Ἀλλ’ οὔτε τοῦτο συγχωρήσομεν, οὔτ’ ἐκεῖνο νομιοῦμεν εὖ ἔχειν.
Εἰ δὲ πρόφασις αὐτοῖς μὴ τὸν λόγον ἔχειν τὸ ἀναγκαῖον, ἀνωμολόγηται γὰρ τὸ γεννᾶν ἴδιον ὂν τῷ Πατρί, ἀλλὰ καὶ εἴ τις ἕτερος, ἕως ἂν πατέρα νομίζῃ τὸ Πνεῦμα τὸ Ἅγιον, οὐδ’ οὗτος ἀναιρεῖ γε μὴ τὸ γεννᾶν ἴδιον οἴεσθαι τοῦ Πατρός. Εἰ δὲ ἀδύνατος ἡ ὑπόθεσις, οὐκοῦν οὐδὲν κωλύει, ὥσπερ ὁ Πατὴρ τῇ τοῦ γεννᾶν ἰδιότητι, οὐ τοῦ Υἱοῦ μόνον, ἀλλὰ καὶ τοῦ Πνεύματος διακρίνεται, ὡς μηδαμῶς γεννῶντος τοῦ Πνεύματος, καὶ διαφορὰ κατ’ οὐσίαν οὐκ ἂν εἴη τοῦτο Πατρὸς καὶ Πνεύματος, οὕτω κἀν τῇ προβλητικῇ δυνάμει διακριθήσεται οὐ τοῦ Πνεύματος μόνον, ἀλλὰ καὶ τοῦ Υἱοῦ, ὁ Πατήρ, οὐ τὸν ἴσον δὲ τρόπον, ἀλλὰ τοῦ μὲν Πνεύματος ὅτι αὐτοῦ προβολεύς, τοῦ δὲ Υἱοῦ ὅτι τὴν ἰδιότητα ταύτην οὐκ ἔχει λαβὼν παρὰ τοῦ Πατρός, ἴσος γε αὐτῷ κατ’ οὐσίαν ὤν. Εἰ δὲ καὶ ὥσπερ τὸ γεννᾶν οὕτω καὶ τὸ προβάλλειν, καὶ ὅλως, τὸ πηγάζειν θεότητα ἴδιον δέδεικται τοῦ Πατρός, πῶς ἂν γένοιτο τοῦτο προσωπικὴ μὲν πρὸς τὸ Πνεῦμα διάκρισις, φυσικὴ δὲ πρὸς τὸν Υἱὸν κοινωνία; ἢ γὰρ καὶ τῇ τοῦ γεννᾶν ἰδιότητι τὸ ὅμοιον ἔσται, ἢ οὐδὲ τῇ προβλητικῇ δυνάμει, εἴπερ μήδε ἐκείνῃ.