Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὴν γέννησιν τῆς Θεοτόκου

Νικόλαος Καβάσιλας

Γραφικές μαρτυρίες και η έννοια της προκαθάρσεως

Παράθεση γραφικών τεκμηρίων περί της αναμαρτησίας της Θεοτόκου, ερμηνεία της πατερικής διδασκαλίας περί προκαθάρσεως ως προσθήκης χαρισμάτων και σχολιασμός της μαρτυρίας του Σωτήρος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 4 από 8

10. Τούτων δέ τις σκοπῶν πολλὰς ἂν εὕροι καὶ περιφανεῖς ἀποδείξεις· πρῶτον μὲν γὰρ τὸν Θεὸν δεῆσαν ἐπ’ αὐτῆς οὐδὲν ἐκώλυσε κατελθεῖν, οὐκ ἂν δυνηθέντα κατελθεῖν, εἰ μεταξὺ τὸ κωλύον ᾠκοδόμητο τεῖχος· τοῦτο δ’ ἂν ἦν, εἴ τι συγγενὲς ἁμαρτίᾳ προσῆν αὐτῇ. Καὶ γὰρ, αἱ ἁμαρτίαι ὑμῶν, φησὶ, διϊστᾶσιν ἀναμέσον ἐμοῦ καὶ ὑμῶν· ἐπεὶ χρὴ μηδὲ ἐκεῖνο νομίζειν, ὅτι τὸ μὲν προσιστάμενον ἦν, αὐτὸς δὲ καταβαίνων ὁ Θεὸς δι’ ἑαυτοῦ καθεῖλε τὸ τεῖχος· ᾧ γὰρ τοῦτον ἔγνω καταλύειν τὸν φραγμὸν, οὐ προσῆν, οὐδέπω κατερχομένῳ· λέγω δὴ τὸ αἷμα καὶ τὸ πάθος· τούτῳ γὰρ μόνῳ λύειν τὴν ἁμαρτίαν ἐχρῆν· ἐπεὶ καὶ παρὰ τοῖς ἐν τῷ νόμῳ ζῶσιν, ἐν οἷς αἱ τῆς χάριτος ἦσαν εἰκόνες, χωρὶς αἱματεκχυσίας, φησὶν, οὐκ ἦν ἀναίρεσις ἁμαρτίας.

Ἔπειτα τὰς τοῦ Θεοῦ περὶ αὐτῆς ψήφους τίς οὐκ οἶδεν, ὡς ἄγευστον αὐτὴν ἁπάσης ἀποφαίνουσιν ἁμαρτίας; Ὁ γὰρ αὐτὸς δικαστὴς, ὃς οὐ λαμβάνει, φησὶ, πρόσωπον, ἀμφοτέραις τῇ τε κοινῇ μητρὶ τῶν ἀνθρώπων, καὶ τῇ παρθένῳ δικάσας, τὴν μὲν εἰσπράττεται δίκην, ὡς ἂν ἁμαρτήσασαν τῷ λύπῃ περιβαλεῖν, τὴν δὲ παρθένον χαίρειν ἠξίωσεν· ὅθεν δῆλον, ὡς εἰ τὸ λυπεῖσθαι τοῖς ἡμαρτηκόσι προσῆκον, οἷς χαίρειν προσῆκεν, πρὸς τὴν ἁμαρτίαν οὐδὲν κοινόν. Διὰ ταῦτα γὰρ οὐδ’ ἄλλῳ τινὶ τῶν ἐξ αἰῶνος ἀνθρώπων ὁ Θεὸς, πρὸ τῆς παρθένου, χαίρειν ἐφῆκεν, ὡς ἂν εἰς ὑπευθύνους ἔτι τελούντων, καὶ τοῦ παλαιοῦ κλήρου πάντων μετειληφότων τοῦ δυστυχοῦς.

Τοῦτο δὲ καὶ τὴν εἰς τὸ μυστήριον παρασκευὴν τῆς παρθένου θεωροῦσι γίνεται δῆλον· πυθομένης γὰρ τὸν τοῦ καινοῦ τόκου τρόπον, καὶ τίς γενομένη καὶ τί παθοῦσα τὸν Θεὸν ὠδινήσει, Πνεύματος μὲν ὁ Γαβριὴλ καὶ τῆς Ὑψίστου δυνάμεως, καὶ τῶν τοιούτων ἐμνήσθη· λύσις δὲ ἐγκλημάτων, καὶ ἄφεσις ἁμαρτιῶν, τῶν εὐαγγελίων ἦν οὐδαμοῦ. Καίτοι πρὸ τῶν ἄλλων, εἴπερ ἐδεῖτο, ταύτης ἂν ἐδέησε τῆς παρασκευῆς. Εἰ γὰρ ἄγγελος μόνον τοῦ μυστηρίου, καὶ μήπω φανέντος, ἀποστελλόμενος Ἡσαΐας τοῦ καθαίροντος ἐδεήθη, καὶ ταῦτα πυρὶ, τῶν πραγμάτων αὐτῶν ἐπιστάντων διάκονον ἣν ἔδει γενέσθαι, καὶ ψυχὴν καὶ σῶμα καὶ πάντα εἰσενεγκοῦσαν, οὐ γλῶσσαν μόνον, πῶς οὐ σαφῶς ἔδειξε, δι’ ὧν κακῶν ἀπαλλαγὴν οὐκ ἐζήτησεν, ὡς οὐδὲν εἶχεν, ὃ ῥίπτειν ἄξιον ἦν;

Εἰ δὲ προκεκαθάρθαι τῷ Πνεύματι τὴν παρθένον εἰσὶν οἵ φασι τῶν ἱερῶν διδασκάλων, ἀλλὰ τὴν κάθαρσιν προσθήκην χαρίτων αὐτοῖς βούλεσθαι χρὴ νομίζειν, οἳ καὶ τοὺς ἀγγέλους τὸν τρόπον τοῦτόν φασι καθαίρεσθαι, παρ’ οἷς οὐδὲν πονηρόν. Ταῦτα δὴ ταῦτα, μετὰ τὸν ἀπόρρητον τόκον, ὁ σωτὴρ τῇ μητρὶ φαίνεται μαρτυρήσας, ἐν οἷς ἐν κοινῷ συλλόγῳ·

Μήτηρ μου, φησὶν, καὶ ἀδελφοί μου οὗτοί εἰσιν, οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν. Ταῦτα γὰρ ἦν οὐκ ἐκείνους τοσοῦτον, ὅσον τὴν μητέρα βουλομένου κοσμεῖν· δι’ ὧν γὰρ μητέρα καὶ ἀδελφοὺς καλεῖσθαί φησιν ἀξίους ἐκείνους, ἀνθ’ ὧν ὁ θεῖος αὐτοῖς ἐμέλησε νόμος, ἣν οὐ προσρήματι μόνῳ μητρὸς ἐτίμησεν, οὐδ’ ἁπλῶς αὐτοῦ μητέρα προσεῖπεν, ἀλλ’ ὡς ἀληθῶς ἔσχηκεν, πᾶσαν ἔδειξεν ὑπερβᾶσαν ἁγιωσύνης ὑπερβολήν.