Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὴν γέννησιν τῆς Θεοτόκου

Νικόλαος Καβάσιλας

Η κοσμική και πνευματική σημασία της γενέθλιου ημέρας

Η γέννηση της Θεοτόκου υμνείται ως γεγονός ανακαίνισης ολόκληρης της κτίσης και ως αφετηρία της πνευματικής σωτηρίας του κόσμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 7 από 8

18. Διὰ ταῦτα, πανηγυρίζοντες μεθ’ ἡδονῆς ἁπάσης λαμπροὶ λαμπρῶς, εἰς ταύτην ἀφικνούμεθα τὴν ἡμέραν, ἐν ᾗ ταῦτα ἔλαβε τὴν ἀρχὴν, τὴν γενέθλιον οὐ τῆς παρθένου μᾶλλον ἢ τῆς οἰκουμένης ἁπάσης· ἣ τὸν ἀληθινὸν ἄνθρωπον εἶδεν, ἐξ οὗ πᾶσι τὸ ὡς ἀληθῶς ἀνθρώποις εἶναι, πρώτη καὶ μόνη.

Νῦν ἔδωκε καθαρῶς ἡ γῆ τὸν καρπὸν αὐτῆς, τόν γε ἄλλον ἅπαντα χρόνον μετ’ ἀκανθῶν* καὶ τριβόλων, τὴν φθορὰν ταύτην ἀνιεῖσα τῆς ἁμαρτίας. Νῦν οὐρανὸς ἔγνω μὴ μάτην ᾠκοδομημένος, ὑπὲρ οὗ συνέστη, φανέντος, καὶ ἥλιος εἶδεν ὅπερ, ἵνα βλέπῃ, τὸ φῶς ἐδέξατο. Νῦν πᾶσα κτίσις ἑαυτῆς ᾔσθετο καλλίονος καὶ λαμπροτέρας, τοῦ κοινοῦ κόσμου λάμψαντος. Νῦν ἄγγελοι Θεοῦ πάντες τὸν ἑαυτῶν ᾔνεσαν καὶ ὕμνησαν δεσπότην φωνῇ μεγάλῃ, καὶ τοσούτῳ μᾶλλον ἢ ὅτε τῷ κύκλῳ τῶν ἀστέρων ἐκόσμει τὸν οὐρανὸν, ὅσον ἡ νῦν ἀνατέλλουσα παντὸς ἀστέρος ὑψηλοτέρα καὶ λαμπροτέρα καὶ κόσμῳ παντὶ λυσιλεστέρα. Νῦν ἡ φύσις τῶν ἀνθρώπων ἐνεργὸν ἔλαβεν ὀφθαλμὸν, ἐξ οὗ γέγονεν εἰς τήνδε τυφλώττουσα τὴν ἡμέραν. Καθάπερ γὰρ ὕστερον τῷ γεγεννημένῳ τυφλῷ, πλανωμένῃ καὶ προσκοπτούσῃ περιτυχὼν ὁ Θεὸς ἠλέησε, καὶ τὸν θαυμαστὸν τοῦτον ἐνέθηκεν ὀφθαλμόν· καὶ εἶδεν ἄνθρωπος, ἃ πόρρωθεν ἐν πολλοῖς προφήταις καὶ βασιλεῦσιν ἰδεῖν ἐπιθυμήσας οὐκ ἐδυνήθη.

Καθάπερ γὰρ ἐν ἑνὶ σώματι πολλῶν μερῶν καὶ μελῶν ὄντων, πρὸς τὸν ἥλιον ἔχει καὶ ἥρμοσται πλὴν ὀφθαλμοῦ τῶν ἄλλων οὐδὲν, οὕτω πάντων τῶν γενομένων μόνῃ καθαρῶς τῇ παρθένῳ τὸ φῶς τὸ ἀληθινὸν ἐπιστεύθη, καὶ δι’ αὐτῆς, ἅπασιν.