Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόδημος ὁ Ἁγιορείτης – Σχόλια εἰς τὰ τοπικὰ σύνοδα

Νικόδημος ὁ Ἁγιορείτης

Σχόλια στη Σύνοδο της Καρθαγένης επί Κυπριανού

Ιστορικό πλαίσιο των τοπικών συνόδων της Καρθαγένης υπό τον άγιο Κυπριανό, παράθεση του κανόνα περί αναβαπτισμού των αιρετικών και η σχετική ερμηνεία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόδημος ὁ Ἁγιορείτης

—

Κεφάλαιο 3 από 15

ΠΕΡΙ ΤΗΣ ΕΠΙ ΚΥΠΡΙΑΝΟΥ ΣΥΣΤΑΣΗΣ ΕΝ ΚΑΡΧΗΔΟΝΙ ΣΥΝΟΔΟΥ ΠΡΟΛΕΓΟΜΕΝΑ Τρεῖς τοπικαὶ Σύνοδοι περὶ ἀναβαπτισμοῦ ἔγιναν ἐν Καρχηδόνι, ἤτοι ἐν Καρθαγένῃ, ἐπὶ τοῦ ἁγίου ἱερομάρτυρος Κυπριανοῦ. Μία μὲν ἐν ἔτει ἀπὸ Χριστοῦ 255 κατὰ τὸ τέταρτον ἕτος τῆς βασιλείας Οὐαλλεριανοῦ καὶ Γαλληΐνου, ἐν ᾗ διωρίσθη ὅτι ἔξω τῆς Ἐκκλησΐας κᾀνένας δὲν δύναται νὰ βαπτισθῇ, ἐπειδὴ εἶναι ἕνα τὸ τῆς καθολικῆς Ἐκκλησίας βάπτισμα, ὅθεν καὶ οἱ αἱρετικοὶ ὁποῦ προσέρχονται τῇ καθολικῇ Ἐκκλησίᾳ πρέπει νὰ ἀναβαπτίζωνται.

Οἱ δὲ παρὰ τῶν ὀρθοδόξων κανονικῶς βαπτισθέντες πρότερον, καὶ αἱρετικοὶ γενόμενοι, οὗτοι ἐπιστρέφοντες εἰς τὴν ὀρθοδοξίαν, νὰ δέχωνται, ὄχι διὰ βαπτίσματος, καθὼς ἔλεγεν ὁ Ναυάτος, ἀλλὰ διὰ μόνης εὐχῆς καὶ ἐπιθέσεως τῶν χειρῶν (περὶ οὗ ὅρα καὶ τὸν ηʹ. τῆς αʹ.) ὡς τοῦτο δηλοῦται ἐκ τῆς πρὸς Κόϊντον ἐπιστολῆς, ἥτις ἐστὶ τοῦ Κυπριανοῦ ἐπιστολὴ οαʹ. Δευτέρα δὲ ἐν ἔτει 258 (ἢ 256 κατὰ τὸν Μίλιαν ἐν τῷ αʹ. τόμῳ τῶν Συνόδων), ἐν ᾗ ἦσαν παρόντες Ἐπίσκοποι οαʹ. ἀπό τε τῆς Νουμιδίας καὶ τῆς λοιπῆς Ἀφρικῆς, τοὺς ὁποίους συνήθροισεν ὁ ἅγιος Κυπριανός, ἵνα μετὰ μείζονος δυνάμεως βεβαιώσωσι, καὶ ἐπικυρώσωσι τὸν ἐν τῇ πρῴην Συνόδῳ ἐκτεθέντα διορισμὸν περὶ ἀναβαπτισμοῦ, οἵτινες καὶ ἐδιώρισαν, πρῶτον, ὅτι ὅσοι ὄντες ἐν τῇ Ἐκκλησίᾳ, Κληρικοὶ δηλ. ἀφίνουν τὴν πίστιν, οὗτοι ἐπιστρέφοντες πάλιν, νὰ δέχωνται μόνον ὡς λαϊκοί, καὶ δεύτερον, ὅτι, τόσον νὰ ᾖναι ἀνίσχυρον τὸ βάπτισμα τῶν αἱρετικῶν, ὥστε ὁποῦ αὐτοὶ ἐπιστρέφοντες καὶ βαπτιζόμενοι ὀρθοδόξως, νὰ μὴ νομίζωνται ὅτι ἀναβαπτίζονται μὲ δεύτερον βάπτισμα, ἀλλὰ νὰ λογίζωνται, ὅτι λαμβάνουν πρώτην φορὰν τὸ βάπτισμα, ὡς μὴ ἔχοντες ὅλως ἀληθὲς βάπτισμα. Ἐγένετο δὲ καὶ τρίτη Σύνοδος ἐν Καρθαγένῃ ἐν ἔτει τῷ αὐτῷ παρὰ τοῦ αὐτοῦ ἁγίου Κυπριανοῦ, ἐν ᾗ ἦσαν Ἐπίσκοποι πδʹ.

ἥτις καὶ τὴν παροῦσαν συνοδικὴν κανονικὴν ἐπιστολήν, ταὐτὸν εἰπεῖν τὸν παρόντα Κανόνα ἀπέστειλε πρὸς Ἰοβιανὸν Ἐπίσκοπον, καὶ τοὺς ἐκείνου Ἐπισκόπους, καθὼς μὲν λέγει ὁ Ζωναρᾶς (καὶ ἡ ἐπιστολὴ δηλοῖ), διὰ τί ὁ Ἐπίσκοπος οὗτος ἠρώτησε τὸν θεῖον Κυπριανόν, ἂν πρέπῃ νὰ βαπτίζωνται οἱ σχισματικοὶ Ναυατιανοὶ προσερχόμενοι εἰς τὴν καθολικὴν Ἐκκλησίαν. Καθὼς δὲ λέγει ὁ πολυμαθέστατος Δοσίθεος διὰ τί ἀπεστάλη ἐπιστολὴ παρὰ τῆς ἀνωτέρας βʹ. Συνόδου πρὸς τὸν πάπαν τῆς Ῥώμης Στέφανον, φανερόνουσα τὰ παρ’ αὐτῆς διωρισθέντα περὶ τοῦ ἀναβαπτισμοῦ. Ὁ δὲ Στέφανος Σύνοδον ποιήσας εἰς Ῥώμην, ἄκυρον ἐποίησε τὴν ἐπιστολήν, διορίσας νὰ μὴ διπλασιάζηται τὸ βάπτισμα τῶν αἱρετικῶν, οἵτινες βαπτίζουσι, καθὼς βαπτίζει ἡ Ἐκκλησία (ὡς ταῦτα γράφει ὁ Κυπριανὸς ἐν τῇ ἐπιστολῇ πρὸς Πομπήϊον Σαβρατενσίων Ἐπίσκοπον ἐν Ἀφρικῇ). Ὅθεν πρὸς βεβαίωσιν τελείαν τοῦ ἀναβαπτισμοῦ, καὶ τοῦ ἅπαξ καὶ δὶς προσδιορισθέντος συνοδικῶς, καὶ πρὸς ἀποβολὴν τῶν ὑπὸ τοῦ Στεφάνου διορισθέντων, ἡ τρίτη αὕτη συνήχθη Σύνοδος παρὰ τοῦ ἁγίου Κυπριανοῦ, καὶ τὸν παρόντα Κανόνα ἐξέδωκε.

Σημείωσαι δέ, ὅτι προγενεστέρα οὖσα ἡ Σύνοδος αὕτη πασῶν τῶν Οἰκουμενικῶν Συνόδων, καὶ τῶν τοπικῶν, ἔπρεπε νὰ προταχθῇ καὶ τῶν Οἰκουμενικῶν, ἀλλ’ ἐπειδὴ καθ’ ὃ τοπική, ὀλιγώτερον ἔχει τὸ ἀξίωμα ἀπὸ τὰς Οἰκουμενικάς, προετάχθησαν ἐκεῖναι, καὶ αὕτη μετ’ ἐκείνας ἐτάχθη. (Ὅρα τὸν Δοσίθ. περὶ τῶν Συνόδων τούτων σελ. 53. καὶ 975. τῆς Δωδεκαβίβλ. καὶ σελ. 98. τοῦ αʹ. τόμ. τῶν Συνοδικῶν).

Τοῦτο τὸ ἴδιον ἠκολούθησε καὶ εἰς τὰς ἄλλας τοπικὰς τὰς προγενεστέρας τῶν Οἰκουμενικῶν, τὸ νὰ ταχθοῦν δηλ. μετὰ τὰς Οἰκουμενικάς, διὰ τὴν αὐθεντίαν αὐτῶν. Ὁ δὲ ἅγιος Κυπριανὸς ὁ ταύτας τὰς Συνόδους συναθροίσας ἐμαρτύρησεν ἐπὶ Δεκίου βασιλέως, εἰς ἔπαινον τοῦ ὁποίου ἀρκεῖ τὸ θαυμαστὸν ἐγκώμιον ὁποῦ ἔπλεξεν εἰς τὴν αὐτοῦ ἁγιότητα ἡ θεολογικὴ γλῶσσα τοῦ Γρηγορίου.

Ὁ Κανὼν τῆς ἐν Καρχηδόνι ἐπὶ Κυπριανοῦ τὸ τρίτον συστάσης τοπικῆς ἁγίας Συνόδου ἑρμηνευόμενος. ΚΑΝΩΝ. Ἐν κοινοβουλίῳ ὄντες, ἀγαπητοὶ ἀδελφοί, ἀνέγνωμεν γράμματα ἀφ’ ὑμῶν σταλέντα, περὶ τῶν παρὰ τοῖς αἱρετικοῖς, ἢ σχισματικοῖς, δοκούντων βεβαπτίζεσθαι, ἐρχομένων πρὸς τὴν καθολικὴν Ἐκκλησίαν, ἥτις ἐστὶ μία, ἐν ᾗ βαπτιζόμεθα καὶ ἀναγεννώμεθα, περὶ ὧν καὶ πεποίθαμεν, καὶ ὑμᾶς αὐτοὺς ἐκεῖνα πράττοντας, τὴν στεῤῥότητα τῆς καθολικῆς Ἐκκλησίας κρατεῖν.

Ὅμως ἐπεὶ συγκοινωνοὶ ἡμῶν ἐστέ, καὶ ζητῆσαι περὶ τούτου διὰ τὴν κοινὴν ἀγάπην ἠθελήσατε, οὐ πρόσφατον γνώμην, οὐδὲ νῦν ἡδρασμένην προφέρομεν, ἀλλὰ τὴν πάλαι ὑπὸ τῶν προγενεστέρων ἡμῶν μετὰ πάσης ἀκριβείας καὶ ἐπιμελείας δεδοκιμασμένην, καὶ ὑφ’ ἡμῶν παρατηρηθεῖσαν, κοινούμεθα ὑμῖν, καὶ συζεύγνυμεν. Τοῦτο καὶ νῦν χειροτονοῦντες, ὅπερ διὰ παντὸς ἰσχυρῶς καὶ ἀσφαλῶς κρατοῦμεν μηδένα βαπτίζεσθαι δύνασθαι ἔξω τῆς καθολικῆς Ἐκκλησίας, ἑνὸς ὄντος βαπτίσματος, καὶ ἐν μόνῃ τῇ καθολικῇ Ἐκκλησίᾳ ὑπάρχοντος. Γέγραπται γάρ· «Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, τοὺς μὴ δυναμένους ὕδωρ συσχεῖν». Καὶ πάλιν ἡ ἁγία Γραφή, προμηνύουσα λέγει, «Ἀπὸ ὕδατος ἀλλοτρίου ἀπέχεσθε, καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίετε.» Δεῖ δὲ καθαρίζεσθαι, καὶ ἁγιάζεσθαι τὸ ὕδωρ πρῶτον ὑπὸ τοῦ ἱερέως, ἵνα δυνηθῇ τῷ ἰδίῳ βαπτίσματι τὰς ἁμαρτίας τοῦ βαπτιζομένου ἀνθρώπου ἀποσμῆξαι. Διά τε Ἰεζεκιὴλ τοῦ Προφήτου λέγει Κύριος. «Καὶ ῥαντίσω ὑμᾶς καθαρῷ ὕδατι, καὶ καθαριῶ ὑμᾶς, καὶ δώσω ὑμῖν καρδίαν καινήν, καὶ πνεῦμα καινὸν δώσω ὑμῖν» Πῶς δὲ δύναται καθαρίσαι καὶ ἁγιάσαι ὕδωρ ὁ ἀκάθαρτος ὢν αὐτός, καὶ παρ’ ᾧ Πνεῦμα ἅγιον οὐκ ἔστι; Λέγοντος τοῦ Κυρίου ἐν τοῖς Ἀριθμοῖς. «Καὶ πάντων ὧν ἅψεται ὁ ἀκάθαρτος, ἀκάθαρτα ἔσται;

Πῶς βαπτίζων δύναται, ἄλλῳ δοῦναι ἄφεσιν ἁμαρτιῶν, ὁ μὴ δυνηθεὶς τὰ ἴδια ἁμαρτήματα, ἔξω τῆς Ἐκκλησίας ἀποθέσθαι;» ἀλλὰ καὶ αὐτὴ ἡ ἐρώτησις ἡ ἐν τῷ βαπτίσματι γινομένη μάρτυς ἐστὶ τῆς ἀληθείας. Λέγοντες γὰρ τῷ ἐξεταζομένῳ· «Πιστεύεις αἰώνιον ζωήν, καὶ ἄφεσιν ἁμαρτιῶν λαμβάνειν;» οὐκ ἄλλο τι λέγομεν, εἰ μὴ ὅτι ἐν τῇ καθολικῇ Ἐκκλησίᾳ δοθῆναι δύναται, παρὰ δὲ τοῖς αἱρετικοῖς. ὅπου Ἐκκλησία οὐκ ἔστιν, ἀδύνατον ἄφεσιν ἁμαρτιῶν λαβεῖν. Καὶ διὰ τοῦτο οἱ τῶν αἱρετικῶν συνήγοροι, ἢ τὴν ἐπερώτησιν ἐναλλάξαι ὀφείλουσιν, ἢ τὴν ἀλήθειαν ἐκδικῆσαι, εἰμή τι αὐτοῖς καὶ τὴν Ἐκκλησίαν προσνέμουσιν ἀνάγκη δέ ἐστι χρίεσθαι τὸν βεβαπτισμένον, ἵνα λαβὼν χρίσμα, μέτοχος γένηται Χριστοῦ.

Ἁγιάσαι δὲ ἔλαιον οὐ δύναται ὁ αἱρετικός, ὁ μήτε θυσιαστήριον ἔχων, μήτε Ἐκκλησίαν. Οὐ δύναται δὲ χρίσμα τὸ παράπαν, παρὰ τοῖς αἱρετικοῖς εἶναι. Πρόδηλον γάρ ἐστιν ἡμῖν, μηδαμῶς δύνασθαι παρ’ ἐκείνοις ἁγιάζεσθαι ἔλαιον εἰς εὐχαριστίαν. Εἰδέναι γὰρ καὶ μὴ ἀγνοεῖν ὀφείλομεν, ὅτι γέγραπται· «ἔλαιον ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου,» ὃ δὴ καὶ πάλαι ἐμήνυσε τὸ Πνεῦμα τὸ ἅγιον ἐν ψαλμοῖς. Μήπως, ἐξιχνιασθείς τις καὶ ἀπὸ τῆς εὐθείας ὁδοῦ πλανηθείς, παρὰ τοῖς αἱρετικοῖς τοῖς τοῦ Χριστοῦ ἀντιπάλοις χρισθῇ. Πῶς δὲ εὔξεται ὑπὲρ τοῦ βαπτισθέντος, οὐχὶ Ἱερεύς, ἀλλ’ ἱερόσυλος καὶ ἁμαρτωλός; λεγούσης τῆς Γραφῆς ὅτι, «ὁ Θεὸς ἁμαρτωλῶν οὐκ ἀκούει, ἀλλ’ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει;» Διὰ τῆς ἁγίας Ἐκκλησίας νοοῦμεν ἄφεσιν ἁμαρτιῶν. Τίς δὲ δύναται δοῦναι, ὅπερ αὐτὸς οὐκ ἔχει; ἢ πῶς δύναται πνευματικὰ ἐργάζεσθαι ὁ μὴ ἀποβαλὼν Πνεῦμα ἅγιον; Διὰ τοῦτο καὶ ἀνανεοῦσθαι ὀφείλει ὁ πρὸς τὴν Ἐκκλησίαν ἐρχόμενος, ἵνα ἔσω διὰ τῶν ἁγίων ἁγιασθῇ. Γέγραπται γάρ, ὅτι, «Ἅγιοι ἔσεσθε, καθὼς ἐγὼ Ἅγιός εἰμι, λέγει Κύριος». Ἵνα καὶ ὁ πλάνῃ βουκοληθείς, ἐν τῷ ἀληθεῖ καὶ ἐκκλησιαστικῷ βαπτίσματι, καὶ αὐτὸ τοῦτο ἀποδύσεται, ὅς τις πρὸς Θεὸν ἐρχόμενος ἄνθρωπος, καὶ Ἱερέα ἐπιζητῶν, ἐν πλάνῃ εὑρεθεὶς ἱεροσύλῳ προσέπεσε.

Δοκιμάζειν γάρ ἐστι τὸ τῶν αἱρετικῶν βάπτισμα τὸ συνευδοκεῖν τοῖς ὑπ’ ἐκείνων βεβαπτισμένοις. Οὐ γὰρ δύναται ἐν μέρει ὑπερισχύειν. Εἰ ἠδυνήθη βαπτίσαι, ἴσχυσε καὶ ἅγιον Πνεῦμα δοῦναι. Εἰ οὐκ ἠδυνήθη, ὅτι ἔξω ὤν, Πνεῦμα ἅγιον οὐκ ἔχει, οὐ δύναται τὸν ἐρχόμενον βαπτίσαι. Ἑνὸς ὄντος τοῦ βαπτίσματος, καὶ ἑνὸς ὄντος τοῦ ἁγίου Πνεύματος, καὶ μιᾶς Ἐκκλησίας ὑπὸ Χριστοῦ τοῦ Κυρίου ἡμῶν ἐπάνω (Πέτρου τοῦ Ἀποστόλου ἀρχῆθεν λέγοντος) ἑνότητος τεθεμελιωμένης. Καὶ διὰ τοῦτο τὰ ὑπ’ αὐτῶν γινόμενα ψευδῆ καὶ κενὰ ὑπάρχοντα, πάντα ἐστὶν ἀδόκιμα. Οὐδὲν γὰρ δύναται δεκτόν, καὶ αἱρετὸν εἶναι παρὰ Θεῷ τῶν ὑπ’ ἐκείνων γινομένων· οὓς ὁ Κύριος πολεμίους, καὶ ἀντιπάλους αὑτοῦ λέγει ἐν τοῖς Εὐαγγελίοις. «Ὁ μὴ ὢν μετ’ ἐμοῦ, κατ’ ἐμοῦ ἐστί, καὶ ὁ μὴ συνάγων μετ’ ἐμοῦ, σκορπίζει.» Καὶ ὁ μακάριος Ἀπόστολος Ἰωάννης ἐντολὰς Κυρίου τηρῶν, ἐν τῇ ἐπιστολῇ προέγραψεν, «ἠκούσατε ὅτι ὁ Ἀντίχριστος ἔρχεται, καὶ νῦν δὲ ἀντίχριστοι πολλοὶ γεγόνασιν». Ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν. Ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν. Ὅθεν καὶ ἡμεῖς συνιέναι ὀφείλομεν, καὶ νοεῖν, ὡς οἱ ἐχθροὶ Κυρίου, καὶ οἱ ἀντίχριστοι ὠνομασμένοι, δυνατοὶ οὐκ εἶεν χάριν δοῦναι τῷ Κυρίῳ.

Καὶ διὰ τοῦτο ἡμεῖς οἱ σὺν Κυρίῳ ὄντες, καὶ ἑνότητα Κυρίου κρατοῦντες, κατὰ τὴν ἀξίαν αὐτοῦ χορηγούμενοι, τὴν ἱερατείαν αὐτοῦ ἐν τῇ Ἐκκλησίᾳ λειτουργοῦντες, ὅσα οἱ ἀντικείμενοι αὐτῷ, τουτέστι πολέμιοι καὶ ἀντίχριστοι ποιοῦσιν, ἀποδοκιμάσαι καὶ ἀποποιῆσαι καὶ ἀποῤῥίψαι, καὶ ὡς βέβηλα ἔχειν ὀφείλομεν. Καὶ τοῖς ἀπὸ πλάνης καὶ στρεβλότητος ἐρχομένοις ἐπὶ γνώσει τῆς ἀληθινῆς καὶ ἐκκλησιαστικῆς πίστεως, δοῦναι καθόλου θείας δυνάμεως μυστήριον, ἑνότητός τε καὶ πίστεως καὶ ἀληθείας.

Ἑρμηνεία. Μὲ πολλὰ ἐπιχειρήματα ἀποδεικνύει ὁ παρὼν Κανών, ὅτι τὸ βάπτισμα τῶν αἱρετικῶν καὶ σχισματικῶν εἶναι ἄδεκτον, καὶ ὅτι πρέπει νὰ βαπτίζωνται αὐτοί, ὅταν ἐπιστρέφουν εἰς τὴν Ὀρθοδοξίαν τῆς καθολικῆς Ἐκκλησίας. Αʹ. διὰ τί τὸ βάπτισμα εἶναι ἕν, καὶ διὰ τί εὑρίσκεται αὐτὸ εἰς μόνην τὴν καθολικὴν Ἐκκλησίαν· οἱ δὲ αἱρετικοὶ καὶ σχισματικοί, ἔξω ὑπάρχοντες τῆς καθολικῆς Ἐκκλησίας, ἀκολούθως οὐδὲ τὸ ἓν βάπτισμα ἔχουσι. Βʹ. τὸ ὕδωρ τοῦ βαπτίσματος πρέπει πρῶτον νὰ καθαρισθῇ καὶ νὰ ἁγιασθῇ διὰ τῶν εὐχῶν τοῦ Ἱερέως, καὶ τῆς τοῦ παναγίου Πνεύματος χάριτος, ἔπειτα νὰ καθαρίσῃ, καὶ νὰ ἁγιάσῃ τὸν ἐν αὐτῷ βαπτιζόμενον· ἀλλ’ οἱ αἱρετικοὶ καὶ σχισματικοὶ οὔτε Ἱερεῖς εἶναι, ἀλλὰ μᾶλλον ἱερόσυλοι· οὔτε καθαροί, ἀλλ’ ἀκάθαρτοι· οὔτε ἅγιοι, ὡς μὴ ἔχοντες Πνεῦμα ἅγιον, λοιπὸν οὔτε βάπτισμα ἔχουσι. Γʹ. διὰ τοῦ ἐν καθολικῇ Ἐκκλησίᾳ βαπτίσματος, ἄφεσις ἁμαρτιῶν δίδοται.

Διὰ δὲ τοῦ τῶν αἱρετικῶν καὶ σχισματικῶν βαπτίσματος, ἔξω ὄντος τῆς καθολικῆς Ἐκκλησίας, πῶς ἠμπορεῖ νὰ δοθῇ ἁμαρτιῶν ἄφεσις; Δʹ. ὁ βαπτιζόμενος, ἀφ’ οὗ βαπτισθῇ, πρέπει νὰ χρισθῇ μὲ τὸ ἐξ ἐλαίου καὶ ἄλλων ἀρωμάτων κατασκευαζόμενον Μῦρον, ὅπερ ἡγιάσθη διὰ τῆς τοῦ ἁγίου Πνεύματος ἐπιφοιτήσεως· ὁ δὲ αἱρετικὸς Πνεῦμα ἅγιον μὴ ἔχων, ὡς αὐτοῦ χωρισμένος διὰ τὴν αἵρεσιν καὶ τὸ σχίσμα, πῶς ἠμπορεῖ νὰ ἁγιάσῃ τὸ τοιοῦτον Μῦρον; Εʹ. ὁ Ἱερεὺς πρέπει νὰ προσευχηθῇ πρὸς τὸν Θεὸν διὰ τὴν σωτηρίαν τοῦ βαπτισθέντος· ὁ δὲ αἱρετικὸς καὶ σχισματικός, ἱερόσυλος ὤν, ὡς εἴπομεν, καὶ ἁμαρτωλός, (ὄχι τόσον διὰ τὰ ἔργα, ἀλλὰ μᾶλλον διὰ τὴν αἵρεσιν καὶ τὸ σχίσμα, τὰ ὁποῖα εἶναι ἡ μεγαλητέρα ἁμαρτία ἀπὸ ὅλας), πῶς ἠμπορεῖ νὰ εἰσακουσθῇ ἀπὸ τὸν Θεόν, εἰς καιρὸν ὁποῦ λέγει ἡ Γραφή, ὅτι τῶν ἁμαρτωλῶν, ὁ Θεὸς δὲν ἀκούει; ΣΤʹ. διὰ τί δὲν ἠμπορεῖ νὰ ᾖναι δεκτὸν εἰς τὸν Θεὸν διὰ βάπτισμα τὸ τῶν αἱρετικῶν καὶ σχισματικῶν, ἐπειδὴ αὐτοὶ εἶναι ἐχθροὶ καὶ πολέμιοι μὲ τὸν Θεόν, καὶ ἀντίχριστοι ὀνομαζόμενοι ἀπὸ τὸν Ἰωάννην.

Διὰ ταῦτα οὖν πάντα καὶ ἄλλα ὁ παρὼν Κανὼν κατὰ τὴν ἀκρίβειαν, θέλει νὰ βαπτίζωνται ὅλοι οἱ αἱρετικοὶ καὶ σχισματικοί, προστιθεὶς καὶ τοῦτο, ὅτι ἡ γνώμη αὕτη, τὸ νὰ ᾖναι δηλαδὴ ἄδεκτον τὸ βάπτισμα τῶν αἱρετικῶν καὶ σχισματικῶν, δὲν εἶναι καινούρια τῶν Πατέρων τῆς Συνόδου ταύτης, ἀλλὰ εἶναι παλαιά, δοκιμασμένη ἀπὸ τοὺς προγενεστέρους αὐτῶν, (οἵτινες σχεδὸν ἔφθασαν αὐτοὺς τοὺς διαδόχους τῶν Ἀποστόλων) μὲ πολλὴν ἐπιμέλειαν καὶ ἀκρίβειαν, καὶ σύμφωνός ἐστι κατὰ πάντα μὲ τὸν μϛʹ. μζʹ. καὶ ξηʹ. τοὺς Ἀποστολικοὺς Κανόνας. Οὐ μόνον δὲ κοινῶς ὁ παρὼν Κανὼν τὸ βάπτισμα τῶν αἱρετικῶν καὶ σχισματικῶν ἀποβάλλει, ἀλλὰ καὶ κατ’ ἰδίαν ὁ καθ’ ἕνας ἀπὸ τοὺς ὀγδοήκοντα τέσσαρας Πατέρας τῆς παρούσης Συνόδου, μὲ ἕνα ξεχωριστὸν ἐπιχείρημα, ταὐτὸν εἰπεῖν, μὲ ὀγδοήκοντα τέσσαρα ἐπιχειρήματα, τοῦτο ἀποβάλλουσι. Δι’ ὃ καὶ ἡ Οἰκουμενικὴ Βʹ. ἐν τῷ ζʹ. αὐτῆς Κανόνι τὸν παρόντα Κανόνα κατὰ μέρος ἐφύλαξεν (εἰ δὲ καὶ εἰς ὅλους αὐτὸν δὲν ἐφύλαξε, τοῦτο ἐποίησε κατ’ οἰκονομίαν καὶ συγκατάβασιν, καὶ ὄχι κατὰ ἀκρίβειαν, ὡς εἴπομεν ἐν τῇ σημειώσει τοῦ μϛʹ. Ἀποστολ.) καὶ ἡ ϛʹ. ἐν τῷ βʹ. Κανόνι αὑτῆς ἐπεσφράγισεν (εἰ δὲ καὶ λέγοι, ὅτι μόνον εἰς ἐκείνους τοὺς τόπους τῆς Ἀφρικῆς ἐπεκράτησεν, ἀλλ’ ἅπαξ αὐτὸν ἐπισφραγίσασα, ἐβεβαίωσε μᾶλλον αὐτόν, καὶ ὄχι κατήργησε)· δέχεται δὲ αὐτὸν καὶ ὁ μέγας Βασίλειος ἐν τῷ αʹ.

αὐτοῦ Κανόνι. Ὅρα καὶ ἐν τῇ ὑποσημειώσει τοῦ ῥηθέντος μϛʹ. Ἀποστολικοῦ. Ἄλλος. Αἱ Οἰκουμενικαὶ Σύνοδοι ἐδέχθησαν καὶ ἐπεκύρωσαν τὰ τῶν μερικωτέρων Συνόδων, καὶ μάλιστα ὀνομαστὶ τοὺς τοῦ μεγάλου Βασιλείου Κανόνας, ὡς ἐν τῷ βʹ. Κανόνι τῆς ϛʹ. προείδομεν. Ἄρα αὐταὶ συναπεδέχθησαν καὶ ἐβεβαίωσαν ὅσα αἱ τοπικαὶ Σύνοδοι, καὶ ὁ μέγας Βασίλειος προεθέσπισαν, καὶ τοιουτοτρόπως συνάγεται ὀρθῶς καὶ βεβαίως, ὅτι οἱ αἱρετικοὶ πάντες πρέπει ἀναμφιβόλως νὰ βαπτίζωνται. Ἡ δὲ οἰκονομία ὁποῦ πρὸς καιρὸν ἐμεταχειρίσθησάν τινες Πατέρες, οὔτε νόμος, οὔτε παράδειγμα δύναται νὰ νομισθῇ, ἀλλὰ καὶ ἀνίσως τινὰς καλῶς ἐρευνήσῃ, μέλλει νὰ εὕρῃ τοὺς αἱρετικοὺς τούτους ὁποῦ οἰκονομικῶς ἐδέχθη ἡ δευτέρα Οἰκουμενικὴ Σύνοδος, νὰ ἦσαν οἱ περισσότεροι ἀπὸ τοὺς τότε εἰς αἵρεσιν πεσόντας ἱερωμένους βεβαπτισμένοι, καὶ διὰ τοῦτο ἐμεταχειρίσθη τὴν οἰκονομίαν αὐτήν. Ἡ ἀλήθεια ὅμως τῆς θείας Γραφῆς, καὶ ὁ ὀρθὸς λόγος δεικνύουσιν, ὅτι πάντες οἱ αἱρετικοὶ ἀναντιῤῥήτως πρέπει νὰ βαπτίζωνται.