Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεῖλος Καβάσιλας – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως

Νεῖλος Καβάσιλας

Ανασκευή του πρώτου λατινικού συλλογισμού: Η διάκριση των θείων προσώπων και οι αιτιώδεις σχέσεις

Έλεγχος του επιχειρήματος του Θωμά Ακινάτη (Κεφάλαιο 35) ότι τα θεία πρόσωπα διακρίνονται μόνο κατά την αντίθεση της αιτιότητας, αντιτάσσοντας την πατερική διδασκαλία περί των τρόπων υπάρξεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεῖλος Καβάσιλας

—

Κεφάλαιο 3 από 12

Λατίνων κεφάλαιον λεʹ. Συλλογισμὸς πρῶτος «Τοῦτο δὲ καὶ ἐξ ἀναντιρρήτων λόγων δῆλόν ἐστιν. Ἐν γὰρ τοῖς πράγμασιν, ἀφαιρεθείσης ὑλικῆς διακρίσεως, ἥτις ἐν τοῖς θείοις Προσώποις τόπον οὐκ ἔχει, κατὰ μόνην ἀντίθεσιν δυνατόν τινα διακρίνεσθαι. Τὰ γὰρ πρὸς ἄλληλα μηδεμίαν ἀντίθεσιν ἔχοντα, δυνατὸν ἅμα εἶναι ἐν τῷ αὐτῷ, ὅθεν ἀδύνατον ταῦτα διακρίσεως αἴτια εἶναι· εἰ γὰρ καὶ διάφορά ἐστι τὸ λευκὸν καὶ τρίγωνον, ἐπεὶ μὴ ἀντίκειται, πολλάκις ἐν τῷ αὐτῷ εἶναι συμβαίνει.

Ἀνάγκη δὲ ὑποτίθεσθαι κατὰ τὰ τῆς καθολικῆς Ἐκκλησίας δόγματα τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Υἱοῦ διακρίνεσθαι, ἄλλως γὰρ οὐκ ἂν ἦν τριὰς ἐν τοῖς Προσώποις, ἀλλὰ δυάς. Ἀνάγκη τοίνυν τὴν τοιαύτην διάκρισιν κατά τινα ἀντίθεσιν γίνεσθαι· οὔτε δὲ καταφάσεως καὶ ἀντιφάσεως ἀντιθέσει, οὕτω γὰρ τὰ ὄντα διακρίνεται τῶν μὴ ὄντων· οὔτε στερήσεως καὶ ἕξεως ἀντιθέσει, οὔτω γὰρ τὰ τέλεια τῶν ἀτελῶν διακρίνεται· οὔτε τῇ τῆς ἐναντιότητος ἀντιθέσει, οὕτω γὰρ διακρίνονται τὰ κατ’ εἶδος διάφορα, ἡ γὰρ ἐναντιότης, ὡς διδάσκουσιν οἱ φιλόσοφοι, διαφορά ἐστι κατ’ εἶδος· ἥτις δὴ διαφορὰ τοῖς θείοις οὐχ ἁρμόζει Προσώποις, ἓν γάρ ἐστιν αὐτῶν τὸ εἶδος ὥσπερ καὶ μία οὐσία, ὡς ἐν τῷ δευτέρῳ τῆς πρὸς Φιλιππησίους φησὶν ὁ Ἀπόστολος περὶ τοῦ Υἱοῦ, ὡς ἐν μορφῇ Θεοῦ ὑπάρχοντος, δηλαδὴ τοῦ Πατρός. Λείπεται τοίνυν ἀλλήλων τὰ θεῖα Πρόσωπα διακρίνεσθαι τῇ τῶν πρός τι μόνον ἀντιθέσει, οὕτω γὰρ ὁ Υἱὸς τοῦ Πατρὸς διακρίνεται κατὰ τὴν ἀντίθεσιν τῆς πρὸς τὸν Πατέρα τοῦ Υἱοῦ ἀναφορᾶς· ἐν δὲ τοῖς θείοις Προσώποις οὐδεμία ἄλλη ἀναφορικὴ ἀντίθεσις εἶναι δύναται, εἰ μὴ μόνον ἡ κατ’ αἰτίαν. Τὰ γὰρ ἀναφορικῶς ἀντικείμενα ἢ ἐν ποσῷ εἰσιν, ὡς τὸ διπλάσιον καὶ τὸ ἥμισυ, ἢ ἐν πάθει καὶ ἐνεργείᾳ, ὡς δεσπότης καὶ δοῦλος, κινοῦν καὶ κινούμενον, πατὴρ καὶ υἱός.

Πάλιν δὲ τῶν πρός τι τῶν ἐν ποσῷ ὄντων, τὰ μὲν ἐν διαφόροις ποσοῖς θεωροῦνται, ὡς διπλάσιον καὶ ἥμισυ, μεῖζον καὶ ἔλαττον, τὰ δὲ ἐν ἑνί, ὡς τὸ αὐτό, ὃ σημαίνει ἓν τῇ οὐσίᾳ, καὶ ἴσον, ὃ σημαίνει ἓν τῷ ποσῷ, καὶ ὅμοιον, ὃ σημαίνει ἓν τῷ ποιῷ· τὰ θεῖα δὲ Πρόσωπα οὐ δύνανται διακρίνεσθαι ταῖς ἐν διαφόροις ποσοῖς οὔσαις ἀναφοραῖς, οὕτω γὰρ ἀναιρεθήσεται ἡ τῶν τριῶν Προσώπων ἰσότης· ἀλλ’ οὐδὲ ταῖς ἐν ἑνὶ οὔσαις ἀναφοραῖς, αὗται γὰρ οὐκ εἴσιν αἴτιαι διακρίσεως, μᾶλλον δὲ πρὸς ἑνότητα ἀφορῶσιν, εἰ καί τινα τούτων πολλάκις διάκρισίν τινα προεπινοεῖν ἀναγκάζουσιν· ἐν δὲ ταῖς ἐν πάθει ἢ ἐνεργείᾳ οὔσαις ἀναφοραῖς ἀεὶ θάτερόν ἐστιν ὑποκείμενον καὶ ἄνισον κατὰ δύναμιν, πλὴν ἐν μόναις ταῖς κατ’ αἰτίαν ἀναφοραῖς, ἐν αἷς οὐδεμία ἐλάττωσις ἀναφαίνεται, ἐπεὶ εὑρίσκεταί τι προάγον ὅμοιον ἑαυτῷ καὶ κατὰ τὴν φύσιν καὶ τὴν δύναμιν ἴσον. Λείπεται τοίνυν τὰ θεῖα Πρόσωπα μὴ δύνασθαι διακρίνεσθαι, εἰ μὴ τῇ κατ’ αἰτίαν ἀναφορικῇ ἀντιθέσει. Ἀνάγκη τοίνυν εἰ τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Υἱοῦ διακρίνεται, ἀπ’ αὐτοῦ εἶναι, οὐ γὰρ ἔστι λέγειν ὡς ὁ Υἱός ἐστιν ἐκ τοῦ Πνεύματος, ἐπεὶ μᾶλλον τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Υἱοῦ εἶναι λέγεται καὶ παρὰ τοῦ Υἱοῦ δίδοσθαι».

Λύσις τοῦ συλλογισμοῦ, καὶ περὶ θείας διακρίσεως Οὗτος ὁ λόγος, καὶ δὴ καὶ τῶν ἑξῆς ἕκαστος, πάσαις ταῖς προειρημέναις αἰτίαις εἰκότως ἐνέχοιτ’ ἄν, τῇ τε γὰρ παραδόσει τοῦ Κυρίου καὶ τῶν ἀποστόλων πολέμιος ἀτεχνῶς· οὐδὲ γὰρ ἐν σοφίᾳ λόγου τὸ εὐαγγέλιον καταγγέλλεσθαι θεμιτόν, καὶ τῶν μισθῶν τῆς πίστεως καὶ τῆς ἐλπίδος ἀποστερεῖ, καὶ μὴν καὶ λίθον ἕψειν δοκεῖ καὶ εἰς οὐρανὸν τοξεύειν καὶ εἰς πῦρ ξαίνειν, ὑπὲρ γὰρ ἀνθρωπίνην διάνοιαν καὶ πᾶσαν ἀπόδειξιν τὸ ζητούμενον.

Ἔτι γε μὴν οὐδὲ ἀποδεικτικός ἐστιν, οὔτε γὰρ ἐκ προτέρων καὶ αἰτίων, καὶ οὐδὲ ἐκ τοῦ αὐτοῦ γένους τὰ ἄκρα καὶ τὰ μέσα αὐτῷ, ἀλλὰ τέρας τι δοκεῖ σύνθετον, τὴν μὴν τῶν προτάσεων ἐκ τῶν ὑπερουσίων καὶ ὑπὲρ νοῦν, τὴν δ’ ἑτέραν ἐκ τῶν αἰσθητῶν εἰληφώς· καὶ μὴν οὐδὲ διαλεκτικός, δι’ ἅ γε προείρηται. Τί τοίνυν οἰκεῖον γένοιτ’ ἂν αὐτῷ πρόσρημα; πάντως τοῖς σοφιζομένοις μετὰ τῆς ἀπάτης αὐτὸν ἀπορρίψομεν, τῷ σκότῳ καὶ τοῖς αὐτὸν γεννησαμένοις τηρούμενον. Ἀλλὰ ταῦτα μέν, εἴ γε ἐνῆν, εἰ μὴ ἐπὶ τῶν ὑπερουσίων, ἐπὶ τῶν ὄντων γοῦν τἀληθὲς τιμᾶν· νῦν δὲ ἡ τοῦ ψεύδους φιλοτιμία καὶ τῶν ὄντων καθίκετο.

Ἀλλ’ ἵνα ὥσπερ ὑπ’ ὄψιν γένηται, πάντα τὸν συλλογισμὸν ἐκθέμενοι πρότερον, οὕτω τὴν ἀπάτην φωράσομεν. Ὁ Υἱὸς καὶ τὸ Πνεῦμα διακρίνονται· ἃ διακρίνονται, εἴ γε μὴ κατὰ τὴν ὕλην ἡ διάκρισις, ἑνί γε τρόπῳ τῆς ἀντιθέσεως διακρίνεται. Καὶ τὸ συμπέρασμα δῆλον. Τῶν δ’ ἐν τῷ συλλογισμῷ ὑποθέσεων, ἡ μὲν ἐλάττων ἐκ τῆς γραφῆς καὶ ἀναγκαία· τὴν δὲ μείζονα οὔτε παρὰ τῆς διδασκαλίας τοῦ Πνεύματος Θωμᾶς, ὃ ταῦτα λέγων, ἔχει λαβών, οὔτε του τῶν οἰκουμενικῶν συνόδων ἢ τῶν διδασκάλων ἤκουσε λέγοντος, ἀλλ’ ἐκ τῶν αἰσθητῶν ταύτην ἁρπάσας, ὡς δῆθεν ἀληθεύουσαν ἐπὶ τῶν ὄντων ἁπλῶς, τῇ θεολογίᾳ ταύτην καὶ λίαν θρασέως συνῆψεν, ἵνα μὴ λέγωμεν ἀμαθῶς.

Δῆλον δέ. Τὰ διακρινόμενα, φησίν, ἑνί γε τρόπῳ τῶν ἀντιθέσεων διακρίνονται. Εἰ μὲν δὴ μὴ πάντα, ἀληθὴς μὲν ὁ λόγος· μερικῆς δὲ οὔσης τῆς θέσεως, ἀπηλλαγμένοι πραγμάτων πάντως ἡμεῖς. Οὐδὲ γὰρ ἀναγκαῖον, οὐδὲ συλλογισμὸς οὐδαμοῦ, οὕτω προχωροῦντος τοῦ λόγου. Εἰ δὲ πάντα ἐροῦσι, τί ἄν τις εἴποι περὶ ψυχῶν ἢ ἀγγέλων ἐξηρημένων τῆς ὕλης, καὶ διακεκριμένων μέν, μὴ καταδεχομένων δὲ τὴν κατὰ τὴν ὕλην διάκρισιν; Εἴ τε γὰρ μὴ διακέκριται ψυχὴ πρὸς ψυχήν, καὶ πρὸς ἄγγελον ἄγγελος, οὐ πολλαὶ ψυχαί, οὐδὲ πολλοὶ ἄγγελοι. Ἀλλ’ ἄτοπον τοῦτό γε· περί τε γὰρ τῶν ἀγγέλων φησὶν ἡ γραφή· «Χίλιαι χιλιάδες καὶ μύριαι μυριάδες παρειστήκεισαν τῷ Θεῷ». Καὶ δὴ καὶ ψυχῶν γένος τοσοῦτον. Εἴ τε κἀν τούτοις κατὰ πᾶσαν ἀνάγκην διάκρισις, τίς ἂν εἴη ζητητέον ἐστίν.

Ἀλλὰ μὴν οὐδὲ ἀντιθέσει ταῦτα διακρινοῦμεν οὔτε καταφάσεως καὶ ἀποφάσεως, οὕτω γὰρ τῶν μὴ ὄντων τὰ ὄντα διαλλάττουσιν, ὡς ὁ Θωμᾶς βούλεται· οὔτε στερήσεως καὶ ἕξεως ἀντιθέσει, οὕτω γὰρ τὰ τέλεια διακρινοῦμεν τῶν ἀτελῶν, τελεία δὲ ἑκάστη ψυχή, ὥσπερ δὴ καὶ ἄγγελος. Οὐ μὴν οὐδὲ κατὰ τὰ ἐναντία αὐτοῖς ἡ διαφορά, οὕτω γὰρ τὰ κατ’ εἶδος διαφέροντα ἀλλήλων διενηνόχασι· ψυχὴ δὲ ὁμοειδὴς ἑκάστῃ ψυχῇ, ὥσπερ δὴ καὶ ἀγγέλῳ ἄγγελος. Ἀλλ’ οὐδὲ κατὰ τὰ πρός τι, ἅπερ αὐτὸς ἀναφορικὰ καλεῖ· οὔτε γὰρ κατὰ τὸ αἴτιον καὶ τὸ ἐξ αὐτοῦ, οὐδὲ γὰρ ἄγγελος ἐξ ἀγγέλου ἢ ψυχὴ ἐκ ψυχῆς. Οὔτε μὴν ἐν ἑτέρᾳ ἀναφορᾷ ἐν πάθει ἢ ἐνεργείᾳ θεωρουμένῃ· ἐν τούτοις γάρ, ὡς καὶ ὁ Θωμᾶς φησιν, ἀεὶ θάτερόν ἐστιν ὑποκείμενον καὶ κατὰ δύναμιν ἄνισον, ὅπερ ἐπὶ τῶν ἄνω τάξεων ἢ τῶν ψυχῶν χώραν οὐκ ἔχει. Ἀλλ’ οὐδὲ μὴν ἑτέρᾳ διακρίσει κατὰ τὰ πρός τι θεωρουμένῃ, ἢ ἐν ποσῷ ἢ ἐν ποιῷ· ὁμοειδεῖς γὰρ καὶ ἄγγελοι καὶ ψυχαί, καὶ ὁμοταγεῖς ἀλλήλοις, εἰ καὶ μὴ πάντες ἄγγελοι. Καὶ ὅλως, τίς ἂν γένοιτο διαφορὰ κατὰ τὰ πρός τι ψυχῶν καὶ ἀγγέλων, οὐ κατὰ συμβεβηκός, ἀλλὰ καθ’ αὑτό, οὐδὲ πλάσαι ῥᾴδιον.

Καὶ μὴν καὶ κατ’ εἶδος διαφερόντων κριοῦ καὶ τράγου, καὶ ἵππου καὶ βοός, ποία ἐν τούτοις ἐναντιότης ᾗ διαφέροι ἂν εἶδος εἴδους, ὡς ὁ Θωμᾶς ἀξιοῖ; Εἰ μὲν γὰρ κατ’ ἐναντίωσιν ἡ διάκρισις, ὥσπερ ἄνθρωπος καὶ ἵππος τῷ λογικῷ καὶ ἀλόγῳ διέστησαν, καὶ διάφορα πάντως κατ’ εἶδος· εἰ δὲ τοῦτο, οὐ πάντως κἀκεῖνο. Καὶ χωρὶς δὲ τούτων, τό τε λευκὸν καὶ φαιόν, διακεκριμένα ὄντα, οὐκ ἂν ῥᾳδίως ὑπάγοιντο τῷ παρὰ τοῦ Θωμᾶ κανόνι τῆς διακρίσεως. Οὐκοῦν ἀνάγκη ἢ μὴ διακρίνεσθαι τὰ προειρημένα, ἢ ψεύδεσθαι τὸν προεκτεθέντα κανόνα πάντα διακρίνοντα ἢ τῇ ὕλῃ, ἢ ἑνί γε τρόπῳ τῆς ἀντιθέσεως. Ἀλλὰ μὴν τούτων διακρινομένων, ἀνάγκη μὴ πάντα ἀληθῆ τὸν λόγον νομίζειν, μηδὲ τῶν ὄντων διαιτητὴν ἀξιόχρεων. Οὐκοῦν οὐδ’ ὅσα ἐκ τούτων Λατῖνοι περαίνειν βούλονται, πάντως ἂν εἶεν ἀληθῆ.

Εἰ δὲ λέγοιεν πρὸς ταῦτα τοὺς μὲν ἀγγέλους μὴ ὁμοειδεῖς εἶναι, μηδὲ ἔχειν τὸ αὐτὸ κατ’ οὐσίαν, καὶ ταύτῃ τούτους διακεκρίσθαι, τὰς δὲ ψυχὰς καὶ τῶν σωμάτων ἀπαλλαγείσας τῇ πρὸς τὴν ὕλην ῥοπῇ οἰκείων σωμάτων τὴν διάκρισιν ἴσχειν, ἃ δὲ καὶ ἀναλήψονται ἐν τῷ τῆς ἀποκαταστάσεως χρόνῳ, —οὐκ ἀναγκαῖος ὁ λόγος. Πρῶτον μὲν γὰρ ἀληθεύειν αὐτοῖς περὶ τῶν ἀγγέλων δεδόσθω κατ’ εἶδος διενηνοχότων· οὐκοῦν λεγέτωσαν τὰς ἐναντιότητας, ᾗ διαφέρει ἄγγελος ἀγγέλου. Οὕτω γὰρ Θωμᾶς ἀξιοῖ διακρίνεσθαι τὰ κατ’ εἶδος διάφορα, καὶ τὴν αἰτίαν ἐπάγων φησίν· «Ἡ γὰρ ἐναντιότης, ὡς διδάσκουσιν οἱ φιλόσοφοι, διαφορά ἐστι κατ’ εἶδος». Ἔπειτα οὐδὲ κατ’ εἶδος ἡ διαφορὰ τῶν δυνάμεων ἐκείνων, οὐ γὰρ τοῦτο βούλονται οἱ τῆς Ἐκκλησίας νόμοι. Ὁ μὲν γὰρ Μέγας Βασίλειος ἐν τῷ τρίτῳ τῶν πρὸς Εὐνόμιόν φησιν· «Ἄγγελοι πάντες ὥσπερ προσηγορίας μιᾶς, οὕτω καὶ φύσεως πάντως τῆς αὐτῆς τυγχάνουσιν». Ὁ δὲ θεῖος Κύριλλος ἐν τῇ ἑρμηνείᾳ τῇ εἰς τὸν ἅγιον Ἰωάννην τὸν Εὐαγγελιστήν, ἐν οἷς ἀναπτύσσει τὴν τοῦ Βαπτιστοῦ φωνὴν ὅτι ‘τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ’, φησίν· «Ἀγγέλου δὲ οἶμαι διοίσει κατ’ οὐδὲν ἕτερος ἄγγελος, κατά γε τὸ εἶναι τοῦθ’ ὅπερ εἰσὶν ἄγγελοι δηλαδή, διὰ τῆς πρὸς ἀλλήλους ὁμοειδίας, εἰς μίαν ἅπαντες ἀναδεσμούμενοι φύσιν».

Καὶ περὶ μὲν τῶν ἀγγέλων ταῦτα· περὶ δὲ τῶν ψυχῶν γελοῖος ὁ λόγος εἰς ταὐτὸν ἄγειν ἀπόδειξιν ἐκ φυσικῶν ὁρμωμένην ἀρχῶν καὶ τὸ τῆς ἀναστάσεως δόγμα, χρῆμα ὑπερφυές, καὶ μεταπηδᾶν ἀφ’ ἑτέρων εἰς ἕτερα.

Ἡ γὰρ πιστευομένη παρὰ τῆς Ἐκκλησίας τῶν σωμάτων ἀνάστασις οὐ κατὰ φυσικὸν προσδοκᾶται λόγον, ἀλλὰ ξένον τι τὸ κατ’ αὐτὴν καὶ καινότατον· καὶ διδάσκαλος ἡμῖν καὶ τούτου τὸ Πνεῦμα τὸ Ἅγιον, οὗ τῇ δυνάμει καὶ τὴν ἀνάστασιν καὶ ἀφθαρσίαν καὶ τὴν θαυμαστὴν ἐκείνην ἀλλοίωσιν καὶ σφόδρα ἐλπίζομεν.

Καὶ μὴν καὶ Ἀριστοτέλης ἐν τοῖς Περὶ Ψυχῆς λόγοις· «Εἴ ἐστι— φησίν—ἐνέργειά τις ψυχῆς χωριστὴ τοῦ ὑποκειμένου, καὶ τὴν οὐσίαν χωριστὴν ἀναγκαῖον εἶναι». Τοῦ δὲ λόγου προϊόντος, χωριστὸν εἶναί φησι τὸν νοῦν, καὶ τοῦτον μόνον ἀθάνατον καὶ ἀΐδιον. Οὕτω δὴ τοὺς λόγους θέμενος ἀμφοτέρους, δῆλός ἐστι συνάγων χωριστὴν εἶναι τὴν τῆς ψυχῆς οὐσίαν τοῦ σώματος. Τούτου δὲ οὕτως ἔχοντος, πῶς ποτε δόξης περὶ Ἀριστοτέλους τὸ Λατίνων ἔχει γένος; πότερον χωριζομένας τὰς ψυχὰς τῶν σωμάτων ἀλλήλαις ἑνοῦσθαι καὶ μίαν τὰς πᾶσας εἶναι, ἢ μεταβάλλειν ταύτας εἰς ἕτερον εἶδος ᾤετο; ἄμφω γὰρ ἀδύνατα. Οὐκοῦν καὶ ἀθανάτους αὐτὰς ἡγεῖτο καὶ ὁμοειδεῖς καὶ διακεκριμένας ἀλλήλων, καὶ οὐδὲ νεκρῶν ἀνάστασις ὅτι ποτέ ἐστιν, ᾔδει. Οὐκ ἄρα οὐδὲ Ἀριστοτέλει δοκοῦντά φασιν οἱ οὕτω τὰ ὄντα ἀξιοῦντες διακεκρίσθαι, ὡς ὁ Θωμᾶς βούλεται.

Ἔτι τί τῆς διακρίσεως τῆς κατὰ ἀντίφασιν καταγνόντες Λατῖνοι ἐλαύνουσι μὲν αὐτὴν ἐκ τῆς θεολογίας, ἐλαύνουσι δὲ ἐκ τῶν ὄντων, κατὰ ταύτην μόνην τὰ ὄντα τῶν μὴ ὄντων διακεκρίσθαι νομίζοντες; οὐ γὰρ ἂν τοῦτό γε συγχωρήσαιεν οἱ τὴν ἀντίφασιν οἰόμενοι καὶ ἐπὶ τῶν ὄντων καὶ μὴ ὄντων διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. Ἔπειτα τί ἂν λέγοιεν περὶ τοῦ σημείου καὶ τῆς γραμμῆς, ἃ καὶ ὄντα εἰσί, καὶ ἑτέρως οὐ διακρίνονται εἰ μὴ τῷ τρόπῳ τῆς ἀντιφάσεως; εἴ γε τὸ μὲν ἀδιάστατον, τὸ δὲ ἐφ’ ἓν διαστατόν, καὶ τοῦ μὲν μέρος ἐστὶν οὐδὲ ἕν, ἡ δέ ἐστι μέγεθος, μῆκος μὲν ἔχον, πλάτους δὲ ἔρημον.

Ἀλλὰ καὶ οἱ λέγοντες πάντα τὰ τοῦ Πατρὸς καὶ τὸν Υἱὸν ἔχειν πλὴν τῆς αἰτίας, καὶ αὖ πάντα πλὴν τῆς ἀγεννησίας, πῶς ποτε διακρίνουσι τὸν Πατέρα καὶ τὸν Υἱόν; οὐ τῇ ἀντιφάσει; τί δὲ οἱ λέγοντες μόνη πηγὴ τῆς ὑπερουσίου θεότητος ὁ Πατήρ, ἢ μόνος ὁ Υἱὸς γεννητός, ἢ ὁ Παράκλητος μόνος ἐκπορευτός, οὐκ ἐν πᾶσι τούτοις ἀντίφασις; ἂν δὲ λέγωμεν ἢ μόνον τὸν ἄνθρωπον γελαστικόν, ἢ τὸ τρίγωνον μόνον τῶν ἄλλων σχημάτων τὰς τρεῖς γωνίας ἔχειν δυσὶν ὀρθαῖς ἴσας, ἆρα ληρεῖν δόξομεν ἢ οὐ διακρίνοντες τὰ ὄντα ἢ διακρίνοντες μέν, οὐχ ὑγιῶς δέ;

Ἀλλὰ καὶ ὁ θεῖος Διονύσιος ἐν τῷ περὶ θείας ἑνώσεως καὶ διακρίσεως λόγῳ τὸν Υἱὸν Πατρὸς καὶ Πνεύματος διακρίνων τῷ τὸν μὲν ἐξ ἡμῶν ὁλικῶς καὶ ἀληθῶς οὐσιωθῆναι, τὸν δὲ Πατέρα καὶ τὸ Πνεῦμα μὴ τοῦτον τὸν τρόπον ἐπὶ τὴν ἡμετέραν φύσιν ἐληλυθέναι, δῆλός ἐστι καὶ σφόδρα ἀποδεχόμενος καὶ ἐπὶ τῶν θείων τὴν διάκρισιν τὴν κατὰ ἀντίφασιν. Φησὶ γάρ· «Διακέκριται δὲ τῆς ἀγαθοπρεποῦς εἰς ἡμᾶς θεουργίας τὸ καθ’ ἡμᾶς ἐξ ἡμῶν ὁλικῶς καὶ ἀληθῶς οὐσιωθῆναι τὸν ὑπερούσιον Λόγον, καὶ δράσαι καὶ παθεῖν ὅσα τῆς ἀνθρωπίνης αὐτοῦ θεουργίας ἐστὶν ἔκκριτα καὶ ἐξαίρετα.

Τούτοις γὰρ ὁ Πατὴρ καὶ τὸ Πνεῦμα κατ’ οὐδένα κεκοινώνηκε λόγον, εἰ μή πού τις φαίη κατὰ τὴν ἀγαθοπρεπῆ καὶ φιλάνθρωπον ὁμοβουλίαν». Οὐκ ἄρα πάντα πρὸς ἀλήθειαν Λατίνοις τὰ περὶ διακρίσεως εἴρηται. Εἰ δὲ καὶ πάλιν λέγοιεν ἐπὶ μὲν τῶν ὄντων μὴ πάνυ τοι τὸν κανόνα ἀληθεύειν αὐτῶν, ἐπὶ μέντοι τῶν ὑπερουσίων, περὶ ὧν ἡ σπουδή, καὶ λίαν αὐτὸν ὑγιῶς ἔχειν, —πρῶτον μὲν δέδεικται μήδε τοῦτο· ἔπειτα λεγέτωσαν τὴν ἀνάγκην πόθεν αὐτοῖς περὶ τῶν θείων τοιαῦτα ἐπῆλθε λογίσασθαι, εἴ γε καὶ τὰ ὄντα σαφῶς αὐτοῖς ἀντιφθέγγονται. Λείπεται λοιπὸν τὰ ζητούμενα ὡς ὁμολογούμενα αὐτοῖς ὑποτίθεσθαι· τοῦτο δὲ ἀτεχνῶς γέλως ἐκεῖνα αἰτεῖν ἅ γε δεικνύναι πρόκειται.

Ἔτι συγκεχωρήσθω τὸν λόγον ἀληθεύειν αὐτὸν ἐπί γε τῶν ὄντων. Ὅταν λέγωσιν ἐν τῷ οἰκείῳ συλλογισμῷ οὕτω διακρίνεσθαι τὰ διακεκριμένα, κοινῇ καὶ θεῖα καὶ τὰ ὄντα οὕτω διακρίνεσθαί φασιν, ἢ μόνα τὰ ὄντα;

Εἰ μὲν δὴ μόνα τὰ ὄντα, οὐδεῖς ἔτι λόγος λοιπὸν αὐτοῖς περὶ διακρίσεως Υἱοῦ καὶ Πνεύματος· εἰ δὲ καὶ ταῦτα κἀκεῖνα, εἰπάτωσαν τί παθόντες, ὥσπερ ἐπίτηδες κακουργοῦντες τὰς ἐκ Πατρὸς Υἱοῦ καὶ Πνεύματος διαφόρους προόδους ἐν τῷ κανόνι τῷ ἑαυτῶν ἀπεκρύψαντο, καθ’ ἃς οὐδεὶς τῶν ἐκ τοῦ παντὸς αἰῶνος θεολογῶν πρὸς ἀλήθειαν καὶ τὰ θεαρχικὰ διακρίνων Πρόσωπα, ἑτέρως ἢ κατὰ τοῦτον τὸν τρόπον τοῦ Πνεύματος τὸν Υἱὸν διακρίνειν ἐνόμισεν. Οὐκοῦν περὶ διακρίσεως τῶν θείων Προσώπων ὄντος τοῦ λόγου, καὶ τῆς κυριωτάτης διακρίσεως ἐν τῇ ἀπαριθμήσει τῶν τρόπων, οὐχ ὡς ἐχρῆν, παραλελειμμένης, οὔτε πρὸς ἀνάγκην οὔτε πρὸς ἀλήθειαν ἡ τῶν προτάσεων μείζων, καὶ οὐδὲ τὸ συμπέρασμα δράσειεν ἄν.

Καὶ ὅτι ταῦτα ἀληθῆ, καὶ ὡς τὸ διάφορον τῶν προόδων τὴν διαίρεσιν ἡμῖν Υἱοῦ καὶ Πνεύματος ἔδειξε, πολλὰ τὰ μαρτύρια. Αὐτίκα ἡ γραφὴ τὸν μὲν Κύριον Υἱὸν προσεῖπεν, καὶ «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε», φησί, καὶ δὴ καὶ «Πρὸ πάντων τῶν βουνῶν γεννᾷ με». Περὶ δὲ τοῦ Πνεύματος τοῦ Ἁγίου φησὶν ὁ Κύριος· «Τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται». Ἅπερ ἡ πρώτη τῶν οἰκουμενικῶν συνόδων ἀκούσασα, «Τὸ Πνεῦμα—φησί—τὸ Ἅγιον οὐ γεννώμενον ἐκ τοῦ Πατρός, ἀλλ’ ἐκπορευόμενον».

Καὶ ὁ θεῖος δὲ Ἰουστῖνος, ὁ μάρτυς καὶ φιλόσοφος, ἐπὶ τῶν διαδόχων τῶν ἀποστόλων γεγονώς, «Ὡς ὁ Υἱός—φησίν—ἐκ τοῦ Πατρός, οὕτω καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρός, πλήν γε δὴ τοῦ τρόπου τῆς ὑπάρξεως». Ὁ δὲ θεῖος Γρηγόριος ὁ Θεολόγος ἐν μὲν τῷ Περὶ Καταστάσεως ἐπισκόπων· «Πάντα ὅσα τοῦ Υἱοῦ—φησί—καὶ τοῦ Πατρός, πλὴν τῆς υἱότητος», ἐν δὲ τῷ Εἰς τὴν Πεντηκοστήν· «Πάντα ὅσα ὁ Υἱός, τοῦ Πνεύματος, πλὴν τῆς γεννήσεως», ἐν δὲ τῷ Εἰς τὰ Ἅγια Θεοφάνια λόγῳ· «Πνεῦμα Ἅγιον ἀληθῶς τὸ Πνεῦμα, προιὸν μὲν ἐκ τοῦ Πατρός, οὐχ υἱκῶς δέ, οὐδὲ γὰρ γεννητῶς, ἀλλ’ ἐκπορευτῶς», ἐν δὲ τῷ πρὸς Ἥρωνα· «Κοινόν— φησίν—Υἱῷ καὶ Ἁγίῳ Πνεύματι τὸ ἐκ τοῦ Πατρός, ἴδιον δὲ Υἱοῦ μὲν ἡ γέννησις, Πνεύματος δὲ ἡ ἐκπόρευσις». Καὶ ὁ θεῖος Ἰωάννης τὰ τοιαῦτα παραλαβών· «Εἰ γὰρ καὶ τὸ Πνεῦμα τὸ Ἅγιον—φησίν—ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, ἀλλ’ οὐ γεννητῶς, ἀλλ’ ἐκπορευτῶς· ἄλλος τρόπος ὑπάρξεως οὗτος, ἄληπτός τε καὶ ἄγνωστος», καὶ πάλιν· «Ὅτι μέν ἐστι διαφορὰ γεννήσεως καὶ ἐκπορεύσεως, μεμαθήκαμεν, τίς δὲ ὁ τρόπος τῆς διαφορᾶς, οὐδαμῶς».

Τούτων γε οὕτω κειμένων, εἰ μὲν μὴ διακρίνειν τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τοὺς θεολόγους ἐν τούτοις τοῖς λόγοις ἐροῦσιν, ἐλεήσομεν αὐτοὺς τῆς μανίας· εἰ δ’ ἐκείνους καὶ σφόδρα γε τοῦτο βούλεσθαι, οὐκοῦν ἔστι καὶ διακρίνειν ἀπὸ τοῦ Πνεύματος τὸν Υἱὸν κατὰ τὴν θείαν παράδοσιν, καὶ οὐκ ἀνάγκη ἢ ἀδιάκριτα μένειν αὐτά, ἢ κατά τινα τῶν ἀντιθέσεων διακρίνεσθαι.

Ἔτι εἰ μὲν ταὐτὸν ἡγοῦνται Λατῖνοι γέννησιν καὶ ἐκπόρευσιν, οὐδεὶς ἔτι πρὸς ἐκείνους λόγος ἡμῖν, ἢ τὸ Πνεῦμα ἀξιοῦντας υἱόν, ἢ τὸν Υἱὸν οἰομένους πρόβλημα, καὶ δυάδα Υἱῶν εἰσάγοντας, καὶ δύο Πατέρας ἀξιοῦντας ἐν τῇ Τριάδι, καὶ πάντα μιγνύντας χρήματα· εἰ δὲ γέννησις καὶ ἐκπόρευσις, ὥσπερ δύο ὀνόματα, οὕτω καὶ δύο πράγματα καὶ αὐτοῖς δοκεῖ, πῶς ἂν ἀληθεύοιεν μὴ ἄλλως διακρίνεσθαι τὸν Υἱὸν τοῦ Πνεύματος, εἰ μὴ τὸ μὲν αἴτιον εἴη, τὸ δὲ ὡς ἐξ αἰτίας; Τὸ γὰρ γεννᾶσθαι καὶ ἐκπορεύεσθαι καὶ ἀλλήλων ἕτερα καὶ οὐδαμῶς ἐστι ταῦτα εἰς ἀντίθεσιν ἀνάγειν τινά. Οὐ μὴν ἀλλὰ καὶ διαφόρους ὑπάρξεων τρόπους οἱ μακάριοι ἐκεῖνοι τὰ τοιαῦτα τῶν ὀνομάτων προσεῖπον. Πατέρα γὰρ καὶ Υἱὸν καὶ Πνεῦμα τῷ μὲν εἶναι ἢ τῇ οὐσίᾳ ἢ τῇ ὑπάρξει ἢ ὅπως ἄν τις χαίροι καλῶν, μηδαμῶς διενηνοχέναι, εἷς γὰρ διατοῦτο Θεὸς ἡ Τριάς· τῷ δὲ τῆς ὑπάρξεως τρόπῳ καὶ τῷ πῷς ἕκαστον αὐτῶν εἶναι, καὶ μάλα. «Ὡς γὰρ ὁ Υἱός, φησὶν Ἰουστῖνος, ἐκ τοῦ Πατρός, οὕτω καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρός, πλήν γε δὴ τῷ τρόπῳ τῆς ὑπάρξεως». Καὶ ὁ Δαμασκηνός· «Οὐ γεννητῶς, ἀλλ’ ἐκπορευτῶς· ἄλλος τρόπος ὑπάρξεως οὗτος, ἄληπτός τε καὶ ἀνέκφραστος». Εἰ δὲ ταῦτα καὶ σφόδρα γε ἀληθῆ, τίς ἑτέραν διάκρισιν Υἱοῦ καὶ Πνεύματος νομιεῖ, τὸν διάφορον τρόπον τῆς ὑπάρξεως παραλιπών;

Εἰ δὲ λέγοιεν καὶ παρ’ αὑτοῖς μὴ ταὐτὸν δύνασθαι γέννησιν καὶ ἐκπόρευσιν, ἐνδεᾶ δὲ τὴν διάκρισιν ταύτην εἶναι καὶ ἥκιστα ἀρκοῦσαν πρὸς θεοπρεπῆ διαίρεσιν τῶν θείων Προσώπων, —οὐκ οἶδα πότερον παραπληξίας ἢ ἀσεβείας αὐτοὺς γραψόμεθα. Τίς γὰρ τῶν ἀποστόλων ἢ τῶν διαδόχων ἐκείνων ἢ τῶν οἰκουμενικῶν συνόδων ἢ τῶν τῆς Ἐκκλησίας διδασκάλων τοιαύτην ἀφῆκε φωνήν; τί γὰρ ἀτελὲς ἢ ἀσθενὲς ἐκεῖ, παρ’ οὗ τοῖς ἄλλοις καὶ τὸ εἶναι καὶ τὸ τελείοις εἶναι ἀφῖκται;

Ἔτι Λατίνοις μὲν ἀτελῆ τὴν διάκρισιν ταύτην ἐπῆλθεν εἰπεῖν, οὐκ οἶδα ἀνθ’ ὅτου· τῇ δὲ τῶν ἀποστόλων παραδόσει καὶ λίαν ἀρκοῦσαν νομίζεται. Φησὶ γὰρ ὁ θεῖος Διονύσιος τὰ θεαρχικὰ διακρίνων Πρόσωπα· «Τὰ δὲ διακεκριμένα τὸ Πατρὸς ὑπερούσιον ὄνομα καὶ χρῆμα, καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος, οὐδεμιᾶς ἐν τούτοις ἀντιστροφῆς, ἢ ὅλως, καινότητος ἐπεισαγομένης».

Ἐνταῦθα ὁ Πατὴρ καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος διακέκριται, καὶ δὴ καὶ τοῦ Πνεύματος ὁ Υἱός· ἀλλ’ ὁ μὲν Πατὴρ τοῦ Υἱοῦ τῷ τῆς ἀντιθέσεως λόγῳ, κατὰ τὰ πρός τι δηλαδή· ὁ δὲ Πατὴρ τοῦ Πνεύματος, ἢ τοῦ Πνεύματος ὁ Υἱός, καὶ διακέκριται καὶ οὐδαμῶς ἀντιθέσει τινί, οὐδὲ γὰρ ὁ Πατὴρ πατὴρ τοῦ Πνεύματος, εἴπερ μήδε τὸ Πνεῦμα υἱός. Καὶ μὴν εἰ τὸ μὲν Υἱός, τὸ δὲ Πνεῦμα καὶ κατὰ τοῦτο τοῖς ἀποστόλοις σαφῶς ἡ διάκρισις, ποῦ ἐν τούτοις τὸ αἴτιον καὶ τὸ ἐξ αὐτοῦ; εἰ δὲ ὁ μὲν υἱὸς διατοῦθ’ Υἱὸς εἴρηται, διὰ τὸ γεννητῶς προελθεῖν, ἐκεῖνο δὲ οὐχ υἱός, ἀλλὰ Πνεῦμα διὰ τὴν ἀνέκφραστον πρόοδον (καὶ δὴ καὶ τούτοις τοῖς ὀνόμασι καὶ παρὰ τῶν ἀποστόλων τὰ θεῖα διακέκριται Πρόσωπα), τίς οὕτω θρασὺς καὶ τὰ θεολογικὰ περιττός, ὥστε τὴν ἐκείνων θεολογίαν ἀτελῆ καὶ μὴ ἀρκοῦσαν ἡγεῖσθαι;

Ἔτι εἰ τοῖς μὲν τῶν ἀποστόλων διαδόχοις τῇ διαφόρῳ προόδῳ ὁ Υἱὸς τοῦ Πνεύματος διακρίνεται καὶ οὐδαμῶς ἑτέρως, οὕτω δὲ ἐκείνοις, ὥς γε προείρηται, τὰ θεῖα καὶ ἑνοῦται καὶ διακρίνεται, ὡς αὐτὰ τὰ θεῖα καὶ ἥνωται καὶ διακέκριται, ἀπορῶ πρὸς τίνας Λατίνοις ὁ πόλεμος. Ἢ γὰρ οὐ πάντα ἀσφαλῆ οὐδὲ ἱκανὴν τὴν διδασκαλίαν τὴν ἐκείνων ἐροῦσι (καὶ ἡ μέμψις καὶ αὐτῶν καθικνεῖται τῶν ἀποστόλων, καὶ δι’ αὐτῶν ἐν αἰτίαις καὶ ὁ τοῦ Κυρίου λόγος ἐπαγγειλαμένου διδάξειν αὐτοὺς τὸ Πνεῦμα τὸ Ἅγιον πᾶσαν τὴν ἀλήθειαν, ὅπερ ἐστὶ τὴν τελεωτάτην θεολογίαν), ἢ εἰ ταῦτα ἀρνήσονται, πᾶσα ἀνάγκη ἢ καταθέσθαι τὸν πόλεμον ἢ καὶ πρὸς αὐτὰ τὰ θεῖα πράγματα τὴν μέμψιν τὴν ἐκείνων ἀναδραμεῖν, διακρινόμενα ἑτέρως ἢ ὡς ἐχρῆν, μετὰ τοῦ μηδὲ ἑαυτοῖς συμβαίνειν δύνασθαι.

Καὶ ὁ Κύριος δὲ τοῖς ἀποστόλοις τὸ μυστήριον παραδιδοὺς τοῦ βαπτίσματος, καὶ βαπτίζειν παραγγείλας εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, δῆλός ἐστιν ἑαυτὸν τοῦ Πνεύματος τῇ γεννήσει καὶ τῇ προβολῇ διακρίνων, ἐπείπερ ὁ μὲν Υἱὸς διὰ τὸ γεννᾶσθαι, τὸ δὲ οὐχ Υἱὸς διὰ τὸ προβάλλεσθαι. Οὐκ ἄρα ἀτελῆ τὴν διάκρισιν ταύτην προσῆκε νομίζειν, ἕως ἂν ἡμῶν αὐτῶν ὦμεν.

Ἔτι πῶς ἀτελὴς τῇ Ἐκκλησίᾳ Λατίνων ἡ διάκρισις αὕτη νομίζεται, τελεία δὲ ἡ κατὰ τὸ αἴτιον καὶ τὸ ἐξ αὐτοῦ; τοὐναντίον γὰρ ἅπαν ἐστί. Δύο γάρ τινων ἐν τῇ τῶν χριστιανῶν θεολογίᾳ ἀναγκαίων ὄντων προϋποκεῖσθαι, τοῦ τε μὴ εἶναι δύο Υἱοὺς καὶ τοῦ διακρίνεσθαι τὸν Υἱὸν τοῦ Πνεύματος, ὁ μὲν διάφορος τῆς ὑπάρξεως τρόπος καὶ ἀμφοτέροις ἀρκεῖ. Εἰ γὰρ ὁ μὲν Υἱὸς γεννητός, τῷ δὲ Πνεύματι τοῦτο οὐκ ἔστι, πάντως οὔτε δύο ἐν τῇ Τριάδι Υἱοί, καὶ τὸ γεννώμενον τοῦ μὴ γεγεννημένου διακέκριται. Ἂν δὲ τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ ᾖ, ἡ μὲν διάκρισις ἐξανάγκης ἕποιτ’ ἄν, ἐπειδὴ τὸ μὲν αἴτιον, τὸ δὲ ἐξ αὐτοῦ· ὥστε δὲ μὴ εἶναι τὸ Πνεῦμα Υἱόν, πόθεν ἂν εἴη δῆλον, ἂν μὴ καὶ ὁ τῆς προβολῆς προσγένηται τρόπος, ἐνδεχομένου τοῦ Πνεύματος εἶναι μὲν ἐκ τοῦ Υἱοῦ, εἶναι δὲ ἐκείνως ὥσπερ οὗτος ἐκ τοῦ Πατρός;

Ὥστε τῆς μὲν διακρίσεως τῆς κατὰ τὰς προόδους καὶ ἀμφοτέραις ἀρκούσης ταῖς ὑποθέσεσι, τῆς δὲ κατὰ τὸ αἴτιον καὶ τὸ ἐξ αὐτοῦ μὴ ἂν ἄλλως ἀρκέσαι δυναμένης, εἰ μὴ καὶ τῆς ἑτέρας δεηθείη, πῶς οὐ τὸ πρᾶγμα ἀντέστραπται, καὶ ἡ μὲν τελεία καὶ ἀνενδεὴς καὶ μόνη τῇ χριστιανῶν θεολογίᾳ προσήκουσα, ἡ δὲ κατὰ τὸ αἴτιον καὶ τὸ ἐξ αὐτοῦ τοὐναντίον, καὶ διατοῦτο οὐδὲ ἀξία πάροδον ἔχειν ἐν Ἐκκλησίᾳ Θεοῦ;

Ἔτι οὕτω τὸ γεννᾶσθαι ἴδιον τοῦ Υἱοῦ, ὥσπερ τὸ μὲν ἀγέννητον καὶ τὸ γεννᾶν ἴδιον τοῦ Πατρός, τὸ δὲ ἐκπορεύεσθαι τοῦ Πνεύματος. Ἀλλ’ ὁ Πατὴρ πρός τε τὸ Πνεῦμα καὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα πρός τε τὸν Υἱὸν καὶ Πατέρα κατὰ τὰς ἑαυτῶν ἰδιότητας ἐντελῶς διακρίνονται. Καὶ τῶν ὄντων δὲ ἕκαστον ὡσαύτως κατὰ τὴν ἰδιότητα τὴν ἑαυτῶν τῶν ἄλλων χωρίζεται, καὶ οὐδέν ἐστιν ὃ τοῦτον δύναιτ’ ἂν κινῆσαι τὸν λόγον, ἕως ἂν τὸ ἑκάστου λεγόμενον ἴδιον καὶ ἀληθῶς ἐκείνου ἴδιον ᾖ. Οὐκοῦν τοῦτο καὶ τῷ Υἱῷ κατὰ πᾶσαν ἀνάγκην ἕψεται, εἴπερ τὴν ἀπόρρητον γέννησιν αὐτῷ μόνῳ προσήκειν φαμέν. Εἰ δὲ πρὸς μὲν τὸν Πατέρα διακριθείη ἂν κατὰ τὴν ἰδιότητα τὴν ἑαυτοῦ ὁ Υἱός, πρὸς δὲ τὸ Πνεῦμα οὐδαμῶς ἢ μετρίως, οὐδὲ κυρίως ἴδιον τὸ τοῦ Υἱοῦ λέγοιτ’ ἄν, εἴπερ μηδὲ πρ[ὸ]ς διάκρισιν αὔταρκες.

Ἀλλ’ εἰ τοῦτο, οὐδὲ ὑπόστασις ὁ Υἱὸς ἀληθῶς, τὸ μὲν κοινὸν τῆς θεότητος ἔχων, κατὰ δὲ τὸ ἰδιάζον καὶ λίαν ἐνδεὴς ὤν. Οὕτω γὰρ οἱ Πατέρες ὡρίσαντο τὴν θείαν ὑπόστασιν τὸ κοινὸν μετὰ τοῦ ἰδιάζοντος οὕτω καλοῦντες, ὥστε εἰ τὸ γεννᾶσθαι ἴδιόν ἐστι θείου Προσώπου, τὰ δὲ ἴδια τῶν Προσώπων ἱκανὰ πρὸς διάκρισιν, ὥστε διακρῖναι τῶν Προσώπων ἕκαστον πρὸς τὰ λοιπὰ δύο, καὶ τὸ γεννᾶσθαι ἄρα ἱκανώτατον διακρῖναι τὸν Υἱὸν καὶ Πατρὸς καὶ Πνεύματος. Οὐκ ἄρα τὸ γεννᾶσθαι καὶ ἐκπορεύεσθαι διάκρισις ἀτελής, ἀλλὰ καὶ λίαν ἀρκοῦσα, καὶ εἰ μὴ Λατίνοις δοκεῖ.

Ἔτι καὶ σαφέστερον δεικτέον ἐστὶ τὴν (οὐκ οἶδα ὅτι καὶ φῶ) ἢ διαφωνίαν, ἢ μάχην, ἢ διαστροφὴν Λατίνων πρὸς τὰς τῆς Ἐκκλησίας δόξας. Θωμᾶς γὰρ ἐν μὲν τῷ ἑβδόμῳ κεφαλαίῳ· «Ἀδύνατον—φησί—καθ’ ἑτέραν τινὰ σχέσιν τὸ Πνεῦμα τὸ Ἅγιον Πνεῦμα τοῦ Υἱοῦ τοῦ Θεοῦ λέγεσθαι, εἰ μὴ κατά τινα αἰτίαν, αὕτη γὰρ μόνη ἡ διάκρισις ἐν τοῖς θείοις εὑρίσκεται».

Ἐν δὲ τῷ παρόντι ἑαυτοῦ κεφαλαίῳ· «Λείπεται τοίνυν—φησί— τὰ θεῖα Πρόσωπα μὴ δύνασθαι διακρίνεσθαι, εἰ μὴ τῇ κατ’ αἰτίαν ἀναφορικῇ ἀντιθέσει». Ἀλλ’ ἐκεῖνος μὲν ταῦτα· τοῖς δὲ τῆς Ἐκκλησίας διδασκάλοις, εἴ τις ἀπὸ τῶν ἀποστόλων ἀρξάμενος σκοποίη, οὐ πάνυ τοι τὰ τοιαῦτα ἀληθῆ δοκεῖ. Ὁ γὰρ τῆς ὑπάρξεως διάφορος τρόπος τῶν τριῶν θεαρχικῶν Προσώπων οὕτως εἰς διάκρισιν αὐτοῖς ἤρκεσεν, ὡς δεῖσθαι μηδενὸς ἔτι, καὶ οὐδαμοῦ ἐν τοῖς τρόποις τούτοις ἡ κατὰ τὰ πρός τι ἀντίθεσις.

Δῆλον δέ. Ὥσπερ τὸ γεννᾶσθαι καὶ ἐκπορεύεσθαι διάφοροι τρόποι ὑπάρξεων ἐδείχθησαν ἐπὶ Υἱοῦ καὶ Πνεύματος, οὕτω καὶ τὸ ἀγέννητον ὁ Μέγας Βασίλειος τρόπον ὑπάρξεως ἀπέδωκε τῷ Πατρί. Φησὶ γὰρ ἐν τῷ πρώτῳ τῶν πρὸς Εὐνόμιον· «Ὁ δὲ τὸ ἄναρχον οὐσίαν εἶναι λέγων, παραπλήσιον ποιεῖ ὥσπερ ἂν εἴ τις ἐρωτώμενος τίς ἡ τοῦ Ἀδὰμ οὐσία καὶ τίς ἡ φύσις αὐτοῦ, ὁ δὲ ἀποκρίνοιτο τὸ μὴ ἐκ συνδυασμοῦ ἀνδρὸς καὶ γυναικός, ἀλλ’ ἐκ τὴς θείας χειρὸς διαπλασθῆναι. Ἀλλ’ οὐχὶ τὸν τρόπον τῆς ὑπάρξεως ζητῶ, φήσειεν ἄν τις, ἀλλ’ αὐτοῦ τοῦ ἀνθρώπου τὸ ὑλικὸν ὑποκείμενον, ὃ πολλοῦ δέω μανθάνειν διὰ τῆς ἀποκρίσεως· τοῦτο δὲ καὶ ἡμῖν συμβαίνει ἐκ τῆς τοῦ ἀγεννήτου φωνῆς, τὸ πῶς τοῦ Θεοῦ μᾶλλον ἢ αὐτὴν τὴν φύσιν διδασκομένοις». Οὕτω μὲν οὖν καὶ τὸ ἀγέννητον τρόπος ὑπάρξεως ἐπὶ τοῦ Πατρὸς ἀποδέδεικται.

Τούτων δὲ κειμένων, ἴδωμέν τί ποτε τοῖς θεολόγοις περὶ τῆς διακρίσεως τῶν θείων Προσώπων ἔδοξεν. Ὁ μὲν θεῖος Γρηγόριος ἐν τοῖς Περὶ Υἱοῦ τὴν θεολογίαν τὴν καθ’ ἡμᾶς ὁριζόμενος, φησί· «Διατοῦτο ἐπὶ τῶν ἡμετέρων ὅρων ἱστάμενοι, τὸ ἀγέννητον εἰσάγομεν καὶ τὸ γεννητὸν καὶ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, ὥς πού φησιν ὁ Θεὸς καὶ Λόγος». Καὶ πάλιν ὁ αὐτὸς ἐν τοῖς Περὶ Πνεύματος· «Αὐτὸ δὲ τὸ μὴ γεννῆσθαι καὶ τὸ γεννῆσθαι καὶ τὸ ἐκπορεύεσθαι, τὸν μὲν Πατέρα, τὸν δὲ Υἱόν, τὸ δὲ τοῦθ’ ὅπερ λέγεται Ἅγιον Πνεῦμα προσηγόρευσεν, ἵνα τὸ ἀσύγχυτον σῴζηται τῶν τριῶν ὑποστάσεων».

Ὁ δὲ μακάριος Ἰωάννης ὁ Σύρος τὴν ἀκοινώνητον διάκρισιν ὥσπερ ὑποδεικνὺς τῶν θείων Προσώπων, ἐν ὀγδόῳ κεφαλαίῳ τῶν Θεολογικῶν, τοιάδε φησί· «Διὰ τὸν Πατέρα ἔχει καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα πάντα ἃ ἔχει, τουτέστι, διὰ τὸ τὸν Πατέρα ἔχειν αὐτά, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως· ἐν ταύταις γὰρ μόναις ταῖς ὑποστατικαῖς ἰδιότησι διαφέρουσιν ἀλλήλλων αἱ ἅγιαι τρεῖς ὑποστάσεις». Οἱ μὲν καθηγεμόνες τῆς πίστεως ἡμῶν τὰς θεαρχικὰς τῶν ὑποστάσεων διακρίνοντες, ταῦτα· καὶ οὐδαμοῦ ἐν τούτοις ἡ κατὰ τὰ πρός τι διαφορά. Οὔτε γὰρ τὸ ἀγέννητον τοῦ γεννητοῦ κατὰ τὰ πρός τι διΐσταται, οὔτε μὴν οὐδαμῶς ταύτῃ γε τοῦ ἐκπορευτοῦ, ἀλλ’ οὐδὲ τοῦτο τοῦ γεννητοῦ. Λατῖνοι δέ, τοὐναντίον ἅπαν, μὴ δύνασθαί φασι τὰ Πρόσωπα διακρίνεσθαι, εἰ μὴ κατά τινα αἰτίαν· αὕτη γὰρ μόνη ἡ διάκρισις ἐν τοῖς θείοις. Φανερᾶς δὲ οὔσης τῆς μάχης, ποτέρους νομιοῦμεν προτέρους; ἐγὼ μὲν τοὺς διδασκάλους ἂν φαίην.

Οὐκ ἄρα μόνῃ τῇ ἀντιθέσει τῇ κατὰ τὰ πρός τι τὰ θεῖα διακρινοῦμεν, ἀλλ’ ἐνίας μὲν τῶν διακρίσεων εἶναι κατὰ τὰ πρός τι, ὥσπερ ἐπὶ Πατρὸς καὶ Υἱοῦ, καὶ προβολέως καὶ προβλήματος, καὶ πᾶσα ἀνάγκη· πάσας δὲ ἀνάγειν ἐκεῖ, ἀδύνατον.

Οὐ μὴν ἀλλὰ καὶ Λατῖνοι ἂν εἴποιεν ὡς ἄλλο ἐστὶ τῷ Υἱῷ εἶναι, καὶ ἄλλο προβολεῖ αὐτῷ εἶναι, εἴ γε ἐξ αὐτοῦ τὸ Πνεῦμα· προβολεὺς μὲν γὰρ πρὸς τὸ Πνεῦμα, Υἱὸς δὲ πρὸς τὸν Πατέρα, διακριθείη δ’ ἂν καὶ κατ’ ἀμφότερα τοῦ Πνεύματος. —Ἀλλ’ ἡ μὲν τῶν διακρίσεων κατὰ τὰ πρός τι, πρόβλημα γὰρ τὸ Πνεῦμα· ᾗ δὲ τὸ μὲν Υἱός, τὸ δὲ πρόβλημα οὐκ ἂν διακριθείη κατὰ τὰ πρός τι, ὥστε καὶ κατὰ τὴν ἐκείνων ὑπόθεσιν οὐδεμία ἀνάγκη πᾶσαν διάκρισιν ὑπὸ τὰ πρός τι ἀνάγεσθαι.

Καὶ πάλιν Λατῖνοι μὲν μὴ ἀρκεῖν φασι πρὸς διάκρισιν τῶν θείων Προσώπων τοὺς διαφόρους τῶν ὑπάρξεων τρόπους· τοῖς δὲ τῶν ἀποστόλων διαδόχοις καὶ πάνυ γε ταῦτα ἔδοξεν ἱκανά. Φησὶ γὰρ ὁ θεῖος Ἰουστῖνος ἐν τῷ Περὶ Πίστεως τρίτῳ κεφαλαίῳ· «Τὸ ἀγέννητον καὶ γεννητὸν καὶ ἐκπορευτὸν οὐκ οὐσίας δηλωτικά, σημαντικὰ δὲ τῶν ὑποστάσεων εἰσίν· ἱκανὰ γὰρ ἡμῖν διακρῖναι τὰ Πρόσωπα, καὶ τὴν Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος ἰδιαζόντως δεικνύειν ὑπόστασιν». Τίς ἂν ἐνέγκαι τὴν τοσαύτην πρὸς τὰς ἀποστολικὰς παραδόσεις διαφωνίαν;

Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ [δευτέρῳ καὶ] τρίτῳ τῶν Περὶ Πίστεως κεφαλαίων· «Τὸ ἀγέννητον καὶ γεννητὸν καὶ ἐκπορευτὸν οὐκ οὐσίας ὀνόματα, ἀλλὰ τρόπος ὑπάρξεως τοῖς ὀνόμασι τούτοις χαρακτηρίζεται· ἡ δὲ τῆς οὐσίας δήλωσις τῇ ‘Θεὸς’ ὀνομασίᾳ σημαίνεται, ὡς εἶναι τὴν διαφορὰν τῷ Πατρὶ πρὸς τὸν Υἱὸν καὶ τὸ Πνεῦμα κατὰ τὸν τῆς ὑπάρξεως τρόπον· ᾗ γὰρ ὁ μὲν ἔχει τὸ εἶναι ἀγεννήτως, ὁ δὲ γεννητῶς, τὸ δὲ ἐκπορευτῶς, τὰ τῆς διαφορᾶς ἐπιθεωρεῖσθαι πέφυκε». Ποῦ ποτε ἐν τούτοις ἡ κατὰ τὰ πρός τι ἀντίθεσις; ποῦ δὲ τὸ αἴτιον καὶ τὸ ἐξ αἰτίας; Θωμᾶς δέ· «Οὐ δύνανται—φησί—διακρίνεσθαι τὰ θεῖα, εἰ μὴ τῇ κατ’ αἰτίαν ἀναφορᾷ».

Οὐκ ἄρα οὐδ’ ἡμᾶς δίκαιον τὴν τοιαύτην φωνὴν καταδέχεσθαι, ἕως ἂν πρὸς τοὺς ἀποστόλους βλέπωμεν. Ἔτι τῶν ἐν τῇ θεολογίᾳ διακρίσεων μὴ δυναμένων εἰς τὰ πρός τι πασῶν ἀνάγεσθαι, ὡς ἐδείξαμεν, ἡμεῖς πάσας ἱκανῶς διακρίνειν φαμέν, καὶ οὐδεμιᾶς αὐτῶν οὐδέπω κατέγνωμεν, οὐδ’ ἂν καταγνοίημεν, ἕως ἂν ὦμεν ἡμῶν αὐτῶν, οὐδὲν γὰρ ἀτελὲς ἐκεῖ οὐδ’ ἐξίτηλον οὐδ’ οἷον ἂν δικαίως αἰτίαν δέξαιτο.

Λατῖνοι δὲ τὰς μὲν ὡς ἀτελεῖς ἐλαύνοντες, τὰς δὲ κατὰ τὸ αἴτιον καὶ τὸ ἐξ αὐτοῦ κηρύγματι κατάγοντες ἑαυτῶν, ἔλαττον ἂν εἰκότως διαμαρτεῖν ἐνομίζοντο, εἰ τὰς μὲν ἑτέρας μᾶλλον διακρίνειν ἔλεγον, ἧττον δὲ τὰς κατὰ τὸ αἴτιον καὶ τὸ ἐξ αὐτοῦ. Διατί; ὅτι αἱ μὲν εἰ καὶ διακρίνουσι, ἀλλὰ καὶ εἰς ἕνωσιν φέρειν αὐτάρκεις, αἱ δὲ μὴ κατ’ αἰτίαν, διακρίνουσι μόνον, ἑνοῦσι δὲ οὐδαμῶς· τοῦτο δὲ ἐκείνου πρὸς διάκρισιν μᾶλλον δράσειεν ἄν.

Δῆλον δέ. Πατὴρ γὰρ καὶ Υἱὸς κατ’ αὐτό γε καὶ διακέκριται καὶ μὴν καὶ ἥνωται. Τί γὰρ εἰς ἑνώσεως καὶ συμφυίας λόγον αἴτιον ἄλλο γένοιτ’ ἄν, ἢ ὅτι ὁ μὲν γεγέννηκεν, ὁ δὲ ἐγεννήθη; Φησὶ γὰρ ὁ θεῖος Γρηγόριος ἐν μὲν τῷ Περὶ Υἱοῦ λόγῳ· «Δοκεῖ γάρ μοι λέγεσθαι Υἱός, ὅτι ταὐτόν ἐστι τῷ Πατρὶ κατ’ οὐσίαν, καὶ οὐκ ἐκεῖνο μόνον, ἀλλὰ κἀκεῖθεν». Ἐν τῷ χωρίῳ τούτῳ καὶ ἡ ἕνωσις καὶ ἡ διάκρισις γνώριμος· εἰπὼν γὰρ ὁ διδάσκαλος ὅτι ταὐτόν ἐστι κατ’ οὐσίαν, ἐπήγαγε· «Καὶ οὐκ ἐκεῖνο μόνον, ἀλλὰ κἀκεῖθεν»· τοῦτο δέ ἐστι διακρίνοντος. Ἐν δὲ τῷ Περὶ τοῦ Ἁγίου Πνεύματος λόγῳ· «Οὐ γὰρ ἐπειδή—φησί—κατά τινα σχέσιν ὑψηλοτέραν Υἱὸς ὁ Υἱὸς (οὐ δυνηθέντων ἡμῶν ἄλλως ἢ οὕτως ἐνδείξασθαι τὸ ἐκ τοῦ Θεοῦ καὶ ὁμοούσιον), ἤδη καὶ πάσας οἰητέον τὰς κάτω κλήσεις καὶ τῆς ἡμετέρας συγγενείας μεταφέρειν ἐπὶ τὸ θεῖον». Ἐνταῦθα ἀνάπαλιν πρότερον τὴν διάκρισιν δείξας διὰ τοῦ εἰπεῖν «ἐκ τοῦ Θεοῦ», τὴν ἕνωσιν προσέθηκε διὰ τῆς τοῦ «ὁμοουσίου» φωνῆς. Τοῦτο καὶ περὶ τοῦ προβολέως καὶ τοῦ προβλήματος λέγειν ἐστίν· ἀλλὰ τὸ ἀγέννητον καὶ γεννητὸν καὶ ἐκπορευτόν, ἕκαστον πρὸς ἑκάτερον, ἑτερότητα μόνον, οὐ μὴν ταὐτότητα, δείκνυσιν οὐδεμίαν.

Ὥστε εἰ ὅλως Λατίνους διακρίσεις διακρίσεων προτέρας ἄγειν ἐχρῆν καί τι καὶ λέγειν δοκεῖν, τὰς τὸν διάφορον τῆς ὑπάρξεως τρόπον δεικνύσας μᾶλλον ἑλέσθαι ἔδει, ὡς μόνον διακρινούσας, τῶν ἄλλων ἐχουσῶν καὶ τοῦτο κἀκεῖνο.

Ἔτι ὁ θεῖος Διονύσιος, ὡς ἐν τῷ δευτέρῳ δέδεικται λόγῳ, περὶ πάσης θείας ἑνώσεως καὶ διακρίσεως λέγειν ἐπαγγειλάμενος, καὶ τηρήσειν τὰ ἐν ταῖς γραφαῖς περὶ τούτων ἀπλήθυντα καὶ ἀμείωτα, οὐδαμοῦ φαίνεται διελὼν τὸν Υἱὸν ἀπὸ τοῦ Πνεύματος κατὰ τὸ αἴτιον καὶ τὸ ἐξ αὐτοῦ. Οὐκ ἄρα ἤδει τὴν διάκρισιν ταύτην ἐν ταῖς γραφαῖς. «Καθόλου δὲ οὐ τολμητέον εἰπεῖν οὔτε μὴν ἐννοῆσαι περὶ Τριάδος παρὰ τὰς τοῦ Πνεύματος ἀποφάσεις», αὐτὸς ἂν καὶ μάλα δικαίως εἴποι. Εἰ δὲ τὴν μὲν διάκρισιν τὴν κατὰ τὸ αἴτιον καὶ τὸ ἐξ αὐτοῦ, ἐπὶ Υἱοῦ καὶ Πνεύματος οὐδὲ ἐννοῆσαι θέμις, διὰ τὸ μὴ εἶναι ἐν ταῖς γραφαῖς, τὴν δὲ κατὰ τὰς διαφόρους προόδους ἀτελῆ καὶ μὴ αὐτάρκ[η] καὶ Λατῖνοι καὶ Θωμᾶς οἴ[ον]ται, οὐκ ἄρα διακέκριται τοῦ Πνεύματος ὁ Υἱός, οὐδὲ Τριὰς ὁ Θεός. Ἀλλ’ ἄτοπον· καὶ μὴν εἰ οὐ μόνον ἱκανὰ πρὸς διάκρισιν Υἱοῦ καὶ Πνεύματος τὸ γεννᾶσθαι καὶ ἐκπορεύεσθαι δέδεικται, ἀλλὰ καὶ μόνην ταύτην διάκρισιν ἐκ τῶν θεοπνεύστων γραφῶν ἐδιδάχθημεν, Λατῖνοι δὲ τἀναντία τούτων φασί, τί τις ἂν ποιήσειε πρὸς τοσαύτην ἀνωμαλίαν; Ταύτῃ τοι καὶ ὁ θεῖος Γρηγόριος διαρρήδην αὐτὸ τοῦτο δεικνύς, ὡς οὐκ ἔστιν ἄλλως διακρίνεσθαι τοῦ Πνεύματος τὸν Υἱόν, ἢ κατὰ τὰς διαφόρους προόδους, νῦν μέν φασι· «Πάντα ὅσα τοῦ Υἱοῦ, καὶ τοῦ Πνεύματος, πλὴν τῆς υἱότητος», νῦν δέ· «Πάντα ὅσα ὁ Υἱός, τοῦ Πνεύματος, πλὴν τῆς γεννήσεως».

Εἰ δὲ καὶ ὁ Υἱὸς τοῦ Πνεύματος αἴτιος, οὐκ ἄρα ἀληθὴς ὁ λόγος «πάντα τὰ τοῦ Υἱοῦ καὶ τὸ Πνεῦμα ἔχειν, πλὴν τῆς γεννήσεως»· τὴν γὰρ αἰτίαν ἔχειν καὶ τὸ Πνεῦμα, παγχάλεπον.

Ἀλλὰ περὶ μὲν τῆς τῶν θείων Προσώπων διακρίσεως ἱκανὰ καὶ ταῦτα. Κεφάλαιον δὲ τοῦ λόγου· εἰ καὶ πάντα τὰ εἰρημένα Θωμᾷ καὶ Λατίνοις ἐν τούτῳ τῷ λόγῳ μετὰ τῆς ἀληθείας ἦν, καὶ πάντα θεῖα καὶ ἀνθρώπινα τοῖς ἐκείνου συνέβαινε, καὶ οὐδὲν ἀντιβαῖνον ἦν τοῖς λόγοις τοῖς αὐτοῦ, οὐδ’ οὕτω συμπεραίνειν εἶχε τὸ βούλημα τὸ ἑαυτοῦ. Τούτων γὰρ ὑποκειμένων, εἴ τις πάντα συγχωρήσειε, συνάγεται μὲν ἐξανάγκης ὅτι τῷ αἰτίῳ καὶ τῷ ἐξ αὐτοῦ ὁ Υἱὸς τοῦ Πνεύματος διακρίνεται. Ὅτι δὲ ὁ μὲν Υἱὸς αἴτιος, τὸ Πνεῦμα δὲ ἐξ αὐτοῦ, οὐδὲν μᾶλλον ἢ τοὐναντίον· ἔξεστι γὰρ καὶ ἡμῖν, ὑποθεῖσιν ἐκεῖνα, οὐδὲν ἧττον δεῖξαι τὸ μὲν Πνεῦμα αἴτιον, ἐκ τούτου δὲ τὸν Υἱόν.

Εἰ δὲ λέγοιεν· ἀλλὰ τοῦτο οὐκ ἐνδέχεται, διὰ τὸ τὸ μὲν Πνεῦμα τοῦ Υἱοῦ λέγεσθαι καὶ παρ’ αὐτοῦ δίδοσθαι, οὐ τὸ ἀνάπαλιν δέ, οὐκ ἀναγκαῖος ὁ λόγος· δέδεικται γὰρ μὴ διὰ τὴν αἰτίαν τὸ Πνεῦμα τὸ Ἅγιον ἢ τοῦ Υἱοῦ λέγεσθαι ἢ παρ’ αὐτοῦ δίδοσθαι. Εἰ δὲ καὶ πάλιν φαῖεν· ἀλλὰ ῥητῶς ἀπείρηται μὴ εἶναι τὸν Υἱὸν ἐκ τοῦ Πνεύματος, ἀλλ’ ὡσαύτως καὶ τοῦτο διαρρήδην ἀπηγόρευται μὴ εἶναι τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ, καὶ μὴ ἔχειν τὸν Υἱὸν τὴν αἰτίαν τοῦ Πνεύματος.

Εἰ δὲ καὶ πάλιν λέγοιεν· ἀλλὰ τὸ γεννᾶν μόνῳ τῷ Πατρὶ πρόσεστι, καὶ οὐκ ἂν γένοιτο τοῦτο καὶ τῷ Πνεύματι, ὥστε εἶναι ἐκ τοῦ Πνεύματος τὸν Υἱόν, οὐκοῦν εἴη ἂν τοὐναντίον, ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ Ἅγιον· — ἀλλ’ οὐδὲ τοῦτο πρὸς ἀνάγκην κατ’ αὐτοὺς εἰπεῖν. Ὥσπερ γὰρ τὸ γεννᾶν μόνῳ τῷ Πατρὶ προσεῖναι διαρρήδην εἴρηται, οὕτω δὲ καὶ μόνην πηγὴν εἶναι τὸν Πατέρα θεότητος εἴρηται, καὶ πάντα τὰ τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ εἶναι, πλὴν τῆς αἰτίας, καὶ ὡς μόνος ὁ Πατὴρ αἴτιος. Ὥστε τούτων εἰρημένων ὡσαύτως, εἰ μὲν τὸ πηγάζειν θεότητα καὶ τὴν αἰτίαν κοινὰ νομιοῦμεν καὶ τῷ Υἱῷ, διατί μὴ καὶ τὸ γεννᾶν εἴη ἂν καὶ τοῦ Πνεύματος; Εἰ δ’ ἐκεῖνο οὐκ ἔξεστι, πάντως οὐδὲ ταῦτα· ἰδιότητες γὰρ πάντα ἐδείχθησαν τῆς πατρικῆς ὑποστάσεως, καὶ τούτοις διακρίνουσι τὸν Πατέρα καὶ τὸν Υἱόν.

Οὐκ ἄρα ὑγιές, οὐδὲ ἕν, ἐν τῷ λόγῳ τούτῳ· οὐκοῦν πρὸς ἕτερον λόγον ἀνάγκη Λατίνους ὁρᾶν, ἐπειδὴ τὸ μὴ πεισθῆναι πρόθεσις αὐτοῖς ἐξαρχῆς.