πολύν.

ϛʹ. Ἐπεὶ τοίνυν τὸ τῆς θαλάσσης ὕδωρ στάσιμον ὂν οὐκ ἔστι πηγαῖον, ὡς δείκνυται, λείπεται εἶναι συλλογιμαῖον. Οὐκ ἂν δ’ εἴη συλλογιμαῖον ἐκ τῶν εἰσρεόντων ἐν αὐτῇ ποταμῶν, κἂν πολλοὶ ὦσι καὶ μέγιστοι. Τούτου γὰρ ὄντος ἦν ἂν πάλαι ποτὲ τῶν καιρῶν ὀλιγώτερον τὸ τῆς θαλάσσης ὕδωρ, καὶ ἀεὶ ἐπληθύετο. Μᾶλλον δ’ ἦν ἂν ἔχον ἐκ πηγῶν τὰς ἀρχὰς ἥπερ ἐκ ποταμῶν· καὶ οὕτω πάλιν ἀπόῤῥυτον ἦν.

ζʹ. Οἱ μὲν οὖν τῇ ἀνθρωπίνῃ σοφίᾳ καὶ τὴν θάλασσαν ἄναρχον, ὥσπερ δὴ καὶ τὸν κόσμον ὅλον ἑτοίμως ἔχουσιν ἀποφαίνεσθαι· ὅσοι δὲ τὴν γνῶσιν ἔσχον ὑπὸ τῆς τοῦ ἁγίου Πνεύματος ὑφηγήσεως, ὄντως οὔτε τὴν θάλασσαν, οὔτε τὸν ἄλλον κόσμον ἄναρχον ἐδιδάχθησαν, ἀλλ’ ἀκηκόασιν· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ πάλιν· Γεννηθήτω στερέωμα, καὶ τὸ ὑποκάτω τοῦ στερεώματος ὕδωρ συναχθήτω εἰς μίαν συναγωγήν· τουτέστιν, Ὁμοῦ γενέσθω καὶ καθ’ αὐτό, καὶ ὀφθήτω ἡ ξηρά. Τὸ γὰρ εἰς μίαν συναγωγὴν οὐ δηλοῖ τὸ ἐν ἑνὶ τόπῳ. Ἰδοὺ γὰρ ἡ θεία πάλιν φωνὴ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας.

ηʹ. Ὥσπερ τοίνυν τῶν ἄλλων στοιχείων ἑκάστῳ τόπον ἴδιον ἀφώρισεν ὁ δημιουργός, οὕτω δὴ καὶ τῷ ὕδατι. Δοκεῖ δὲ καὶ τοῖς φυσικοῖς ὂν κατέχει τόπον ἡ θάλασσα, μὴ εἶναι θαλάσσης τόπον, ἀλλ’ ἁπλῶς ὕδατος. Ὅθεν καὶ πάντες οἱ ποταμοὶ πρὸς τὴν θάλασσαν, ὡς πρὸς οἰκεῖον φέρονται τόπον.

Εἴς τε γὰρ τὸ κοιλότερον ἡ ῥύσις κατὰ φύσιν τῷ ὕδατι, καὶ ἡ θάλασσα τὸν κοιλότατον τόπον κατέχει τῆς γῆς. θʹ. Τὴν ἁλμυρότητα δὲ καὶ τὴν πικρίαν ἣν ἔχει ἡ θάλασσα, ἐκ τοῦ ἵστασθαι καὶ διόλου ἀτμίζειν ὑπὸ τοῦ ἡλίου ἔχειν δοκεῖ. Ἱσταμένης γὰρ αὐτῆς, τὸ μὲν λεπτότερον ἀνιμᾶται ὁ ἥλιος, τὸ δὲ παχύτερον καταλείπει· ὅπερ οἷον περίττωμα ὂν ὕδατος. ἁλμυρόν ἐστι καὶ πικρόν. Ὡς γὰρ ἐν τοῖς τῶν ζώων σώμασι ποτίμου τῆς ὑγρᾶς εἰσελθούσης τροφῆς πικρὸν καὶ ἁλμυρὸν γίνεται τὸ συλλεγόμενον εἰς τὴν κύστιν περίττωμα, διὰ τὸ ὑπὸ τῆς ἔμφυτον τοῖς ζώοις θερμότητος τὸ πότιμον ἕλκεσθαι καὶ εἰς τὰς σάρκας καὶ τὴν λοιπὴν οὐσίαν τοῦ σώματος ἀναδίδοσθαι καθὼς πέφυκεν· οὕτως ὑποληπτέον κἀπὶ τοῦ ὕδατος γίνεσθαι. Γλυκέος γὰρ ὄντος τοῦ ἀθρόου τῷ τὸ πότιμον αὐτοῦ διὰ τῆς ἀναθυμιάσεως τῆς ἡλιακῆς θερμότητος ἀποκρίνεσθαι, τὸ καταλειπόμενον καὶ ὥσπερ περίττωμα τοῦ παντὸς ὂν ἁλμυρόν ἐστι καὶ πικρόν.

ιʹ. Πολλοῦ δὲ πλήθους ὕδατος ἑκάστης ἡμέρας ἐμβάλλοντος εἰς τὴν θάλασσαν, οὐδὲν πλείων ἡ θάλασσα γίνεται. Πᾶν γὰρ τὸ εἰς αὐτὴν ἐμβάλλον, εἰς ἀχανὲς πλάτος σκιδνάμενον, ταχύ τε καὶ ἀδήλως ἀναξηραίνεται. Οὔτε δὲ πάλιν ἡ θάλασσα ἐλάττων φαίνεται πολλῆς καθεκάστην γινομένης τῆς ἀναθυμιάσεως ἐξ αὐτῆς, ὅτι τὸ ἀπὸ τῆς θαλάσσης ἀτμίσαν ὕδωρ αὖθις ἀντεισάγεται διά τε τῶν εἰσρεόντων εἰς αὐτὴν ποταμῶν, καὶ τοῦ καταφερομένου ὑετοῦ πρὸς αὐτήν. Καὶ ἁπλῶς τοῦ μὲν μὴ πληθύειν τὸν ὄγκον τοῦ ταύτης ὕδατος αἴτιον τὸ πλῆθος τῶν ἀναφερομένων ἀτμῶν, τοῦ δὲ μὴ ἐλαττοῦσθαι πάλιν αἴτιον τὸ ἔξωθεν εἰσερχόμενον ὕδωρ.

ιαʹ. Διὰ ταῦτα καὶ οὔτε γλυκυτέρα ὑπὸ τοῦ ἔξωθεν ὕδατος ἡ θάλασσα, οὔτ’ αὖθις ἀλμυροτέρα καὶ πικροτέρα ὑπὸ τῶν ἀναθυμιάσεων γίνεται, ἀλλ’ ὡς ἐπίπαν τὸ αὐτὸ ποσόν τε καὶ ποιὸν φυλάσσει τοῦ ὕδατος. ιβʹ. Οἱ μὲν οὖν ἄναρχον ποιοῦντες τὴν θάλασσαν ἄναρχον ἀκολούθως καὶ τὴν αὐτῆς εἶναι ποιότητα λέγουσιν· οἱ δὲ τὴν τῆς θαλάσσης γένεσιν παρὰ τῆς θείας μεμυημένοι Γραφῆς, οἴδασι καὶ τὴν ἀρχὴν τῆς ταύτης ποιότητος, πνευματικοῖς ὁμοῦ καὶ φυσικοῖς ἑπόμενοι δόγμασιν· ἐπεὶ γὰρ Θεοῦ κελεύσει διακεχώρισται τὸ περικαλύπτον τὴν γῆν ὕδωρ ὑπὸ τοῦ στερεώματος, οὐχ ὡς ἔτυχε γέγονεν ὁ διαχωρισμός, ἀλλὰ κατὰ τὸ προσῆκον, ὅσον μὲν λεπτότερον καὶ ἀεροειδέστερον καὶ κουφότερον τοῦ παντὸς διακριθέν, ἄνω τέτακται· τὸ δὲ παχύτερον καὶ γεωδέστερον καὶ βαρύτερον ὑπολείπει κάτω· καθὼς καὶ νῦν ὁρᾶται γινόμενον ὑπὸ τοῦτο τοῦ ἡλίου διακρινόμενον. Ὃ γὰρ νῦν ὁ ἥλιος ποιεῖ κατὰ βραχύ, τότ’ ἐσάπαξ ἐπεποιήκει τὸ στερέωμα. Τὸ δὴ τοιοῦτον ὕδωρ τὸ παχὺ καὶ βαρὺ καὶ γεῶδες ἀπετέλεσε τὰς θαλάσσας θείῳ νεύματι συναχθὲν εἰς τὰς πρότερον μὲν οὐκ οὔσας ὑποδοχάς, ὕστερον δὲ γενομένας ἐν τῷ γίνεσθαι τοῦ ὕδατος τὴν συναγωγήν.

Ὅθεν οὐδὲ τὸ ἐν μέσῳ τοῦ ὕδατος γενέσθαι τὸ στερέωμα καὶ διαχωρίζειν ἀνὰ μέσον ὕδατος καὶ ὕδατος δηλωτικὸν ἂν εἴη τοῦ κατ’ ἰσομοιρίαν ποσότητος ἐκτελεσθῆναι τὸν τοῦ ὕδατος διαχωρισμόν, ὥστε καὶ τὸ ὑποκάτω τοῦ στερεώματος ἐναπειλημμένον ὕδωρ τοσοῦτον εἶναι ὅσον δὴ ἐπάνω, κἀντεῦθεν τὴν μεταξὺ τῆς γῆς καὶ τοῦ στερεώματος χώραν ἅπασαν πεπληρῶσθαι ὑδάτων, καὶ ὕστερον ἐλθεῖν πρὸς τὴν νῦν οὖσαν κατάστασιν τῇ τῶν ὑδάτων πρὸς τὸν οἰκεῖον τόπον συναγωγῇ. Τῆς γὰρ ὅλης γῆς ἐλάχιστον ἐχούσης λόγον ἐῶ γὰρ εἰπεῖν μηδένα κατὰ τοὺς φυσικοὺς πρὸς τὴν σφαῖραν τοῦ στερεώματος, ὁποῖαι δὴ κοιλότητες ταύτης ἐπινοηθεῖεν ἄν, ὅλως ἱκαναὶ πρὸς τὴν τῶν τοσούτων ὑδάτων ὑποδοχήν. Ἀλλὰ τὸ μὲν ἐν μέσῳ τοῦ ὕδατος γίνεσθαι τὸ στερέωμα, ὑποληπτέον ἂν εἴη σημαίνειν τὸ ἁπλῶς ὕδατος μεταξὺ δεδημιουργῆσθαι τὸ σῶμα τοῦ στερεώματος· τὸ δὲ διαχωρίζειν ἀνὰ μέσον ὕδατος καὶ ὕδατος τὸ ἀπολαβεῖν καὶ ἀνενεγκεῖν καὶ φέρειν ἄνω πᾶν ὁπωσοῦν τὸ λεπτόν· τὸ πάντη δὲ γεωδέστατον καὶ οἷον εἰπεῖν τὴν τρύγα καὶ ὑποστάθμην καὶ ἁλμυρίδα τοῦ ὕδατος καταλιπεῖν κάτω καὶ μεσιτεύειν μὲν ὕδατι καὶ ὕδατι· πλὴν τὸ ἐπάνω τοῦ στερεώματος ὕδωρ ἀπειροπληθὲς εἶναι πρὸς τὸ ὑποκάτω τοῦ στερεώματος καὶ ὑπὲρ πάντα λόγον σχεδόν.

ιγʹ. Εἰ δὴ τοίνυν ἡ ὑπὸ τῆς ἡλιακῆς θερμότητος γινομένη τοῦ λεπτοτέρου διάκρισις ὕδατος αἰτία δοκεῖ τῆς ἁλμυρότητος τῇ θαλάσσῃ καὶ τῆς πικρότητος, διὰ τὸ μετουσίᾳ πυρώδους δυνάμεως τοῖς χυμοῖς φυσιολογεῖσθαι τῶν τοιούτων ποιοτήτων τὴν γένεσιν ὅσον γὰρ οὐ δεδυνῆσθαι τὸ θερμὸν ἐν τῇ διακρίσει πρὸς ἑαυτὸ ἐπισπάσασθαι, τοιοῦτον ἁλμυρόπικρον γίνεσθαι, ὡς τὴν τέφραν, κὰν τοῖς ζώοις τὸν ἱδρῶτα καὶ τὰ λοιπὰ περιττώματα· εἴη ἂν αἰτία προτέρα τῇ θαλάσσῃ τῆς οἰκείας ποιότητος ἡ ὑπὸ τοῦ στερεώματος γενομένη πρώτη τοιαύτη διάκρισις. Τῆς αὐτῆς γὰρ τῷ ἡλίῳ καὶ τὸ στερέωμα φύσεως παρὰ πάντων ὁμολογεῖται τῶν φυσικῶν, ὅσοι τε πέμπτον σῶμα τὸ αἰθέριον λέγουσι, καὶ ὅσοι πᾶν τὸ ὑπὸ τὴν αἴσθησιν ἐκ τῶν τεσσάρων στοιχείων συντεθειμένον γινώσκουσι, κἀντεῦθεν καὶ τὴν ὅλην ὑπὲρ σελήνην ἐγκόσμιον δημιουργίαν ἐκ τῶν στοιχειακῶν ἀκροτήτων ἐπικρατοῦντος τοῦ εἰλικρινεστέρου πυρὸς ἀποφαίνονται.