Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸν ἅγιον Δημήτριον καὶ τὰ θαύματα αὐτοῦ

Νικόλαος Καβάσιλας

Η θεραπεία του Λεοντίου και η ανέγερση του ναού

Η θαυματουργική ίαση του Λεοντίου, η οικοδόμηση λαμπρού ναού στον τάφο του Αγίου και η θεϊκή απαγόρευση αφαίρεσης των λειψάνων του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 3 από 4

Τῷ τοι καὶ σὲ μάκαρ ἐπιτάρροθον εὔχομαι ἐλθεῖν σήν τε χέρα κρατερήν, σὺ δὲ κλῦε μὲν καὶ κατάνευσον, αὐτὰρ Λεόντιον ἄλλων πρῶτον ἐμοῖς ἐπέεσσιν ᾄσω. Τοὶ σέο Δῖε, λελάχασιν ἵλεω εἰνὶ δεινοῖσιν καλέοντες, σὺ δέ τε ἤπιον εἶδες ............

Ὁ γὰρ νόσῳ δαμεὶς ἀργαλέηφι γυῖα καλὰ μακροῖσιν ἐνιαυτοῖσιν ἀπὸ δὲ σθένος ἄρθρων ὀλέσας, λίσσετο μὲν ὅ γ’ ἰητῆρας ἄτην, ὧν μελέων ἄπο αἱρεῖν πρὸ δ’ ἔτεινεν ἀγλαὰ δῶρα, ..................... αἴ κεν ἴδοι χρόα καλὸν ἀπὸ λώβης ἀλεγεινῆς, τοῖσι δὲ πρόφροσι πάντα κινοῦσι μήδεα τέχνης καί τε ἀρίστοις περ καὶ ἀμύμοσιν ἔμπης ἐοῦσι, οὔ τοι εἶκε μένος νόσου δεινὸν ἀναιδέος, αὐτὰρ ὃ κεῖτ’ ἐν λεχέεσσιν ὀδυρόμενος καὶ ἀχεύων, οἳ δ’ ἀπέειπον οἱ ὑγίειαν ἰητῆρες ἱμερόεσσαν· φάντο δ’ οὔ τοι δηρὸν ὄψεσθαι ἔκλαμπρον φάος ἠελίοιο, μινυνθάδιον γὰρ ἥξειν ὑπὸ τάφον ἠερόεντα· οἵ δ’ ἐπεὶ οὖν οἶτον ἐμαντεύσαντο κακὸν οὐδέ τι μῆχος ἦν μιν ἀλύξαι μετὰ θνητοῖσιν ἀνθρώποισι.

Τόφρα τοι καὶ Λεόντιος μῆτιν ἐμήσατο πυκνήν, καλήν, ἐχέφρονα, κερδαλέην, ἥτις ὤνησε. Ταῦτα δέ τε ὃ φίλον προτὶ ὃν διελέξατο θυμόν. Εἶμι ποτὶ χῶμα Δημητρίου κυδαλίμοιο, ὁ δὲ μείλιχός ἐστι καὶ ἤπιος ἠδ’ ἐλεήμων Χριστοῦ δέ τε βασιλείης μάρτυρος εὔχεται εἶναι· τὸν εἰ γουνάσομαι, σάφα ἔλπομαι ὡς ἐλεήσει, ἤπιοι δέ τε πάντες ἑταῖροι παμβασιλῆος τῷ γὰρ ἴκελοί εἰσι, τῷ καὶ θεοὶ καλέονται.

Ὡς ἦ Λεόντιος, ἥνδανε δέ τι ταῦτα θυμῷ ἐκ δέ τε νυ τετέλεστο ἔργα καὶ ἐλέξατο στείνων τύμβῳ ἐν εὐώδει, μυρόεντι, αἱματόεντι, ᾗ κρύπτο ἥρως, ἠύτε ἠέλιος ὑπ’ ὁμίχλην. Αὐτὰρ στείνων, δακρυόεντα μῦθον ἔειπε.

Δῖε, ὦ Δημήτριε, Χριστῷ φίλε θεοειδές, ἅψεα λῦσε νοῦσος· κῆρ δ’ ἄπο φίλον ἐλαύνει οἶτος ἐγγύς, πικρὸν δέ τε ἦμαρ ἱκάνει, σὺ δὲ μείλιχος ἔπλευ καὶ ἤπιος. Ἀλλ’ ἐλέησον. Ὡς ἦ Λεόντιος, ἐκ δ’ ἐλέαιρεν ἠπιόδωρος, νοῦσον μὲν ἤλασε, γυῖα δ’ ἔθηκε ἐλαφρὰ ἐκ δέ τε μόνος ὤπασε καὶ βίην, ἣ πρὶν ἐπῆεν, ὦκα, ῥηιδίως, οὐδὲ δήθυνε τύμβῳ ἀχεύων, ἆλτο δ’ ἐκ λεχέων ὁ γηθόσυνος ἔλαφος ὥς.

Χάρμα τι καγχαλόων τό νυ ’δῶκεν ἠπιόδωρος. Αὐτὰρ ὃ κομιδὴν ἀποτίνων ἥν τ’ ἐπέοικεν, ὄφρα καὶ ὀψίγονοι γνώωσι μέρμερα ἔργα, νηὸν ἱδρύσατό νυ Δημητρίῳ θαῦμα ἰδέσθαι, κάλλιστόν τε μέγιστόν τε πέρι τύμβον ἐλάσας, ἀμφοτέροισι Λεοντίῳ τε καὶ ἥρωι κῦδος ἄσπετον. Ἤτοι ὁ μὲν ὃς ἀλεύσατο λώβην, ἔπειτα καὶ τὸ μήσατο Ἰλλυριῶν ἀρχὸς ἀγανόφρων ὀστέα συλήσειν Δημητρίου κυδαλίμοιο, βωμὸν ἀναστήσαντα καὶ στήλην εἶδος ὁμοίαν· ὁ δ’ ἀνένευε· δίδαξε δέ μιν τόδε νήδυμος ὕπνος.