Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Σύντομος ἱστορία

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η περίοδος των ταραχών: Ο Ιουστινιανός Β', η ανατροπή του και η παλινόρθωση

Η δεσποτική διακυβέρνηση του Ιουστινιανού Β', η εκθρόνισή του από τον Λεόντιο, η περίοδος του Τιβερίου, η ανάκτηση της εξουσίας με τη βοήθεια των Βουλγάρων και η σκληρή εκδίκησή του έως το οριστικό του τέλος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 5 από 9

Καταλιμπάνει δὲ εἰς τὴν βασιλείαν τὸν υἱὸν Ἰουστινιανὸν ἑκκαιδέκατον ἔτος τῆς ἡλικίας ἄγοντα, ὃς τῆς βασιλείας ἐπιλαβόμενος τὰ ὑπὸ τοῦ πατρὸς τῆς εἰρήνης ἕνεκεν καὶ τῆς ἄλλης πολιτικῆς εὐταξίας βραβευθέντα διέστρεφε. μεθ’ ὧν λύει καὶ τὴν πρὸς τοὺς Βουλγάρους γενομένην εἰρήνην. ἱππικὰ δὲ στρατεύματα πρὸς τοῖς Θρᾳκῴοις διαγαγὼν χωρίοις κατὰ τῶν Σκλαβηνῶν εὐθέως ὥρμησε. μέχρι δὲ Θεσσαλονίκης ἐκδραμὼν πόλεως, πολλὰ τῶν ἐκεῖσε Σκλαβηνῶν γένη τὰ μὲν πολέμῳ τὰ δὲ ὁμολογίᾳ παραλαβών, εἰς τὴν τοῦ Ὀψικίου λεγομένην χώραν διὰ τῆς Ἀβύδου διαβιβάσας κατέστησεν. ἐξ ὧν στρατεύει ἄχρι καὶ εἰς τριάκοντα χιλιάδας λαόν, οὓς ἐξοπλίσας λαὸν ἐκάλεσε περιούσιον, ἄρχοντα αὐτοῖς ἐκ τῶν εὐγενεστέρων ἐπιστήσας Νέβουλον τοὔνομα. εἰς οὓς θαρρήσας λύει τὴν πρὸς τοὺς Σαρακηνοὺς παρὰ τοῦ πατρὸς γενομένην εἰρήνην, μεθίστησι δὲ καὶ τοὺς ἐν τῷ ὄρει τοῦ Λιβάνου λοχοῦντας ἐκ παλαιοῦ χρόνου ὁπλίτας. ἐκστρατεύει δὲ κατ’ αὐτῶν, καὶ κατὰ τὴν Σεβαστόπολιν γίνεται. καὶ αὐτοὶ δὲ ἐπιστρατεύσαντες πρὸς αὐτοὺς παραγίνονται· καὶ τὰ μὲν τῆς εἰρήνης φυλάττεσθαι βέβαια παρ’ αὑτῶν ἔφασκον, εἰ δὲ βούλοιντο διαστρέφειν Ῥωμαῖοι, θεὸν κριτὴν τῶν αἰτίων γίνεσθαι.

Ἰουστινιανοῦ δὲ μᾶλλον τῆς μάχης αἱρουμένου, οὗτοι τὸν τῆς εἰρήνης ἔγγραφον λόγον ἐφ’ ὑψηλοῦ ἀναρτήσαντες σημείου προάγειν ἐκέλευον, καὶ δὴ κατὰ Ῥωμαίων ἐχώρουν. οἱ δὲ εἰς φυγὴν ἐτράποντο. καὶ ὁ κληθεὶς περιούσιος τῶν Σκλάβων λαὸς τοῖς Σαρακηνοῖς προστίθεται, καὶ σὺν αὐτοῖς Ῥωμαίους ἀνῄρουν. ἐξ οὗ πλεῖον προσκτησάμενοι θάρσος πλειόνως τὴν Ῥωμαίων ἀρχὴν ἐλυμαίνοντο. καὶ τὰ μὲν πρὸς τὸ ἔθνος οὕτω πως ἔσχεν.

Εἰς δὲ τὰς πολιτικὰς ἀρχὰς καθίστα ἄνδρας ἀπηνεῖς καὶ ὠμοτάτους, ὧν ἦν Στέφανος εὐνοῦχος Πέρσης, ταμίας τῶν βασιλικῶν χρημάτων· καὶ πολλὰ τοὺς ὑπὸ χεῖρα αἰκιζόμενος ἄχρι καὶ εἰς τὴν μητέρα Ἰουστινιανοῦ τὴν τόλμαν ἐξήνεγκε, μάστιγας αὐτῇ [ἐν σχήματι] ὥσπερ τοὺς παῖδας οἱ γραμματισταὶ ἐπιθέμενος. Θεόδοτον δέ τινα μοναχόν, ἐγκλειστὸν τὸ πρότερον κατὰ τὰ Θρᾳκῷα τοῦ Στενοῦ λεγομένου πόρου γεγονότα, τῶν δημοσίων λογιστήν, ὃν τὸ δημῶδες γενικὸν λογοθέτην καλοῦσι, κατέστησεν, ὃς ὑπερβολῇ ὠμότητος οὐ τοὺς ὑπ’ αὐτὸν μόνον χρήματα ἔπραττε, μετεώροις σχοινίοις ἀναρτῶν καὶ ἀχύροις περικαπνίζων, ἀλλ’ ἤδη καὶ ἑτέρους περιφανεστέρους ἄνδρας δημεύων καὶ ἀφορήτους ποινὰς ἐπιφέρων ἀπέκτεννε.

Λεόντιον δέ τινα πατρίκιον ἐκ τῆς τῶν Ἰσαύρων ὁρμώμενον χώρας καὶ στρατηγὸν γενόμενον τοῦ ἀνατολικοῦ καλουμένου στρατεύματος, εὐδόκιμόν τε ἐν τοῖς πολέμοις πολλάκις γενόμενον, καὶ αὐτὸν ὑποφρούριον τρισὶ χρόνοις Ἰουστινιανὸς ἐποίησεν· εἶτα τῆς φρουρᾶς λύσας στρατηγὸν τῆς Ἑλλάδος προβάλλεται, αὐθημερὸν ἀναγκάσας τοῦ Βυζαντίου ἀπαίρειν. πρὸς ὃν γίνονται φίλοι τυγχάνοντες ἀωρὶ τῆς νυκτὸς Παῦλός τις μοναχὸς τῶν Καλλιστράτου μονῆς ὑπάρχων, ἀστρονόμος τὴν ἐπιστήμην, καὶ Γρηγόριος μοναχὸς καὶ ἡγούμενος ἐν τῇ Φλώρου μονῇ, Καππαδόκης τὸ γένος, ὡς προπέμψοντες. αὐτὸς δὲ ἰδὼν ἐνεκάλει λέγων ὡς “μάτην μοι τὰ τῆς βασιλείας προεμαντεύσασθε· νῦν γὰρ ἐνθένδε ἀποχωροῦντα τὸ τέλος με τῆς ζωῆς πικρὸν καταλήψεται”. οἱ δὲ τῆς ὁδοῦ εἶργον, βέβαια παρεχόμενοι <ὡς> εἰ μὴ ὀκνήσειεν τῆς ἐξουσίας κρατήσειεν. τούτοις πεισθεὶς εὐθὺς ἐπικομίζων τινὰς τῶν ὑπηρετῶν ἔτι τῆς νυκτὸς ἐνισταμένης καὶ ὅπλα ἀνελόμενος εἰς τὸ πραιτώριον ἄνεισιν ἡσυχῇ. καὶ σημηνάντων ὡς τὸν βασιλέα παρεῖναι ἐν τοῖς ἐκεῖσε πρᾶξαι τὰ κατὰ γνώμην, ὁ τοῦ πραιτωρίου ὕπαρχος ὑπήντα διανοιγνὺς τὰς πύλας· ὃν αὐτίκα χεῖρας καὶ πόδας ἐπέδησεν.

ἐντὸς δὲ γενόμενος Λεόντιος πάντας τοὺς καθειργμένους ἔλυσε καὶ ὁπλίσας ἐπὶ τὸν καλούμενον Φόρον ἐξώρμησε· κἀκεῖθεν σκεδαννυμένους ἀνὰ πάντα μέρη τῆς πόλεως βοῇ κράζειν ἐκέλευσε πάντας Χριστιανοὺς εἰς τὸ ἱερὸν τῆς Σοφίας παραγενέσθαι. ἐξ ὧν πᾶν τὸ πλῆθος θορυβηθὲν σπουδῇ πρὸς τὸν λουτῆρα τῆς ἐκκλησίας ἠθροίζετο. ὁ δὲ σὺν τοῖς μοναχοῖς καὶ ἑτέροις τῶν φίλων πρὸς Καλλίνικον τὸν τηνικαῦτα ἱεράρχην τῆς πόλεως ἔρχεται, καὶ βιάζεται κατελθεῖν καὶ φωνῆσαι πρὸς τὸν λαόν “αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος”. τὸ δὲ πλῆθος Ἰουστινιανὸν ἐδυσφήμει. καὶ οὕτως ἅπαντες ἐπὶ τὸν χῶρον τῆς ἱπποδρομίας ᾤχοντο. ἡμέρας δὲ ἐπιγενομένης ἐκφέρουσιν Ἰουστινιανὸν πρὸς αὐτούς. καὶ τῆς πληθύος βοώσης βασιλέα ξίφος διαδέχεσθαι, Λεόντιος τοῦ αἵματος αὐτοῦ φεισάμενος διὰ τὴν πρὸς Κωνσταντῖνον τὸν πατέρα αὐτοῦ ἀγάπην, τεμὼν τὴν γλῶτταν καὶ τὴν ῥῖνα ἐν Χερσῶνι τῇ πόλει ἐξώρισε, δέκατον ἤδη ἔτος ἐν τῇ βασιλείᾳ διανύσαντα. Λεόντιος δὲ ὑπὸ τοῦ πλήθους βασιλεὺς ἀναγορεύεται. Στέφανον δὲ τὸν εὐνοῦχον καὶ Θεόδοτον τὸν μοναχόν, δι’ ἣν ὑπέμειναν παρ’ αὐτῶν κάκωσιν, καὶ ἄκοντος τοῦ βασιλέως συλλαβόμενοι καὶ τῶν ποδῶν ἐξαναρτήσαντες διὰ σχοίνων συρέντας πρὸς τὴν καλουμένην τοῦ Βοὸς ἀγορὰν πυρὶ παραδεδώκεσαν. καὶ τὰ μὲν ἐν Κωνσταντινουπόλει οὕτω διέκειτο.

Ἡ δὲ ὑπὸ Ἀφρικὴν Καρχηδὼν πρῴην ὑπὸ Ῥωμαίοις τελοῦσα τότε ὑπὸ χεῖρα τῶν Σαρακηνῶν γίνεται, πολέμῳ παρ’ αὐτοῖς ληφθεῖσα. τοῦτο διαγνοὺς Λεόντιος ἅπαντα τὰ Ῥωμαϊκὰ ἐξώπλισε πλόϊμα, στρατηγόν τε ἐπ’ αὐτοῖς Ἰωάννην τὸν πατρίκιον ὡς ἔμπειρον τῶν πολεμίων προχειρισάμενος πρὸς Καρχηδόνα κατὰ τῶν Σαρακηνῶν ἐξέπεμψεν· ὃς ἐκεῖσε παραγενόμενος τοὺς μὲν ἐν αὐτῇ τῶν Σαρακηνῶν πολέμῳ ἐτροπώσατο, τὴν δὲ πόλιν Ῥωμαίοις ἀνεσώσατο, καὶ τἆλλα πάντα τὰ ἐκεῖσε πολίσματα τῆς τοῦ ἔθνους ἀπαλλάξας ἐξουσίας καὶ στρατὸν ὁπλίτην πρὸς φυλακὴν ἐν αὐτοῖς ἐγκαταλείψας αὐτοῦ διεχείμαζεν. ὁ δὲ τῶν Σαρακηνῶν βασιλεὺς ταῦτα μεμαθηκὼς πλείονα κατ’ αὐτοῦ ἐκίνησε πόλεμον, δι’ οὗ καὶ τὸν μὲν Ἰωάννην σὺν τῷ περιόντι αὐτῷ Ῥωμαϊκῷ στόλῳ ἐξώθησε, καὶ τὴν Καρχηδόνα παραλαμβάνει πάλιν καὶ τὰ περὶ αὐτὴν πολίσματα πάντα. ὁ δὲ Ἰωάννης ἀφορμήσας πρὸς βασιλέα ἀνήγετο, ἐν δὲ τῇ νήσῳ Κρήτῃ γενόμενος ὑπό τε τῶν ἀρχόντων καὶ τοῦ στρατιωτικοῦ πλήθους ἐστασιάζετο, ὡς οὐδαμῶς βουληθεὶς αἰσχύνῃ καὶ δέει κατεχόμενος πρὸς βασιλέα παραγενέσθαι. διὰ τοῦτο Λεόντιον μὲν δυσφημοῦντες ἀθετοῦσι, ψηφίζονται δὲ Ἀψίμαρον ὄνομα, στρατοῦ ἄρχοντα τῶν Κουρικιωτῶν τυγχάνοντα τῆς ὑπὸ Κιβυραιωτῶν χώρας, ὃν δρουγγάριον Ῥωμαίοις καλεῖν ἔθος, Τιβέριον αὐτὸν ἐπονομάσαντες.

ἐν δὲ τῷ μεταξὺ νόσος λοιμικὴ τῇ πόλει ἐπέσκηψε καὶ πλῆθος λαοῦ ἐν μησὶ τέτρασι διέφθειρεν. Ἀψίμαρος δὲ σὺν τῷ συνόντι αὐτῷ στόλῳ εἰς Βυζάντιον ἀναχθεὶς ἀντικρὺ τῆς πόλεως ἐν Συκαῖς λεγομένῳ παραθαλασσίῳ χωρίῳ προσορμίζεται. ἐπὶ χρόνον δέ τινα πόλεμον συμβαλὼν τοῖς ἐν τῇ πόλει, τέλος τοὺς ὑπὸ τοῦ τείχους Βλαχερνῶν φρουροὺς καὶ τοὺς τούτων ἄρχοντας ὑποφθείρας δόλῳ ὑπ’ αὐτῶν παραλαμβάνει τὴν πόλιν. καὶ ὁ σὺν αὐτῷ στρατὸς εἰσελθὼν τὰ χρήματα τῶν πολιτῶν διήρπαζε. Λεόντιον δὲ χειρωσάμενος τρίτον ἔτος ἐν τῇ βασιλείᾳ διάγοντα τὴν ῥῖνα αὐτοῦ ἐξέτεμε, καὶ ἐν τῷ καλουμένῳ τῆς Δελμάτου μοναστηρίῳ ἡσυχάζειν προσέταξε.

Καὶ οὕτως μὲν ταῦτα ἐπ’ αὐτοῖς συνέβαινεν· Ἰουστινιανὸς δὲ ἐπεὶ πρὸς τῇ Χερσῶνι διέτριβε, συχνότερον δημηγορῶν ὡς πάλιν κρατήσειν τῆς βασιλείας ἐπαρρησιάζετο. οἱ δὲ ὧδε πολῖται κίνδυνον ἑαυτοῖς ὑπονοούμενοι ἐβουλεύσαντο αὐτὸν ἀνελεῖν ἢ δεσμώτην πρὸς Ἀψίμαρον ἀναπέμπειν. αὐτὸς δὲ τοῦτο αἰσθόμενος ἐκεῖθεν διέφυγε καὶ εἰς τὸ φρούριον τὸ λεγόμενον Δόρος πρὸς τῇ Γοτθικῇ κείμενον χώρᾳ ἀπέδρασεν. αἰτεῖ δὲ τὸν τῶν Χαζάρων ἡγεμόνα (χαγάνους δὲ τούτους αὐτοὶ καλοῦσιν) ὡς αὐτὸν παραγενέσθαι. ὁ δὲ τῇ αἰτήσει εἶξε καὶ αὐτὸν μετὰ τιμῆς ἐδέξατο, καὶ φιλιωθεὶς αὐτῷ τὴν ἑαυτοῦ ἀδελφὴν Θεοδώραν καλουμένην εἰς γυναῖκα ἐξέδοτο. ὁ δὲ τῇ αὐτοῦ συναινέσει ἐν Φαναγώρῃ ἐλθὼν σὺν αὐτῇ διέτριβε. ταῦτα διαγνοὺς Ἀψίμαρος ἐνέκειτο συχνῶς τὸν τῶν Χαζάρων ἄρχοντα ἐκλιπαρῶν, πλεῖστα δὲ χρήματα καὶ δῶρα ὑπισχνεῖτο, εἰ ζῶντα Ἰουστινιανὸν ἢ τὴν κεφαλὴν αὐτῷ ἐκπέμψαι. ὁ δὲ ταῖς πολλαῖς εἴξας παρακλήσεσιν ὑπέσχετο τοῦτο πληροῦν. πέμπει οὖν ἄνδρας εἰς φυλακὴν αὐτοῦ καθεστάναι, τῷ μὲν προσχήματι ὡς μὴ ὑπὸ τῶν ὁμοφύλων ἐπιβουλευθείη, τῷ ὄντι δὲ φυλάσσειν, ὡς μὴ ἀποδράσαι ποτὲ προασφαλιζόμενος. κελεύει δὲ τῷ ἄρχοντι τῶν ὁμοεθνῶν, ᾠκειωμένῳ δὲ Ἰουστινιανῷ ὄντι, ἔτι δὲ καὶ τῷ ἄρχοντι τῷ τοῦ Βοσπόρου τοῦ Σκυθικοῦ ἐπιτηρεῖν ἡνίκα αὐτοῖς ἐπιτρέψει ἀνελεῖν αὐτὸν ὡς τάχιστα.

ταῦτα δὲ μηνύεται Θεοδώρᾳ παρά τινος τῶν τοῦ πατρὸς οἰκετῶν· ἡ δὲ τὰ τῆς ἐπιβουλῆς τῷ ἀνδρὶ ἀνετίθει. καὶ αὐτὸς τὸν οἰκεῖον ἐκεῖνον τὸν Χάζαρον καλέσας καὶ ἀπιδιάσας μετ’ αὐτοῦ ἀγχόνῃ παρέδωκε, τῷ αὐτῷ τε τρόπῳ ἀναιρεῖ καὶ τὸν Βοσπόρου ἄρχοντα. εὐθὺς δὲ Θεοδώραν τὴν γαμετὴν πρὸς τὸν πατέρα ἐκπέμπει, αὐτὸς δὲ ἀπάρας εἰς Τόμιν καλούμενον παραθαλάσσιον χωρίον κατῆλθε. κἀκεῖσε νηῒ ἐπιβὰς σὺν ἑτέροις τισὶν ἀνδράσι καὶ ταύτην παραπλεύσας ἦλθε μέχρι Συμβόλου τῇ πόλει πλησιάσας Χερσῶνι. καὶ προσορμίσας τῷ ἐκεῖσε λιμένι πέμπει ἕνα τῶν ἑταίρων ἐπὶ τῇ πόλει, κἀκεῖθεν ἄγει πρὸς αὐτὸν τὸν Βαρασβακούριον καὶ τὸν τούτου ἀδελφὸν τόν τε Σαλιβᾶν καὶ ἑτέρους τινὰς ἄνδρας. καὶ σὺν αὐτοῖς ἐκπλεύσας, τὰ λεγόμενα Νεκρόπηλα παρελθὼν πρὸς τὸν Ἴστρον ποταμὸν παραγίνεται. ἐκεῖθεν ἐκπέμπει τῶν συνόντων τινὰ Στέφανον πρὸς Τέρβελιν κύριον ὄντα τηνικαῦτα τῶν ἐκεῖσε Βουλγάρων, παρακαλῶν συλλαβέσθαι αὐτῷ ὥστε τὸν τῆς βασιλείας ἀπολήψεσθαι θρόνον, ἄλλα τε πλεῖστα δῶρα ὑποσχόμενος καὶ τὴν ἑαυτοῦ θυγατέρα εἰς γυναῖκα αὐτῷ δώσειν ἐπαγγειλάμενος. ὁ δὲ προθύμως ἐν πᾶσιν ὑπεῖκε, καὶ Ἰουστινιανὸν σὺν τιμῇ μεγάλῃ ἐδέξατο, καὶ ἅπαντα τὸν ὑπ’ αὐτῷ λαὸν ὁπλίσας σὺν αὐτῷ ἐπὶ τὴν βασιλεύουσαν ᾤχετο. προσεδρεύει δὲ τῷ τείχει Βλαχερνῶν ἐπὶ τρισὶν ἡμέραις, ἀξιῶν τοὺς τῆς πόλεως εἰσδεχθῆναι αὐτὸν βασιλέα.

οἱ δὲ αἰσχρῶς ὑβρίζοντες ἀπέπεμπον. ὁ δὲ νυκτὸς εἰσδύεται σὺν ὀλίγοις τισὶ κατὰ τὸν τῆς πόλεως ἀγωγὸν κἀντεῦθεν παραλαμβάνει τὴν πόλιν καὶ πρὸς βραχὺ σκηνοῦται ἐν τῷ παλατίῳ Βλαχερνῶν. Ἡράκλειον δὲ τὸν ἀδελφὸν Ἀψιμάρου στρατηγὸν τοῦ ἀνατολικοῦ στρατοῦ γενόμενον καὶ τοὺς ἄλλους ἄρχοντας καὶ ὑπασπιστὰς αὐτοῦ πρὸς τῷ τείχει ἐπὶ ξύλου ἀνήρτησεν. Ἀψίμαρον δὲ συλλαβὼν ἕβδομον ἔτος ἐν τῇ βασιλείᾳ διανύσαντα, ἔτι δὲ καὶ Λεόντιον σιδήροις πεδήσας κατέσχεν ἐν εἱρκτῇ· μετὰ δὲ ταῦτα ἱππικὸν ἐπιτελέσας ἀγῶνα, θάτερον μὲν ἐκ δεξιῶν θάτερον δὲ ἐξ ἀριστερῶν πρὸς τοῖς ποσὶν αὐτοῦ πατεῖσθαι ῥίψας ἐπὶ ὥρας βραχείας, μετὰ ταῦτα ἐκπέμπει ἐν τῷ καλουμένῳ Κυνηγίῳ τμηθῆναι τὰς κεφαλάς. τὸν δὲ Βουλγάρων ἄρχοντα Τέρβελιν ἔξω τείχους Βλαχερνῶν σκηνούμενον πολλὰ φιλοφρονησάμενος, τέλος παραγενόμενον πρὸς αὐτὸν χλανίδα τε περιβάλλει βασιλικὴν καὶ Καίσαρα ἀναγορεύει, καὶ συμπάρεδρον ποιησάμενος προσκυνεῖσθαι σὺν αὐτῷ ὑπὸ τοῦ λαοῦ ἐκέλευε, καὶ πλεῖστα παρασχόμενος δῶρα πρὸς τὰ ἑαυτοῦ ἐξέπεμπε. Καλλίνικον δὲ τὸν τῆς πόλεως ἱεράρχην, ὡς δυσφημήσαντα αὐτὸν ἐπὶ τῇ τοῦ Λεοντίου ἀναγορεύσει, τυφλώσας ἐν τῇ Ῥώμῃ ἐξέπεμψε, Κῦρον ἀντ’ αὐτοῦ εἰς τὴν ἱερωσύνην προχειρισάμενος τὸν ἐν Ἀμάστριδι ἐγκλειστὸν γενόμενον, προσημάναντα αὐτῷ ἐκεῖσε παριόντι τὴν τῆς δευτέρας βασιλείας κατάστασιν.

πολύν τε φόνον καὶ κάκωσιν ἐν τοῖς ὑπηκόοις ἐποιεῖτο· τοὺς μὲν γὰρ εἰς ἄρχοντας προβαλλόμενος αὐτίκα ἑτέρους ὄπισθεν ἐκπέμπων ἀνῄρει, οὓς δὲ ἐν δείπνῳ συγκαλῶν δόλῳ ἀπέκτεινεν, ἄλλους ἐν τῷ βυθῷ σάκκοις ἐμβαλὼν ἀπέρριπτε, καὶ συνελόντα εἰπεῖν, ὠμότητι πολλῇ καὶ θηριώδει γνώμῃ πρὸς τὸ ὑπήκοον διακείμενος. ἐν τούτοις δὲ μεταστέλλεται ἀπὸ Χαζαρίας Θεοδώραν τὴν ἑαυτοῦ γαμετὴν καὶ Τιβέριον τὸν ἐξ αὐτῆς τεχθέντα αὐτῷ υἱόν, καὶ στέφει αὐτοὺς εἰς βασιλέας.

Μετὰ τοῦτο λύει τὴν πρὸς τοὺς Βουλγάρους εἰρήνην, καὶ στρατεύματα πλεῖστα διά τε γῆς καὶ θαλάσσης πρὸς τοῖς Θρᾳκῴοις μέρεσι διαγαγὼν πρὸς τῇ Ἀγχιάλῳ πόλει ὡς πολεμήσων αὐτοὺς παραγίνεται. ἀφυλάκτως δὲ τοῦ λαοῦ πρὸς τὰ ἐκεῖσε πεδία ἐπὶ κομιδῇ χόρτου σκεδαννυμένου ἐπιπίπτουσιν ἀθρόως οἱ Βούλγαροι καὶ πολλοὺς αὐτῶν διαφθείρουσι, πολλοὺς δὲ καὶ αἰχμαλώτους εἷλον. καὶ Ἰουστινιανῷ ἐν τῇ πόλει Ἀγχιάλῳ ἀπολειφθέντι ἐπὶ τρισὶν ἡμέραις προσεδρεύουσιν. ὁ δὲ νυκτὸς ναυσὶν ἐπιβὰς φυγῇ ἐκεῖθεν ἀπέπλευσε καὶ εἰς Βυζάντιον ἐπανάγεται.

Ἐν τούτοις ὄντων τῶν πραγμάτων ὁ τῶν Σαρακηνῶν βασιλεὺς λαὸν πλεῖστον ὁπλίτην ἐκπέμπει, ἡγεμόνας αὐτοῖς ἐπιστήσας Μασαλμᾶν καὶ Σολυμᾶν κατὰ τὴν αὐτῶν διάλεκτον καλουμένους, ὡς τὰ Τύανα τὴν πόλιν πολιορκήσοντας. οἱ δὲ ἐκεῖσε παραγενόμενοι, πολέμους πλείστους συνάψαντες, μέρος δὲ καὶ τοῦ τείχους ἐκ τῶν πρὸς τειχομαχίαν ὀργάνων καταβαλόντες καὶ πλέον οὐδὲν ἀνύσαι ἰσχύσαντες, ἀποχωρεῖν πρὸς τὰ οἰκεῖα ἐβούλοντο. ἐν ᾧ ἐκπέμπει Ἰουστινιανὸς πρὸς τῇ μεσογείᾳ, καὶ πλεῖστον λαὸν ἄγροικόν τε καὶ γεωργικὸν ἀθροίσας πρὸς τὰ Τύανα ἀφικνεῖσθαι ἐκέλευσεν ὡς τοὺς πολιορκουμένους ἐπαμυνόμενος. τούτους ἀόπλους οἱ Σαρακηνοὶ θεασάμενοι ὁρμῶσι κατ’ αὐτῶν, καὶ τοὺς μὲν ξίφει ἀνεῖλον τοὺς δὲ αἰχμαλώτους συνέλαβον. ἐντεῦθεν θαρραλεώτερον διατεθέντες τῆς προσεδρίας Τυάνων εἴχοντο. οἱ δὲ ἀπορίᾳ δαπανημάτων τῶν πρὸς μάχην ἀπειπόντες τῆς τε παρὰ βασιλέως βοηθείας οὐκ εὐπορήσαντες, ὁμολογίᾳ ἑαυτοὺς τοῖς ἐχθροῖς παρέδοσαν καὶ πρὸς τὰ τῶν Σαρακηνῶν ἤθη ἀπῴχοντο.

ἐξ ἐκείνου λοιπὸν πλείστη τοῖς ἐχθροῖς παρρησία ἐδέδοτο ἀδεῶς τὰς Ῥωμαίων καταληΐζεσθαι χώρας, οὐδενὸς τούτοις ἰσχύοντος ἀντιτάττεσθαι, καί τινα τούτων ἀποδασμὸν εἰς τριάκοντα ἄνδρας περιιστάμενον ἄχρι Χρυσοπόλεως κατελθεῖν (παραθαλάσσιον χωρίον ἀντικρὺ Βυζαντίου πρὸς ἥλιον ἀνίσχοντα ἱδρυμένον), καὶ τοὺς μὲν αὐτόσε οἰκήτορας ἀποσφάξαι, τὰς δὲ πορθμίδας ἐμπρῆσαι ναῦς.

Ἰουστινιανὸς δὲ ἐν μνήμῃ ἔχων περὶ τῆς γενομένης αὐτῷ πρὸς Ἀψίμαρον παρὰ τῶν ἐν Χερσῶνι διαβολῆς, ναῦς πολὺ πλείστας καὶ διαφόρους συναγείρας, ἐμβιβάσας παρ’ αὐτοῦ ἄχρι εἰς ἑκατὸν χιλιάδας ἀριθμὸν ἀνδρῶν, [εἰδότας] ἔκ τε τῶν στρατιωτικῶν καταλόγων, ἔτι δὲ καὶ τοῦ γεωργικοῦ καὶ τῶν βαναυσικῶν τεχνῶν τῶν τε ἐκ τῆς συγκλήτου βουλῆς καὶ τοῦ τῆς πόλεως δήμου, Στέφανον δέ τινα πατρίκιον τὸ ἐπίκλην Ἄσμικτον τοῦ τοιούτου στόλου ἡγεμόνα προβαλόμενος ἐξέπεμψε, προστάξας πάντας τοὺς ἐν Χερσῶνι καὶ Βοσφόρῳ καὶ τοὺς τῶν ἄλλων ἀρχοντιῶν λαοὺς ξίφεσιν ἀνηλωκέναι, Ἡλίαν δὲ τὸν αὐτοῦ δορυφόρον σὺν αὐτῷ ἀπιόντα ἄρχοντα Χερσῶνος ἐγκαταστῆσαι, ἔτι δὲ καὶ Βαρδάνην Ἀρμένιον τῷ γένει ἐξόριστον ἐκεῖσε καταλιπεῖν. Στέφανος δὲ διὰ τῆς Ποντικῆς θαλάσσης πρὸς τὰ ἐκεῖσε περαιωθεὶς τὰ προστεταγμένα ἐπλήρου, μειράκιά τινα ὀλίγα τῷ συνόντι αὐτῷ λαῷ ὡς δῆθεν αἰχμάλωτα περιποιήσας. Τουδοῦνον δὲ τὸν Χερσῶνος ἄρχοντα καὶ Ζωῗλον πρωτοπολίτην λεγόμενον καὶ ἑτέρους ἄνδρας τεσσαράκοντα τῶν ἐμφανεστέρων δεσμώτας σὺν γυναιξὶ καὶ παισὶ πρὸς Ἰουστινιανὸν ἔπεμψεν, ἄλλους τε τῶν πρωτευόντων Χερσῶνος ἄνδρας ἑπτὰ ξυλίνοις ὀβελοῖς προσαρτήσας ἐπὶ πυρὸς διώπτησε. τοὺς δὲ τῶν ἑτέρων προστατεύοντας πολισμάτων ἄνδρας ἄχρι καὶ εἰς εἴκοσι ἀκατίῳ ἐμβαλὼν καὶ προσδήσας λίθους τε τούτῳ πλείστους * τῷ βυθῷ παραδέδωκεν.

Ἰουστινιανὸς δὲ φιλανθρωπότερον τὸν Στέφανον διατεθέντα παρὰ τὰ διατεταγμένα αὐτῷ νομίσας διὰ τὴν τῶν μειρακίων περιποίησιν, σπουδαιότερον ἐπανήκειν πρὸς αὐτὸν ἐκέλευσεν. αὐτὸς δὲ κατὰ τὰ προσταχθέντα ἐκεῖθεν ἀπάρας μηνὸς Ὀκτωβρίου ἐνισταμένου χειμῶνι μεγάλῳ καὶ ναυαγίῳ περιπίπτει, εἰς τρεῖς καὶ ἑβδομήκοντα χιλιάδας τῶν καταποντισθέντων ἀριθμηθέντων, ὧν τὰ πτώματα ἐξ Ἀμάστριδος πόλεως μέχρις Ἡρακλείας ὑπὸ τῆς θαλάσσης ἀπερρίπτετο. ἐφ’ οἷς οὐ λυπηθεὶς ἀλλὰ καὶ λίαν περιχαρὴς γενόμενος Ἰουστινιανὸς πάλιν βουλεύεται ἕτερον ἐκεῖσε ἐκπέμπειν στόλον. οἱ δὲ τῶν χωρῶν τούτων ἄρχοντες τῆς φήμης αἰσθόμενοι ἑαυτοὺς ὅση δύναμις ἠσφαλίζοντο, πρὸς δὲ τοὺς Χαζάρους διαπρεσβεύονται ὥστε ἐπὶ φυλακὴν τούτων λαὸν ἀποστέλλειν καὶ περισώζειν τοὺς ἐν αὐταῖς περιλειφθέντας. ταῦτα Ἰουστινιανὸς μεμαθηκὼς Γεώργιον τὸν πατρίκιον ἀποστέλλει καὶ Ἰωάννην τὸν τῆς πόλεως ὕπαρχον σὺν ἑτέροις ἄρχουσι καὶ στρατῷ ἄχρι τριακοσίων ἀνδρῶν, παραδοὺς αὐτοῖς Τουδοῦνον καὶ Ζωῗλον, ὥστε ἀποκαταστῆσαι αὐτοὺς ταῖς οἰκείαις ἀρχαῖς, Ἡλίαν δὲ ἀγαγεῖν ὡς αὐτόν. τούτων ἐν Χερσῶνι παραγενομένων οἱ τῆς πόλεως μόνους Γεώργιον καὶ τοὺς σὺν αὐτῷ ἄρχοντας ἀξιοῦσιν ἐντὸς γενέσθαι τῆς πόλεως· οὗ γεγονότος τὰς μὲν πύλας ἐπ’ αὐτοῖς ἔκλεισαν, Γεώργιον δὲ καὶ Ἰωάννην ξίφει ἀναιροῦσι.

τοὺς δὲ ἔξω τοῦ τείχους ἀπολειφθέντας στρατιώτας, ἔτι δὲ καὶ Τουδοῦνον καὶ Ζωῗλον τοῖς ἐκεῖσε προσεδρεύουσι Χαζάροις παραδόντες τῷ χαγάνῳ παρέπεμψαν, οὓς παραλαβόντες οἱ Χάζαροι κατὰ τὴν ὁδὸν ἔκτεινον. οἱ δὲ τῆς πόλεως Χερσῶνος Ἰουστινιανὸν μὲν αἰσχρῶς δυσφημήσαντες καθύβριζον, Βαρδάνην δὲ τὸν ἐκεῖσε ὄντα ἐξόριστον ὡς βασιλέα εὐφήμουν. τούτων αἰσθόμενος Ἰουστινιανὸς καὶ μείζονι θυμῷ ἐξαπτόμενος τὰ μὲν Ἡλία τέκνα τῷ μητρῴῳ κόλπῳ φερόμενα ἀνήλισκεν, τὴν δὲ αὐτοῦ γυναῖκα τῷ ἰδίῳ μαγείρῳ ζευχθῆναι ἠνάγκασεν, Ἰνδῷ τῷ γένει καὶ ὅλῳ δυσειδεῖ τυγχάνοντι. ἕτερον δὲ πάλιν μέγαν στόλον ἀποστέλλει, ἡγεῖσθαι τούτου προχειρισάμενος Μαῦρον τὸν πατρίκιον, προστάξας τὴν μὲν πόλιν Χερσῶνος καταστρέψασθαι καὶ ἅπαντας τοὺς ἐν αὐτῇ ἀφειδῶς κατακτεῖναι. ὁ δὲ πρὸς Χερσῶνα περαιωθεὶς τοῦ ἔργου εἴχετο. λαοῦ δὲ Χαζάρων ἐξαπιναίως ἐπιπεσόντος ἡ μὲν πόλις περιεσώζετο, Βαρδάνης δὲ ὡς τὸν κύριον τῶν Χαζάρων φυγὰς ᾤχετο.

Μαῦρος δὲ ὁ πατρίκιος πρὸς μὲν τὴν πολιορκίαν ἀμηχανήσας, παλινοστεῖν δὲ πρὸς Ἰουστινιανὸν δεδιώς, συμφρονεῖ τῇ πόλει Χερσωνιτῶν. καὶ Ἰουστινιανὸν μὲν ἀπηναίνοντο, Βαρδάνην δὲ ὡς βασιλέα εὐφήμουν, Φιλιππικὸν αὐτὸν μετονομάσαντες. καὶ πρὸς τὸν Χάζαρον διαπρεσβεύονται τοῦτον ὡς αὐτοὺς ἀπεσταλκέναι. ὁ δὲ ὅρκοις ἐμπεδοῖ τὸ Ῥωμαϊκὸν πλῆθος περὶ τῆς Βαρδάνου σωτηρίας χρήματα αὐτοὺς πραξάμενος, κατ’ ἄνδρα ἕκαστον νόμισμα εἰληφώς. Ἰουστινιανὸς δὲ χρόνου παρερχομένου ὑπώπτευεν ὡς καὶ παρ’ αὐτῶν ἠθετημένος εἴη. διὰ τοῦτο αἱρεῖται Τέρβελιν τὸν ἄρχοντα τῶν Βουλγάρων καὶ τηνικαῦτα συμμαχεῖν αὐτῷ. ὁ δὲ πέμπει πρὸς αὐτὸν ἄνδρας ὡς τρισχιλίους, οὓς δεξάμενος συμπεραιοῦται αὐτοῖς, καὶ ἅμα τῷ τοῦ Ὀψικίου λεγομένῳ στρατῷ εἰς τὸ καλούμενον πεδίον τοῦ Δαματρῦ ἱδρύσασθαι παρεκέλευεν. αὐτὸς δὲ τούς τε ἄρχοντας ἑαυτοῦ καὶ στρατὸν ὁπλίτην ἕτερον παραλαβὼν πρὸς τοῖς Ποντικοῖς ἐξέδραμε χωρίοις, ἄχρι παραθαλασσίου κώμης Γιγγιλίσσου ὀνομαζομένης, ὥστε ἀναμανθάνειν οἷα τὰ ἐν Χερσῶνι αὐτῷ πεπραγμάτευτο. ἐπὶ χρόνον δέ τινα ἐκεῖσε διατρίψας καὶ θεασάμενος τὸν τοιοῦτον στόλον σὺν τῷ Φιλιππικῷ βασιλεύοντι πρὸς Βυζάντιον καταίροντα, πρὸς τὸν καταλειφθέντα αὐτῷ λαὸν κατὰ τὸν Δαματρὺν παλινοστεῖ. Φιλιππικὸς δὲ πολέμου ἐκτὸς εἰς τὴν πόλιν εἰσῄει, καὶ αὐτίκα Ἡλίαν σὺν ὁπλίτῃ λαῷ κατὰ Ἰουστινιανοῦ ἀποστέλλει.

καὶ αὐτὸς τῷ μὲν συνόντι Ἰουστινιανῷ πλήθει ὅρκοις τὰ τῆς σωτηρίας ἐβεβαίωσε καὶ τὸν τῶν Βουλγάρων λαὸν σώους ἐπανήκειν ὑπέσχετο, αὐτοῦ δὲ Ἰουστινιανοῦ τὴν κεφαλὴν ἐκτέμνει, ἤδη ἔτος ἕκτον ἀνύσαντος ἐν τῇ δευτέρᾳ αὐτοῦ βασιλείᾳ, καὶ πρὸς Φιλιππικὸν ἐκπέμπει. ὁ δὲ ταύτην δεξάμενος πρὸς τοῖς ἑσπερίοις τόποις ἄχρι Ῥώμης ἀπέστελλε.

Μαῦρον δὲ τὸν πατρίκιον καὶ Ἰωάννην τὸν βασιλικὸν δορυφόρον, ἐπίκλην Στροῦθον, κατὰ Τιβερίου τοῦ υἱοῦ Ἰουστινιανοῦ ἐξέπεμψεν, ὃν καταλαμβάνουσιν ἐν τῷ θυσιαστηρίῳ καταφυγόντα τοῦ ἱεροῦ τῆς πανάγνου θεομήτορος τοῦ ἐν Βλαχέρναις ὄντος, ἐν ᾧ εἰσπηδήσας Ἰωάννης ἀφέλκεται τῆς ἱερᾶς ἐξημμένον τραπέζης, μήτε τὰ ἐκ τοῦ θυσιαστηρίου εὐλαβηθεὶς μήτε τοῖς πολλοῖς δάκρυσιν Ἀναστασίας τῆς αὐτοῦ μάμμης εἴξας· παρῆν γὰρ καὶ αὐτὴ τῷ ἐγγόνῳ συγκινδυνεύουσα. καὶ τοῦτον εἰς τὴν τοῦ ὑπερκειμένου τείχους πυλίδα τὴν καλουμένην τῶν Καλλινίκων ζῴου ἀλόγου δίκην μαχαίρᾳ ἀποσφάττουσιν, ἐν τῷ ἱερῷ τῶν θείων Ἀναργύρων τῶν καλουμένων τῶν Παυλίνης ταφῆναι προστάξαντες. μεθ’ ὃν συλλαμβάνονται καὶ Βαρασβακούριον καὶ τοὺς λοιποὺς Ἰουστινιανοῦ ἄρχοντας, καὶ πάντας ξίφει ἀναιροῦσι.