Ἔτι τίνος χάριν διττῆς οὔσης περὶ τῆς τὸν μονογενῆ βλασφημίας, ὡς ἂν φαῖεν Λατῖνοι, τῆς μέν, ὅτι ἐξ αὐτοῦ τὸ Πνεῦμα οὐκ ἐκπορεύεται, τῆς δέ, ὅτι οὐ καθ’ ὑπόστασιν ἥνωσεν ἑαυτῷ τὴν ἀνθρωπίνην φύσιν· καὶ τῆς μέν, οὔσης περὶ τὴν ἐκείνου θεότητα, τῆς δέ, περὶ τὴν οἰκονομίαν τὴν αὑτοῦ, ἀμφότερα ἐν τῇ συνόδῳ διαῤῥήδην λέγοντος Νεστορίου δι’ ὧν γράφει, περὶ μὲν τῆς εἰς τὴν οἰκονομίαν τοσοῦτον οἱ Πατέρες κατ’ ἐκείνου ἐῤῥύησαν, ὥστε δι’ αὐτό γε τοῦτο καὶ θάνατον ἐπὶ ξένης εἵλοντο καὶ δρόμους τοσούτους ἤνυσαν καὶ βιβλία τοσαῦτα κατέλιπον, καὶ συκοφαντίας ἠνέσχοντο, περὶ δὲ τῆς ἑτέρας, ἣ καὶ μείζων καθέστηκεν, εἴπερ μείζων ἀνθρώπου Θεός, οὐδὲ βραχύ τι φροντίσαι δέον ἐνόμισαν; Τοῦτο γὰρ αἰνίγματι παραπλησίον. Εἰ μὲν γὰρ ἀδιάφορον τὸ οὕτως ἢ ἐκείνως φρονεῖν, τίς ἡ τοσαύτη περὶ τὸ ἔλαττον ἡ σπουδή; Εἰ δὲ τοῦτο οὐδ’ ἂν Λατῖνοι φαῖεν, οὐδὲ γάρ ἐστι σῴζεσθαι, μὴ τῆς πίστεως ὑγιῶς ἐχούσης, λεγέτωσαν αὐτοὶ τὴν αἰτίαν τῆς σιωπῆς καὶ τοῦ χάριν. Περὶ μὲν τῶν ἐλαττόνων τοσαύτην εἰσέφερον τὴν σπουδήν, περὶ δὲ τῶν μεγίστων, οὐδ’ ἡντινοῦν; καὶ ταῦτα τοῦ Κυρίου λέγοντος, κατὰ μὲν τοῦ βλασφημήσαντος εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου συγγνώμην εἶναι—τοῦτο δὲ εἶπε τὴν οἰκονομίαν αἰνιττόμενος— τῷ δὲ κατὰ τοῦ Πνεύματος πεπαρῳνηκότι, μὴ εἶναι ἀνοχάς, τὴν θεότητα ὑποδηλῶν τὴν αὑτοῦ!