Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Πρὸς τοὺς μοναχοὺς περὶ πίστεως

Νικηφόρος Βλεμμύδης

Η θεία ενσάρκωση και η πρόσληψη της ανθρώπινης φύσης

Διδασκαλία περί του μυστηρίου της ενσαρκώσεως του Λόγου, της ασπόρου συλλήψεως και της θέωσης της αναμάρτητης ανθρώπινης φύσης χωρίς μεταβολή της ουσίας της.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 3 από 6

Χαρακτὴρ δὲ λέγεται τῆς πατρικῆς ὑποστάσεως ὁ Υἱός, οὐχ ὅτι αὐτός ἐστι τὸ ἴδιον τοῦ Πατρὸς—τίς γὰρ τοῦτ’ ἂν ὑπονοήσειε λόγου μετεσχηκώς; —, ἀλλ’ ὅτι, καθὸ πατήρ, ὁ Πατὴρ ἐκ τοῦ ἔχειν υἱὸν χαρακτηρίζεται καὶ γνωρίζεται, καὶ ὅτι, πάντα τὰ τοῦ Πατρὸς ἔχων ὁ Υἱὸς ἐν ἑαυτῷ, μένων υἱός, δείκνυσι τὸν ἐξ οὗ, καθάπερ εἰκὼν αὐτοῦ φυσική, ἀπαράλλακτος, διὸ καί φησιν· ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Νοῦς δὲ ὢν ὁ ἄναρχος φύσει Θεὸς ὁμοφυοῦς ὑπάρχει λόγου πηγαστικός· πατὴρ δὲ ὤν, γεννητικός ἐστιν ὁμοουσίου υἱοῦ· διὰ τοῦτο καὶ τοῦ Θεοῦ Λόγος καὶ Υἱὸς τοῦ Πατρὸς ὁ αὐτός.

Οὗτος ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρός, δι’ οὗ πᾶσαν τὴν κτίσιν ὡς δι’ οἰκείας σοφίας τε καὶ δυνάμεως ἐδημιούργησεν ὁ Πατήρ· αὐτὸς γάρ ἐστιν ἡ τοῦ Πατρὸς σοφία καὶ δύναμις. Οὗτος δι’ ἡμᾶς, εὐδοκίᾳ τοῦ γεγεννηκότος αὐτόν, ἐνηνθρώπησεν, ἐν τῷ Πατρὶ ὢν καὶ μεθ’ ἡμῶν γεγονώς—ἀπερίγραπτος γάρ—, καὶ σάρκα, ψυχήν, νοῦν, λόγον, θέλησιν, ἐνέργειαν, πάντα τὰ κατὰ φύσιν τῷ ἀνθρώπῳ προσόντα προσείληφε, μηδ’ αὐτῶν τῶν μετὰ τὴν πρώτην ἁμαρτίαν ἐπεισαχθέντων ἡμῖν παθῶν ὧν οὐ καθικνεῖται μῶμος μείνας ἀπείρατος, ἀλλὰ καὶ ταῦτα διὰ πολλὴν συγκατάβασιν προσηκάμενος, ἵνα μετασκευάσῃ πρὸς τὸ κρεῖττον πᾶσαν τὴν ἀνθρωπότητα· καὶ ἁπλῶς εἰπεῖν, τέλειος γέγονεν ἄνθρωπος, οὐ κατὰ φαντασίαν ἢ δόκησιν, ἀλλ’ ὄντως καὶ ἐναργῶς ὑπάρξας ἄνθρωπος, καθ’ ἡμᾶς ὁμοῦ καὶ ὑπὲρ ἡμᾶς.

Καθ’ ἡμᾶς ὅτι συλληφθεὶς ἐν μήτρᾳ γυναικός, ζωοπλασθεὶς ἐν αὐτῇ, κυοφορηθεὶς ἐφ’ ὅσον καὶ καθὼς ὁ τῆς φύσεως ἐδίδου νόμος, ἐτέχθη βρεφοπρεπῶς. Ὑπὲρ ἡμᾶς, ὅτι περ ἡ σύλληψις ἐξ ἁγίου Πνεύματος, ἄτερ συνδυασμοῦ, σαρκικῆς ἐκτὸς ἡδονῆς, χωρίς τινος ἐμπαθοῦς ἐννοήματος· ἡ τοῦ σώματος σύμπηξις ἐκ πανάγνων αἱμάτων παρθενικῶν· ἡ τελεσιουργία τοῦ σχήματος ἐκ πρώτης ἀρχῆς ἐξ αὐτῆς τῆς συλλήψεως· οὕτω γὰρ ἔπρεπε τῷ δίχα σπορᾶς. Ὁ τόκος ἄνευ ὠδίνων τὴν τῆς γειναμένης παρθενίαν οὐκ ἐλυμήνατο· μεμένηκε γὰρ αὕτη παρθένος καὶ μετὰ τόκον, ὥσπερ ἦν καὶ πρὸ τόκου καὶ πρὸ συλλήψεως, ἢ καὶ διὰ βίου παντὸς ἀειπάρθενος, ἄχραντός τε καὶ ἀκηλίδωτος. Τοιαύτην γὰρ ἔπρεπεν εἶναι τὴν τεκοῦσαν Θεόν. Καθ’ ἡμᾶς ὅτι σῶμα χοϊκὸν ἀνελάβετο καὶ φθαρτὸν ἐκ τῶν τεσσάρων συντεθειμένον χυμῶν, ψυχῇ τριμερεῖ ζωοποιούμενον, ἐμφύτῳ θερμῷ καὶ δυνάμεσι φυσικαῖς διοικούμενον, πείνῃ καὶ δίψῃ καὶ τοῖς ἄλλοις ἀνεγκλήτοις τῆς φύσεως ἀσθενήμασιν ὑποκείμενον. Ὑπὲρ ἡμᾶς, ὅτι περ οὐ ψιλὸς ἄνθρωπος ἦν, ἀλλ’ ἄνθρωπος ὁμοῦ καὶ Θεός· οὐ γὰρ τραπεὶς ἐκ τοῦ εἶναι Θεὸς εἰς τὸ γενέσθαι ἄνθρωπος τὴν οἰκείαν ἐνανθρώπησιν ἐξετέλεσεν, ἀλλὰ μείνας Θεός—ὅπερ ἦν— γέγονεν ἄνθρωπος—ὅπερ οὐκ ἦν—, οὐκ εἰς θείαν φύσιν τὴν ἀνθρωπίνην φύσιν μεταβαλών, ἣν προσείληφεν, ἀλλ’ ἐν τοῖς οἰκείοις ὅροις μείνασαν, θεώσας αὐτὴν διὰ τῆς ἄκρας ἑνώσεως.

Ὥσπερ γὰρ τῷ σιδήρῳ τὸ πῦρ ἑνούμενον ὁλικῶς ἐκπυροῖ μὲν αὐτόν, τῆς δὲ τοῦ σιδήρου φύσεως οὐκ ἐξίστησι— μένει γὰρ οὗτος καὶ μετὰ τὴν ἐκπύρωσιν σίδηρος, καὶ πεπυρωμένος σίδηρός ἐστί τε καὶ λέγεται—, τοιουτοτρόπως, τῇ βροτείᾳ φύσει ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς ἑνωθείς, ἐθέωσε μὲν αὐτήν, τοῦ δὲ βροτείαν εἶναι φύσιν αὐτὴν οὐκ ἐξέστησε· μένει γὰρ αὕτη φύσις βροτεία καὶ μετὰ τὴν θέωσιν, καὶ τεθεωμένη φύσις βροτεία καὶ λέγεται καὶ ἔστι—τεθεωμένη σὰρξ μετὰ ψυχῆς νοερᾶς, λογικῆς, θελητικῆς, ἐνεργητικῆς.

Ἐπεὶ δὲ νόθον ἡ ἁμαρτία καὶ παρὰ φύσιν—ἔξωθεν γὰρ ἡμῖν ὅταν μὴ νήφωμεν ἐπεισέρχεται—, ταύτην εἰκότως ὁ Θεὸς Λόγος οὐ προσελάβετο. Πάλιν ἐπεὶ τὴν προσληφθεῖσαν φύσιν ὅλην ἐθέωσεν, ἀνεπίβατος δικαίως ἡ θεωθεῖσα καὶ ἄψαυστος κατὰ πάντα τρόπον τῇ ἁμαρτίᾳ μεμένηκεν.