Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεῖλος Καβάσιλας – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως

Νεῖλος Καβάσιλας

Ανασκευή του έβδομου συλλογισμού: Η τάξη και η αλληλουχία στην Αγία Τριάδα

Απάντηση στο επιχείρημα ότι η τάξη των θείων προσώπων συνεπάγεται αποκλειστικά αιτιώδη σχέση, διαφυλάσσοντας την πατερική αντίληψη περί ασύγχυτης διατήρησης των ιδιωμάτων (Κεφάλαιο 41).

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεῖλος Καβάσιλας

—

Κεφάλαιο 7 από 12

Λατίνων κεφάλαιον μαʹ. Συλλογισμὸς ἕβδομος «Ἔτι εἴ τις τὰ διάφορα εἴδη τῶν πραγμάτων ἐπισκοπήσειεν, ἔστι τις ἐν αὐτοῖς τάξις, καθ’ ὃ τὰ μὲν ζῶντα πρὸ τῶν μὴ ζώντων εἰσί, καὶ τὰ ζῷα ὑπὲρ τὰ φυτά, καὶ ὁ ἄνθρωπος ὑπὲρ τὰ ἄλλα ζῷα, καὶ ἐν ἑκάστοις τούτων διάφοροι βαθμοὶ εὑρίσκονται κατὰ διάφορα εἴδη· ὅθεν καὶ Πλάτων τὰς τῶν πραγμάτων ἰδέας ἀριθμοὺς εἶναι ἔφησεν, οἳ τῷ εἴδει ποικίλλονται προσθέσει καὶ ἀφαιρέσει μονάδος. Ὅθεν ἐν ταῖς ἀΰλοις οὐσίαις κατὰ τὴν τάξιν μόνον ἐστὶν ἡ διάκρισις· ἐν δὲ τοῖς θείοις Προσώποις παντάπασιν οὖσιν ἀΰλοις, ἀδύνατον ἑτέραν εἶναι τάξιν, πλὴν τῆς κατ’ αἰτίαν· οὐκ ἄρα δύο εἰσὶ Πρόσωπα <ἐξ> ἑνὸς προϊόντα, εἰ μὴ θάτερον αὐτῶν ἐκ τοῦ ἑτέρου προΐοι· καὶ οὕτως ἀνάγκη ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ Ἅγιον προϊέναι».

Λύσις τοῦ κεφαλαίου Εἶναι μὲν τάξιν ἐν τοῖς θείοις, καὶ πάλιν μὴ εἶναι, οὐκ ἔστιν ἀρνεῖσθαι. Τοῦτο μὲν καθ’ ὑπεροχήν· οὐδὲ γὰρ διὰ τὸ ἄτακτον τάξιν ἐκεῖ μὴ εἶναί φαμεν, ἀλλ’ ὡς τάξιν τοῦ πράγματος ὑπερβαίνοντος. Ἐκεῖνο δέ, διὰ τὸ τὴν μὲν τάξιν ἀγαθὸν οἴεσθαι, πλήρωμα δὲ εἶναι παντὸς ἀγαθοῦ τὸν Θεόν.

Καὶ μὴν καὶ εἰ πάντα τὰ ὑπὸ τοῦ Θεοῦ καλά, καὶ οὕτω τοιαῦτα, ὡς καὶ σῴζειν ἐν ἑαυτοῖς τὸν ὅρον τὸν τοῦ καλοῦ, καλὰ γὰρ λίαν προσείρηται παρὰ τῆς γραφῆς, καὶ κόσμος δὲ τὸ πᾶν τοῦτο καλεῖται, καλὸν δὲ καὶ κόσμος οὐκ ἂν εἴη, ἂν μὴ καὶ τάξις προσῇ· τὰ δ’ ἐν τοῖς αἰτιατοῖς προσηγουμένως πρόεισιν ἐν τοῖς αἰτίοις, ὡς ὁ θεῖός φησι Διονύσιος· πᾶσα ἀνάγκη καὶ τάξιν ἐκεῖ νομίζειν κατὰ τὸν ἀπόρρητον μέντοι λόγον, καὶ ὥσπερ ἂν ἐκεῖνος εἴποι περὶ αὐτοῦ, οὐχ ἣν ἂν ἡμεῖς ἐκείνῳ δοίημεν. Ἀταξία γὰρ τὸ τοιοῦτον σαφὴς περὶ τῆς τάξεως ἐκείνης σκοπουμένους μὴ ἀναμένειν ἐκεῖθεν τὸ σύνθημα, ἀλλ’ ὁριστὰς ἡμᾶς εἶναι τοῦ τινα [δὴ] τρόπον τὰ ἐκεῖ τετάχθαι· οὐδὲ γὰρ ἀμνημονεῖν προσῆκε τῆς ἀποστολικῆς παραδόσεως, καθόλου διακελευομένης «οὐ τολμητέον εἰπεῖν, οὔτε μὴν ἐννοῆσαι, περὶ τῆς ὑπερουσίου θεότητος παρὰ τὰ θειωδῶς ἡμῖν ἐκ τῶν ἱερῶν λογίων ἐκπεφασμένα».

Λέγομεν δή. Τὸν Θεὸν καὶ μονάδα καὶ τριάδα φαμέν· τὸ δὲ διὰ τὴν κοινὸν τῆς φύσεως καὶ τῶν ὑπερφυῶς προσόντων αὐτῇ, τὸ δὲ διὰ τὴν τρισυπόστατον τῆς ὑπερουσίου γονιμότητος ἔκφανσιν. **** Ἀλλὰ κατὰ μὲν τὴν οὐσίαν, πῶς ἂν εἴη τάξις ἐν τοῖς θείοις, τῆς μὲν μιᾶς καὶ τῆς αὐτῆς οὔσης, τῆς δὲ τάξεως τὸ πρότερον καὶ ὕστερον ἀπαιτούσης; Τὰ γὰρ αὐτὰ καὶ προαριθμεῖται καὶ ὑπαριθμεῖται παρὰ τῇ θείᾳ γραφῇ διὰ τὴν ἰσοτιμίαν τῆς φύσεως, ὡς ἠκούσαμεν. Δῆλον δέ· νῦν μὲν γὰρ βαπτίζειν φησὶν ὁ Κύριος «εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος», νῦν δέ φησιν· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν». Καὶ νῦν μέν φησιν· «Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι», νῦν δέ· «Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν». Καὶ ἐν τῇ Ἀποκαλύψει δὲ ὁ μακάριος Ἰωάννης· «Χάρις ὑμῖν καὶ εἰρήνη, φησίν, ἀπὸ Θεοῦ Πατρός, καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων, καὶ ἀπὸ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ», ἀντὶ τοῦ Ἁγίου Πνεύματος τὰς ἐνεργείας τοῦ Πνεύματος ἐν τῇ τῆς Τριάδος ἀπαριθμήσει παραλαβών.

Οὕτω μὲν οὖν κατ’ οὐσίαν οὐκ ἂν εἰκότως λέγοιμεν τάξιν ἐκεῖ· κατὰ δὲ τὰς ὑποστάσεις, τρεῖς οὔσας, καὶ πάνυ προσεῖναι τάξιν φαμέν· αὕτη δέ ἐστι τὸ τηρεῖν τῶν θείων Προσώπων ἕκαστον τὴν ἑαυτοῦ ἰδιότητα ἀμιγῆ καὶ ἀκοινώνητον πρὸς τὰ ἕτερα. Φησὶ γὰρ ὁ θεῖος Γρηγόριος ἐν τῷ Περὶ τοῦ Ἁγίου Πνεύματος· «Ἔδει γὰρ τὰς ἰδιότητας μεῖναι Πατρὶ καὶ Υἱῷ [καὶ Ἁγίῳ Πνεύματι], ἵνα μὴ σύγχυσις ᾖ παρὰ τῇ θεότητι, τῇ καὶ τ’ ἄλλα εἰς τάξιν ἀγαγούσῃ». Καὶ ὁ θεῖος Διονύσιος· «Οὔτε τὰ ἡνωμένα διαιρεῖν —φησί—θεμιτόν, οὔτε τὰ διακεκριμένα συγχεῖν».

Εἰ δὲ τοῦτο μὲν τάξις ἐν τοῖς ὑπερουσίοις τὸ τὰς ἰδιότητας ἀκινήτους μένειν, καὶ αὖ τοὐναντίον ἀταξία καὶ σύγχυσις· αἱ δὲ τοῦ Πατρὸς ἰδιότητες, ὡς ὁ τῶν θεολόγων ἄκρος φησί, τὸ ἄναρχον καὶ ἡ ἀρχή, καὶ μόνη δὴ πηγὴ τῆς ὑπερουσίου θεότητος ὁ Πατήρ, καὶ «ὅσα τοῦ Πατρὸς πάντα καὶ τοῦ Υἱοῦ, πλὴν τῆς αἰτίας»· τὸ καὶ τῷ Υἱῷ τὸ αἴτιον νέμειν καὶ ἀρχὴν αὐτὸν θεότητος λέγειν καὶ προβολέα τοῦ Πνεύματος, οὐ τάξιν εἰσάγειν, ἀλλὰ μᾶλλον τάξιν λύειν ἐστίν, οὐκ ἄρα ἀληθὴς ὁ λόγος ἐν ἑκάστῳ τῶν θεαρχικῶν Προσώπων πρὸς ἕκαστον τὴν τοῦ αἰτίου καὶ αἰτιατοῦ τάξιν ζητεῖν.

Οὐ μὴν ἀλλ’ εἰ μὲν μόνου τοῦ Πατρὸς προβολέως ὑποκειμένου, οὐ διεκρίνετο τοῦ Πνεύματος ὁ Υἱός, εἰκότα καὶ πάνυ λέγειν ἔδοξαν ἄν· εἰ δὲ σῴζεται ἡ διάκρισις, ὡς διὰ πολλῶν ἐδείξαμεν, καὶ εἰ μηδαμῶς ὁ Υἱὸς προβολεὺς τοῦ Πνεύματος· τὸ δὲ τὴν διάκρισιν σῴζειν τηροῦντος ἂν εἴη τὴν τάξιν, ὡς ἡ διδασκαλία φησὶ τοῦ Πνεύματος, μάταιος ἡ σπουδὴ τὴν μὲν οὖσαν διαπτύειν, τὴν δὲ μὴ οὖσαν ζητεῖν, ὥσπερ μὴ βουλομένους οὕτω τὰ θεῖα καὶ συνάπτειν καὶ διαιρεῖν, ὡς αὐτὰ δήπου καὶ ἥνωται καὶ διήρηται, καὶ ὡς ἡ τῶν ἀποστόλων ἔχει παράδοσις.

Ἔτι, ὡς ἐν τοῖς ἄνω δέδεικται λόγοις, πολλῶν μὲν ἀναφυομένων ἀτόπων, πολλῶν δὲ ὁμολογουμένων ἀναιρουμένων ἄν τις τὸν Υἱὸν προβολέα τοῦ Πνεύματος φῇ, καὶ πασῶν τῶν οἰκουμενικῶν συνόδων μεθ’ ἡμῶν ἱσταμένων κἀν τούτῳ τῷ μέρει, πῶς ἄν τις καλοίη τάξιν Υἱοῦ καὶ Πνεύματος τὴν κατὰ τὸ αἴτιον καὶ τὸ ἐξ αὐτοῦ, δι’ ἣν οὐδὲν κινδυνεύει, ὅσα γε χριστιανοῖς ὡμολόγηται, σχεδὸν σῴζεσθαι; Οὐ μὴν ἀλλὰ καὶ ἡμῶν λεγόντων καὶ ἐπὶ Υἱοῦ καὶ Πνεύματος ἀναγκαίαν εἶναι σῴζεσθαι τὴν τάξιν τὴν κατὰ τὸ αἴτιον καὶ τὸ ἐξ αὐτοῦ, ἀνάπαλιν μέντοι, ὥστε εἶναι τὸν Υἱὸν ἐκ τοῦ Πνεύματος, τί ποτε ἂν εἶπον Λατῖνοι; Πάντως ἂν ἐβόησαν περιαιρουμένης τῆς πατρικῆς ἰδιότητος, καὶ ἀταξίαν τὸ τοιοῦτον ἐκάλουν, καὶ οὐδενὸς ἂν ἐφείσαντο. Τοῦτο δὲ καὶ παρ’ ἡμῶν δίκαιοι πάντως ἂν εἶεν ἀκούειν αὐτοί, ἕως ἂν ᾖ τὸ αἴτιον καὶ ἡ ἀχρὴ καὶ τὸ πηγαῖον ἴδιον τοῦ Πατρός, ὥσπερ δῆτα καὶ τὸ ἄναρχον.

Οὐκ ἄρα Υἱοῦ καὶ Πνεύματος τάξις ἂν εἴη, ὡς ἡ ἀρχὴ καὶ τὸ ἐξ αὐτῆς· ἀλλὰ Πατρὸς μὲν πρὸς Υἱὸν ἢ πρὸς τὸ Πνεῦμα, καὶ μάλα, Υἱοῦ δὲ πρὸς τὸ Πνεῦμα, οὐδὲ ἐννοεῖν τοῦτό γε θέμις, ἵνα μὴ λάθωμεν προσχήματι τάξεως πάντα μιγνύντες χρήματα. Ἀλλὰ ἀρκούμενοι ταῖς ἰδιότησιν Υἱοῦ καὶ Πνεύματος, ἃς ἡμῖν τὸ Πνεῦμα τὸ Ἅγιον παραδέδωκε, καὶ δὴ καὶ τῇ διὰ πάντων ἰσότητι, καὶ γὰρ ἔνιοι καὶ τοῦτο καὶ τάξιν καὶ ἀρχὴν τάξεως εὖ καὶ καλῶς ἐνόμισαν, οὕτω τὴν τάξιν τὴν ἐκείνων καὶ εἰδέναι νομίζομεν καὶ τηρεῖν, εἴπερ ἡμῖν μέλλει καὶ ὁπωσοῦν μὴ τῆς ἀληθείας διαμαρτεῖν.