ΚΑΝΩΝ ΡΚϚʹ.
Ἤρεσεν ἵνα, ὅστις δήποτε εἴποι ἐν τῇ Δεσποτικῇ εὐχῇ, διὰ τοῦτο λέγειν τοὺς ἀγίους, ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, οὐχ ὅτι ὑπὲρ ἑαυτῶν τοῦτο λέγουσιν, ἐπειδὴ αὐτοῖς λοιπὸν οὐκ ἔστιν ἀναγκαία αὕτη ἡ αἴτησις, ἀλλ’ ὑπὲρ ἄλλων, τῶν ὄντων ἐν τῷ λαῷ αὑτῶν ἁμαρτωλῶν, καὶ μὴ λέγειν ἕνα ἕκαστον τῶν ἁγίων, ἄφες μοι τὰ ὀφειλήματά μου, ἀλλ’ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς ὑπὲρ ἄλλων τούτων μᾶλλον, ἢ ὑπὲρ ἑαυτοῦ τὸν δίκαιον αἰτοῦντα νοεῖσθαι, ἀνάθεμα εἴη. Ἅγιος γὰρ Καὶ δίκαιος ἦν Ἰάκωβος ὁ Ἀπόστολος, ὅτε ἔλεγεν «Ἐν πολλοῖς γὰρ ἁμαρτάνομεν πάντες.» Ἐπεί, διὰ τί προστίθεται τό, πάντες; εἰ μή, ἵνα ἡ ἔννοια αὕτη ἁρμοσθῇ, καὶ τῷ ψαλμῷ, ὅπου ἀναγινώσκεται. «Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν». Καὶ ἐν τῇ εὐχῇ τοῦ Σολομῶντος τοῦ σοφωτάτου, «Οὐκ ἔστιν ἄνθρωπος, ὃς οὐχ ἥμαρτε». Καὶ ἐν τῇ βίβλῳ τοῦ ἁγίου Ἰὼβ τό, «Ἐν χειρὶ παντὸς ἀνθρώπου σημαίνει, ὥστε εἰδέναι πάντα ἄνθρωπον τὴν ἀσθένειαν αὐτοῦ.» Ὅθεν ἔτι μὴν ὁ ἅγιος καὶ δίκαιος Δανιὴλ ὁ Προφήτης, πληθυντικῶς λέγων, τό, «Ἡμάρτομεν, ἠνομίσαμεν καὶ τὰ λοιπά, ἃ ἐκεῖ ταπεινοφρόνως καὶ ἀληθινῶς ὁμολογεῖ, ἵνα μὴ νομισθείη, ὥς τινες νοοῦσι τοῦτο, μὴ περὶ τῶν ἰδίων, ἀλλὰ περὶ τῶν τοῦ λαοῦ αὐτοῦ μᾶλλον λέγειν ἁμαρτιῶν.