Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια

Μέγας Φώτιος

Ερμηνευτικά ζητήματα της Καινής Διαθήκης και τυπολογία της Παλαιάς

Εξηγήσεις για τον δίκαιο Συμεών, τη ρομφαία της Θεοτόκου, τα γεγονότα της Εξόδου και τις προφητικές ευλογίες του πατριάρχη Ιακώβ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 29 από 34

Τί ἰδόντες οἱ ποιμένες διεγνώρισαν περὶ τοῦ λαληθέντος αὐτοῖς παιδίου; Αὐτοψίᾳ τὰ εὐηγγελισμένα λαβόντες καὶ τῷ θαύματι τῆς ἀληθείας κατεχόμενοι οὐκ ἀπέκρυψαν τοῖς πυνθανομένοις τὴν αἰτίαν, ἀλλ’ ἅπερ τε πρότερον ἐθεάσαντο καὶ ὧν ἀκοῇ τὴν γνῶσιν ἔσχον παρ’ αὐτοῦ τε τοῦ εὐαγγελιζομένου ἀγγέλου καὶ κήρυκος καὶ παρὰ τῆς ἄλλης ἀγγελικῆς καὶ ὑμνολόγου στρατιᾶς, ταῦτα πάντα τοῖς παροῦσιν ἀπεκάλυπτον καὶ ἀνεκήρυττον. οὐ γὰρ μόνον τῇ Μαρίᾳ καὶ τῷ Ἰωσὴφ τὰ ὑπὲρ λόγον αὐτοῖς τεθεαμένα ἀπήγγελλον, ἀλλὰ μετ’ ἐκείνους καὶ τοὺς ἄλλους ἅπαντας, ὅσοις ἦν ἐντυχεῖν, κοινωνοὺς τῶν ὑπερφυῶν θεαμάτων καὶ ἀκουσμάτων διὰ τῆς διηγήσεως παρελάμβανον, καὶ αὐτίκα ἡ πόλις ἡ Βηθλεὲμ ἀνεπέπληστο (πλησίον γὰρ ἦν) τοῦ τε σωτηρίου τόκου τὴν ἀλήθειαν καὶ τῆς ἐξ οὐρανῶν μαρτυρίας τὴν ἀκρίβειαν, τῶν θεοσόφων ἐκείνων ποιμένων προθύμως πάντα διηγουμένων καὶ τὸ φρικτὸν τοῦ θαύματος ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἐναφιέντων. ‘καὶ’ γάρ φησιν ‘πάντες οἱ ἀκούσαντες ἐθαύμαζον περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς’. πῶς γὰρ οὐκ ἦν θαυμάζειν τὸν ἐν οὐρανοῖς ἐπὶ γῆς ὁρᾶν καὶ τήν τε γῆν τοῖς οὐρανίοις διὰ τῆς εἰρήνης συνάπτοντα καὶ τὰ οὐράνια τὴν γῆν οἰκειούμενα;

μᾶλλον δὲ τὸ ἄφραστον ἐκεῖνο βρέφος τῇ μὲν θεότητι τὰ οὐράνια, τῇ δὲ ἀνθρωπότητι τὰ ἐπίγεια συνάπτον ἀλλήλοις, ἐκ τῆς οἰκείας συναφείας καὶ τὴν πρὸς ἄλληλα εἰρήνην θαυμασίαν τινὰ καὶ ὑπὲρ λόγον ἐπρυτάνευεν· ὃ καὶ καθορῶσαι αἱ οὐράνιαι στρατιαὶ τὸ ‘δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη’ μετὰ τῆς πνευματικῆς χορείας ἀνέμελπον.

Ἀλλὰ τὸ μὲν τῶν ποιμένων ἔργον καὶ τὸ κήρυγμα καὶ ὁ δρόμος ἐν τούτοις. ‘ἡ δὲ Μαρία’ φησὶν ‘συνετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς’. ποῖα ῥήματα; τὰ τοῦ ἀρχαγγέλου Γαβριήλ, τὰ τοῦ Ζαχαρίου, τὰ τῆς Ἐλισάβετ, τὰ τῶν ποιμένων, ἐν οἷς ὁ ἄγγελος αὐτοῖς ἐκόμιζεν εὐαγγέλια καὶ τὰ τάγματα τῶν ἀγγέλων, ἃ διὰ τῆς ὑμνολογίας τὴν πίστιν τοῖς εὐαγγελίοις βεβαιοτέραν παρείχοντο. ἀλλὰ τίσι τὰ ῥήματα ταῦτα συνέβαλλεν ἐν τῇ καρδίᾳ αὐτῆς; ἢ δηλονότι τοῖς ἔργοις ὧν τὴν πεῖραν εἶχεν· τῇ ἀσπόρῳ συλλήψει, τῇ ἀνωδίνῳ κυήσει, τῷ ἀδιαφθόρῳ τόκῳ. τοῖς οὖν καθ’ ἑαυτὴν ἔργοις τοὺς λόγους συμβάλλουσα, θεὸν ὁμολογεῖν τὸν γεννηθέντα τὴν κρίσιν ὀρθὴν ἀνεδέχετο.

Οἱ μέντοι ποιμένες τὸ τελευταῖον ὧν εἶδον παραδόξων θεασάμενοι καὶ τὴν ψυχὴν χαρᾶς πληρωθέντες, ‘ὑπέστρεφον, δοξάζοντες καὶ αἰνοῦντες τὸν θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον, καθὼς ἐλαλήθη αὐτοῖς.’

Ἆρα ἱερεὺς ἦν ὁ Συμεὼν ὁ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δεξάμενος ἐν ἀγκάλαις; Οὐκ ἦν ἱερεὺς ὁ Συμεών, τῶν δὲ ἱερέων ταῖς ἀρεταῖς πολλὰ προεῖχεν. διὸ καὶ ὁ μὲν ἱερεύς, ἅπερ ἐπὶ τῷ βρέφει πράττειν ὁ νόμος ἐκέλευεν, τούτοις ὑπηρέτει, ὁ δὲ Συμεὼν τοῖς τε ἄλλοις κατορθώμασι καὶ τῇ πρεσβυτικῇ βεβηκὼς πολιᾷ κατὰ τοὺς θείους χρησμοὺς τῆς ἀπολαύσεως ἠξιοῦτο. ἐπέγνω τὸν κηρυττόμενον, τῶν χρησμῶν ἑώρα τὴν ἀλήθειαν, ἀγκάλαις ἔφερεν τὸν φέροντα πάντα τῷ ῥήματι, καὶ τῆς τοῦ γένους σωτηρίας ἐν ὄψει καταστὰς καὶ θειοτέρας ἀναπλησθεὶς ἡδονῆς, οὐκέτι τοῦ ζῆν περιείχετο· αὐτίκα δὲ μάλα τῆς σωτηρίας ἐφεστώσης, καταλιπεῖν μὲν ἐπόθει τὸ σαρκίον, εὐαγγελίσασθαι δὲ καὶ τοῖς ἐν ᾅδου τὴν σωτηρίαν καὶ τὴν ἀπολύτρωσιν.

Καὶ τὸν θεὸν μὲν εὐλόγει, τοῦτ’ ἔστιν δι’ ἐπαίνων καὶ δοξολογίας ἦγεν, εὐλόγει δὲ τά τε ἄλλα καὶ διότι τὰς πρὸς αὐτὸν ὑποσχέσεις εἰς ἀλήθειαν ἔβλεπε προελθούσας καὶ τὴν τοῦ Ἰσραὴλ παράκλησιν ὀφθαλμοῖς τε καθορᾶν ἠξιοῦτο καὶ χερσὶ φέρειν· καὶ χαρᾶς ἐπὶ τούτοις ἱερᾶς πεπληρωμένος, ‘νῦν’ φησιν ‘ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ’. νῦν, φησίν, ἐπεὶ τὸ τέλος ἔχω τῶν ἐπηγγελμένων, ἐχέτω τοῦτο καὶ ὁ ἐπίκηρος βίος· τὸ γὰρ σόν μοι ῥῆμα ταῦτα προανεφώνει. καὶ γὰρ τοῦ μὴ ἰδεῖν με θάνατον πρὶν ἰδεῖν τὸν Χριστὸν κυρίου αὐτός μοι πάλαι τὰ εὐαγγέλια παρέσχες· ἐπεὶ δὲ εἰς ἐμοὺς ὀφθαλμοὺς ἧκεν ἃ ἐπόθουν, ἃ ἐζήτουν, ὧν ἐγλιχόμην, νῦν ἀπολύεις τὸν δοῦλόν σου, οὔτε πρὸς τὴν πεῖραν ταραττόμενον τοῦ θανάτου οὔτε λογισμοῖς θορυβούμενον ἀμφιβολίας, ἀλλ’ ἐν εἰρήνῃ σταθερᾷ καὶ πολλὴν τὴν εὐφροσύνην πηγαζούσῃ· καὶ γὰρ τὸ σωτήριον πάντων τῶν λαῶν εἶδον.

Καὶ ὅρα τὴν ἀκρίβειαν τοῦ θείου καὶ ἱεροῦ γέροντος. πρὶν ἢ μὲν τοῦ μακαρίου θεάματος καταξιωθῇ, παράκλησιν προσεδέχετο τοῦ Ἰσραήλ· ἐπεὶ δὲ ἐντὸς τῆς ἐλπίδος γέγονε καὶ τῆς ἐπιθυμίας, οὐκέτι τοῦ Ἰσραὴλ ἀνακράζει παράκλησιν ἰδεῖν, ἀλλὰ πάντων σωτηρίαν τῶν λαῶν· καὶ γάρ φησιν, ‘ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν’. οὕτως αὐτὸν περιήστραψεν ἡ ἐν τῷ βρέφει καθορωμένη ἀπόρρητος καὶ ὑπὲρ λόγον αἴγλη, ὡς τὰ προϊόντος τοῦ χρόνου καὶ κατὰ μικρὸν ἀνακαλυφθέντα ἐκείνῳ καὶ τηνικαῦτα καὶ εἰς γνῶσιν ἀθρόον ἐλθεῖν.

Καὶ ἵνα μηδὲ χώραν τινὶ παράσχοι πάντας λαοὺς καλεῖν τοὺς ἐν τῷ τῶν Ἰουδαίων ἔθνει, ἐπάγει τὰ εἰρημένα, ‘φῶς εἰς ἀποκάλυψιν ἐθνῶν’, ἀντὶ τοῦ ‘μηδείς με νῦν οἰηθείη πάντα καλεῖν τὸν Ἰουδαϊκὸν λαόν, ἀλλὰ σύμπαν τὸ γένος διὰ ταύτης μηνύω τῆς φωνῆς· καὶ γὰρ σωτηρία καὶ ἀπολύτρωσις ἔσται πάντων οὗτος, ὃν ἐγὼ τεθέαμαι καὶ ἀγκάλαις φέρω’. καὶ οὐδὲ μέχρι τούτου ἠρκέσθη, ἀλλ’ ἀντιδιαστέλλων τοῦ Ἰσραὴλ πάντα τὰ ἔθνη ἐπισυνάπτει, ‘φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ’. οἷον, κοινὴ μέν ἐστιν σωτηρία τὸ ἀγκαλοφορούμενον βρέφος τοῖς τε ἔθνεσι πᾶσι καὶ τῷ Ἰσραήλ, ἀλλὰ τοῖς μὲν φῶς, ὅτι τοῦ σκότους ἐξάξει τῆς εἰδωλολατρείας, τῷ δὲ δόξα ὅτι τὰ τούτοις πάλαι νόμιμα δοθέντα, δι’ ἃ τῆς εἰδωλικῆς ἀπεκαθαίροντο ἀχλύος, εἰς δόξαν καὶ τελειότητα μεταβαλεῖ. καὶ ἄλλως δὲ δόξα τοῦ Ἰσραηλιτικοῦ λαοῦ ὁ τεχθείς, ἅτε δὴ ἐκ σπέρματος τοῦ Ἀβραὰμ ἄνθρωπος γεγονώς.

Μικροῦ δὲ καὶ Ἡσαΐας ὁ προφήτης τὰ αὐτὰ προανακράζει, λέγων, ‘ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν’, τοῦτ’ ἔστιν παρασχεῖν ὁρᾶν καὶ διαστέλλειν τὸ σκότος ἐκ τοῦ φωτὸς καὶ τὴν ἀλήθειαν ἐκ τοῦ ψεύδους καὶ τὴν εὐσέβειαν ἀπὸ τῆς πλάνης. διὸ καὶ ὁ Δαυὶδ ταύτην κροτῶν οἱονεὶ χορεύων καὶ ἀνακηρύττων τὴν σωτηρίαν, ‘πάντα τὰ ἔθνη’ φησὶν ‘κροτήσατε χεῖρας, ὅτι κύριος ὕψιστος φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν’. εἰ δὲ λαὸς τοῦ Χριστοῦ καὶ λέγεται καὶ ἔστιν ὁ Ἰσραὴλ πρὸς τὰ ἔθνη διαστελλόμενος, διαστέλλεται δὲ πάντως τοῖς τε Μωσαϊκοῖς νόμοις καὶ τοῖς ἔθεσι, δῆλον ὅτι κἂν μήπω τῆς χάριτος ἀπήλαυσεν καὶ ἐντὸς ταύτης ἐχρημάτισεν, λαὸς καὶ οὗτός ἐστιν τοῦ Χριστοῦ· εἰ δὲ ὁ ἐν τῇ παλαιᾷ διαθήκῃ λαὸς τοῦ Χριστοῦ ἐστιν λαός, πῶς οὐκ ἐμφράττεται τὰ ἀπύλωτα στόματα τὰ ἀπὸ Μάνεντος, εἰς ἑτέραν τούτους παραπέμποντα ἀρχήν;

Τοῦ μέντοι γε πρεσβύτου Συμεῶνος θεολογοῦντος τὰ εἰρημένα, ‘ἦν’ φησιν ‘Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ’· θαυμάζοντες, οὐχ ὅτι νῦν τῶν ὑπὲρ λόγον τὴν γνῶσιν ἐδέχοντο, ἀλλ’ ὅτιπερ ἐπὶ τοῖς ὑπερφυῶς προεγνωσμένοις καὶ ταῦτα προσελάμβανον. ὑπερφυῶν γὰρ πραγμάτων γνῶσις ὁσάκις ἂν εἰς μνήμην ἄγει τὸν ἐγνωκότα, τοσαυτάκις ἐν ταῖς διανοίαις ἀνακαινίζει τὸ θαῦμα.

Εἶτα συντελέσας ὁ πρεσβύτης τὴν εἰς τὸ θεῖον δοξολογίαν τρέπεται λοιπὸν ἐπὶ τὴν εὐλογίαν τῶν ἀναγαγόντων τὸ βρέφος, εἶτα ἐκεῖθεν πρὸς μόνην τὴν μητέρα ἀποστρέφει τὸν λόγον· ‘καὶ εὐλόγησεν’ γὰρ ‘αὐτοὺς Συμεὼν καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ’. πρὸς Μαριάμ φησι τὴν μητέρα, οὐχὶ πρὸς Ἰωσὴφ τὸν πατέρα αὐτοῦ· ἀλλὰ τῆς μὲν εὐλογίας ἀμφοῖν μεταδίδωσι, τὴν δὲ πρόσρησιν τῶν ἀπορρητοτέρων τῇ μητρὶ προσάγει μόνῃ, ἵνα διὰ μὲν τῆς κοινῆς εὐλογίας τοῦ σχήματος τῶν γεννητόρων μὴ ἀπογυμνώσῃ τὸν Ἰωσήφ, διὰ δὲ τῶν πρὸς τὴν μητέρα λόγων τὴν παρθένον ἐκείνου διαστείλας τὴν ὡς ἀληθῶς ἀνακηρύξει μητέρα. εἶτα καὶ τί διαλέγεται πρὸς τὴν μητέρα; ‘οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον’.

Ὁρᾶς ὅπως ὅλην τοῦ μυστηρίου τὴν οἰκονομίαν συνοπτικῶς πρὸς τὴν παρθένον ἀναφέρει κἀκείνῃ ποιεῖται τὴν τούτου διήγησιν; εἰ δέ σοι φίλον καὶ πρὸς τὰ ἀκόλουθα μετελθεῖν, ἀνδρῶν ἱερῶν σεμνολόγημα, τελείαν σοι τῶν ζητουμένων ἡ ἱστορία τὴν λύσιν ἐπιδαψιλεύσοιτο.

Τί ἐστιν ‘οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον’ καὶ ἑξῆς; Ἐπεὶ δὲ καὶ τῶν ὑπολοίπων τὴν λύσιν τάχος ἐπεζήτησας, ἡμεῖς σοι καὶ ταύτην θεῷ πεποιθότες παρέξομεν. πτῶσιν μὲν ἐνταῦθα τῶν ἐκπεπτωκότων τῆς εἰς αὐτὸν πίστεως καὶ εὐσεβείας λέγει, ἀνάστασιν δὲ τῶν ἐπεγνωκότων παραγεγονότα τὸν σωτῆρα. τοῦτο καὶ ὁ Ἡσαΐας προανεφώνει λέγων, ‘ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου, καὶ πᾶς ὁ πιστεύων ἐπ’ αὐτὸν οὐ καταισχυνθήσεται’. πίπτοιεν δ’ ἂν οἱ μὴ πεπιστευκότες εἰς αὐτόν· καὶ πρὸς τὴν ψυχικὴν ἀνάστασιν χειραγωγοῦνται οἱ τῆς εἰδωλικῆς καὶ τῆς ἄλλης ἐν ᾗ ἐστηρίζοντο πρότερον πλάνης ἐκπεπτωκότες. ‘Καὶ εἰς σημεῖον ἀντιλεγόμενον.’ τὴν αἰτίαν δι’ ἣν ἡ πτῶσις καὶ ἡ ἀνάστασις ἕπεται παραδηλοῖ· ἐπεὶ γὰρ τὰ περὶ τῆς οἰκονομίας ἀντιλέγεται, τοῖς μὲν κατατιθεμένοις ἀνάστασις τὸ μυστήριον γίνεται, τοῖς δὲ ἀντιφθεγγομένοις πτῶσις καὶ ἀπώλεια. τίνα δέ ἐστιν τὰ ἀντιλεγόμενα; οἱ μὲν ἀναστάντες πεπιστεύκασιν ὅτι παρθένος ἔτεκεν καὶ παρθένος ἔμεινεν, οἱ δὲ καταπεσόντες εἰς τοὺς ὑλικοὺς λογισμοὺς καὶ οὐδὲν τῶν ὑπὲρ φύσιν εἰδέναι θέλοντες οὐ πείθονται συνομολογεῖν ὡς ὁ πλάσας μηδ’ ὅλως οὖσαν παρθένον δύναται καὶ ὑποστᾶσαν παρθένον φυλάττειν, μάλιστά γε τὴν γέννησιν εἰ αὐτὸς ὁ πλάσας ἀναδέχοιτο.

ἀντιλέγοιτο δ’ ἂν τῶν περὶ τὴν οἰκονομίαν καὶ ἄλλα σημεῖα, οἷον τῶν μὲν ἀναστάντων θεὸν ἀληθῶς καὶ ἄνθρωπον τὸν γεγενημένον ὑπερφυὲς ποιουμένων μάθημα, τῶν δὲ πρὸς τὴν ἀνθρωπίνην ἀσθένειαν ἀφορώντων καὶ μηδ’ ὅλως ταύτης ὑψηλότερον ἐπαρθῆναι βουλομένων τὸ μὴ συνομολογεῖν τὸν αὐτὸν θεόν τε εἶναι καὶ ἄνθρωπον. πολλὰ δὲ καὶ ἄλλα σημεῖα τῆς ἀφράστου τοῦ σωτῆρος ἐπιδημίας εἰς ἀντιλογίαν κατέστη.

Διεξελθὼν δὲ πρὸς τὴν παρθένον ὁ ἱερὸς Συμεὼν τὰ εἰρημένα, ἀκροτελεύτιον αὐτοῖς ἐπιτίθησιν καὶ τὸ αὐτῆς τῆς παρθένου ἐξ ἀχθηδόνος πάθος, καὶ φησίν· ‘καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.’ ‘σοῦ αὐτῆς’, οἷον τῆς πάντα ἀκριβῶς τὰ τοῦ μυστηρίου ἐξακριβωσαμένης, οὐδὲ σοῦ φείσεται τὸ ἀπὸ λύπης πάθος· καὶ γὰρ ὡς ἀσπόρως συνέλαβες καὶ ὁ τόκος ἄσπορος γέγονεν, καὶ ἡ κύησις ἀνώδινος, καὶ τὰ τοῦ Γαβριὴλ εὐαγγέλια, τῶν ποιμένων τὸ διήγημα, καὶ τὰ μυρία ἄλλα τῶν θαυμάτων καὶ ἐξαίρετα, οὐδεὶς ἂν σοῦ μᾶλλον ἐπιστάμενος εἴη· ἀλλ’ οὐ μόνον ταῦτα λέγουσιν οἱ τῆς πλάνης ἐρασταὶ καὶ τῆς ἀληθείας κατήγοροι, ἀλλὰ καὶ σὲ αὐτὴν ἐπί τε τῇ συλλήψει καὶ τῷ τόκῳ συκοφαντήσουσι· ἣ συκοφαντία ῥομφαίας οὐκ ἔλαττον τὴν σὴν ψυχὴν δάκνουσά τε καὶ κατατιτρώσκουσα διελεύσεται.

Ἀλλ’ ἐπειδάν σε τούτοις ἐνυβρίσωσι, τότε μᾶλλον ἐκ πολλῶν καρδιῶν ἀποκαλυφθήσονται καὶ διαλυθήσονται διαλογισμοί. πῶς δὴ καὶ τίνα τρόπον; τῶν μὲν συκοφαντῶν οὐκ ἐνδιδόντων ταῖς συκοφαντίαις, τῶν δὲ συκοφαντουμένων ἐπὶ τὴν παλαιὰν τοῦ νόμου καταφευγόντων διάκρισίν τε καὶ κρίσιν. τίς δὲ αὕτη ἐστίν; ἢ ἡ διὰ τοῦ ὕδατος τῆς ἐλέγξεως γινομένη. καὶ γὰρ λόγος διεφοίτησεν παλαιός, ὡς συκοφαντουμένης τῆς ἀειπαρθένου Μαρίας ἠνέσχετο παρασχεῖν ἑαυτὴν τῇ κρίσει τοῦ ὕδατος, καὶ τὸ καθαρὸν αὐτῆς καὶ ἄσπιλον λαμπρῶς ἐπιδειξαμένου καὶ ἀποφήναντος, αἰσχύνῃ μὲν δοθῆναι τοὺς συκοφάντας, τοὺς δὲ πρὶν διστάζοντας τὴν παρθενίαν καὶ τὸν ἄφθορον τόκον ἀναντιρρήτοις μαρτυρίαις βεβαιωθῆναι, καὶ τὴν παρθένον ἀπαλλαγῆναι τῆς ἐπὶ τῇ συκοφαντίᾳ καὶ ταῖς διαβολαῖς δυσθυμίας τε καὶ λύπης. τὸ μέντοι γε τῆς ἐλέγξεως ὕδωρ ἱστορίᾳ παρειλήφαμεν περὶ τὸ Γάβη (Παλαιστιναίων δὲ τὸ ὄρος) τὰς πηγὰς ἀναδιδόναι, ὃ κριτήριον καὶ ὁ παλαιὸς ἐπίσταται νόμος τῶν τε τὴν σωφροσύνην οὐ διαφθειρομένων γυναικῶν καὶ τῶν ἀλλοτρίαις ὁμιλίαις τὴν νηδὺν ἐνυβριζόντων.

ἀλλὰ τοῦτο μὲν ἴσως ἀφαιρεῖται τὴν πίστιν ὅτι τε προελθεῖν ἐπὶ τῇ παρθένῳ τὸ τῆς ἐλέγξεως ὕδωρ ἀναγέγραπται οὔπω τοῦ βρέφους φανέντος, ἡνίκα καὶ ὁ καιρὸς τὴν ἀμφιβολίαν εὔλογον παρεῖχεν καὶ ἡ κρίσις οὐκ εἰς τὸ παράλογον ὑπεσύρετο· τοῦ δὲ τόκου προελθόντος καὶ τοῦ βρέφους ἐγνωσμένου ποῦ καιρὸν εἶχεν τὸ ὕδωρ τῆς ἐλέγξεως; ἀλλὰ τοῦτο μὲν κατὰ τὴν ἱστορίαν ὅμως εἴρηται.

Οἶδα δὲ πολλοὺς τῶν ἱερῶν ἡμῶν πατέρων ῥομφαίαν ἐξειληφότας διελθεῖν τὴν ψυχὴν τῆς ἀειπαρθένου Μαρίας κατὰ τὸν καιρὸν τοῦ σωτηρίου πάθους, αὐτὴν τὴν κατασχοῦσαν πικρὰν καὶ ὀδυνηρὰν ἐπὶ τῷ τέκνῳ ἀλγηδόνα, καὶ τῷ ἀνυπερβλήτῳ τῆς λύπης καὶ τῷ ἐξῃρημένῳ σπαραγμῷ τῶν σπλάγχνων τὴν ἔμφυτον πρὸς τὸν υἱὸν μητρικὴν συμπάθειαν ἐπιδεῖξαι· καὶ διὰ τῆς μητρικῆς ταύτης συμπαθείας ἐκ πολλῶν καρδιῶν λογισμοὺς ἀποκαλυφθῆναι καὶ διελεγχθῆναι τούς τε κατὰ φαντασίαν τὴν σάρκα φορέσαι {καὶ} τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τερατολογοῦντας καὶ τοὺς οὐκ ἐκ τῆς παρθένου, ἐξ οὐρανοῦ δὲ ταύτην καταγαγεῖν ἀπαναισχυντοῦντας. εἰ δὲ καὶ τηνικαῦτα διελήλυθεν τῆς παρθένου τὴν ψυχὴν ῥομφαία, ἡνίκα λελοιπότες τὸν παῖδα μετὰ τὸ πολλὴν ὁδὸν διανύσαι μὴ εὗρον τοῦτον, ἀλλὰ καὶ ὑποστρέψαντες ἐπεζήτουν, ὡς ἤδη τὸν θησαυρὸν ἀπολωλεκότες, οὐδὲν ἂν εἴη παρὰ τὸν ὀρθὸν διανενοημένον λόγον· καὶ γὰρ καὶ τηνικαῦτα ἐκ πολλῶν καρδιῶν ἀπεκαλύφθησαν λογισμοί, τῆς μὲν παρθένου πρὸς τὸν παῖδα λεγούσης, ‘ἐγὼ καὶ ὁ πατήρ σου ὀδυνώμενοι ἐζητοῦμέν σε’, τοῦ δὲ ἐνυποστάτου λόγου καὶ σάρκα φορέσαντος ἀνταποκρινομένου, ‘τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με;’ καὶ δηλοῦντος τὸν περιώνυμον ναόν, ὃς τοῦ πατρὸς νεώς τε καὶ οἶκος ἐπωνομάζετο.

καὶ γὰρ τὸν ἴδιον πατέρα σαφῶς ἀνακηρύξαντος τοῦ υἱοῦ, σαφῶς ἀπεκαλύφθησαν οἱ διαλογισμοὶ τῶν λεγόντων αὐτὸν εἶναι οὐ τέκτονος υἱόν, οὐδ’ ἄλλης τινὸς ἐπιγείου σπορᾶς, ἀλλὰ τοῦ πρὸ αἰῶνος γεγεννηκότος αὐτόν. τὸν μέντοι λόγον τὸν λέγοντα ῥομφαίαν αὐτῆς τὴν ψυχὴν ἐξ ἀμφιβολίας διελθεῖν, ὡς μήποτε οὐκ εἴη θεὸς ὁ σταυρούμενος, εἰ καί τισιν ἐρρήθη, ἀλλ’ οὐκ ἂν ἐμοὶ ῥηθείη. ‘Καὶ ἦν’ φησιν ‘Ἄννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσεὶρ’ ἕως τοῦ ‘καὶ αὕτη χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων.’ Ἄννα προφῆτις, θυγάτηρ Φανουήλ· ταύταις διαστέλλεται ταῖς διαφοραῖς αὕτη πρὸς τὴν τῆς παρθένου μητέρα. διέλαμπεν δὲ ταῖς ἀρεταῖς ἁπάσαις· ἐκ γὰρ τοῦ μὴ ἀφίστασθαι τοῦ ἱεροῦ καὶ νηστείαις καὶ δεήσεσι λατρεύειν νύκτα καὶ ἡμέραν δῆλον ὡς καὶ ὁ λοιπὸς αὐτῇ τῶν ἄλλων ἀρετῶν συμπαρῆν χορός, ὑφ’ ὧν κεκαθαρμένη τὸν νοῦν καὶ τοῦ παναγίου πνεύματος γεγενημένη δοχεῖον καὶ τὰς παρ’ αὐτοῦ δεχομένη ἐμφάσεις, ‘αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο καὶ ἐλάλει τὰ περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἰερουσαλήμ’. ‘αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα’ φησίν· αὐτῇ, ποίᾳ; ἡ καθ’ ἣν τὸ παιδίον ἡ μήτηρ καὶ ὁ Ἰωσὴφ προσέφερον τῷ ἱερῷ. καὶ ὅρα τὴν παραπλησίαν τῷ Συμεῶνι ταῖς ἀρεταῖς, ὅπως καὶ τὰς προφητείας παραπλησίους κιχρᾷ.

ἅμα μὲν γὰρ παρῆσαν τῷ ναῷ, ἅμα δὲ τῆς προφητικῆς ἠξιοῦντο χάριτος· ἀλλ’ ὁ μὲν Συμεὼν προελάμβανεν χρησμολογῶν, ἡ δὲ τὴν δευτέραν ἔχουσα τάξιν ὅμως οὐκ ἐδευτέρευε τοῖς χρησμοῖς, ἀλλ’ ἐκάλει μὲν τὸ βρέφος κύριον, ᾧ καὶ ‘ἀνθωμολόγει’, ἐλάλει δὲ περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν τῷ Ἰσραήλ, λύτρωσιν τοῦ γένους καὶ σωτηρίαν ἀνακηρύττουσα. τάχα δ’ ἂν διὰ τοῦτο προλαβεῖν ἱερολογήσειέν τις τὸν Συμεῶνα, διότι ὁ μὲν τύπον ἔφερεν τοῦ νόμου (καὶ γὰρ καὶ ἡ κλῆσις τὸ ὑπήκοον δηλοῖ), ἡ δὲ τῆς χάριτος, ἡ Ἄννα (τοῦτο γὰρ ἡ κλῆσις ἀναπτυσσομένη δηλοῖ), ὧν ἀμφοῖν ὁ Χριστὸς ἔκειτο μέσος, τὸν μὲν ἀπολύων, συντελευτῶντα τῷ νόμῳ, τὴν δὲ τέως κατέχει, τῇ χάριτι συζῶσαν.

Ἡ μέντοι γε παρθένος καὶ Ἰωσὴφ κοινὴν τὴν εἰς θεὸν ἀποδεδωκότες ὑμνολογίαν ὑπέστρεψαν εἰς τὴν Γαλιλαίαν, εἰς τὴν πόλιν αὐτῶν Ναζαρέτ· οὗ δὴ καὶ μετὰ τεσσαράκοντα ἡμέρας τὰ κατὰ τοὺς μάγους καὶ τὸν ἀστέρα διεπέπρακτο, καὶ δὴ καὶ ἡ εἰς Αἴγυπτον γέγονε φυγὴ καὶ ἡ ἀπὸ ταύτης ἐπάνοδος.

Διὰ τί τὴν Μαρίαν τὴν Μαγδαληνήν, ἀφ’ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια, ἐκλέγεται ὁ κύριος; Τὸν ἕβδομον ἀριθμὸν καὶ ἐπὶ τῆς ἀρετῆς καὶ ἐπὶ τῆς κακίας εὑρίσκομεν τὴν γραφὴν παραλαμβάνουσαν· εἰκότως οὖν τὴν Μαρίαν ἐκλέγεται τὴν Μαγδαληνὴν ὁ σωτήρ, ἀφ’ ἧς ἐκβεβλήκει δαιμόνια ἑπτά, ἵνα τὸν ἄρχοντα τῆς κακίας δι’ αὐτῆς ἀπελάσῃ τῆς ἀνθρωπίνης φύσεως.

Ὅτι, φησίν, αἱ ἱστορίαι τὴν Μαγδαληνὴν ταύτην διὰ βίου παρθένον διδάσκουσιν· καὶ μαρτύριον δὲ αὐτῆς φέρεται, ἐν ᾧ λέγεται διὰ τὴν ἄκραν αὐτῆς παρθενίαν καὶ καθαρότητα ὡς ὕαλον αὐτὴν καθαρὸν τοῖς βασανισταῖς φαίνεσθαι.

Ὅτι, φησίν, μετὰ τὴν κοίμησιν τῆς δεσποίνης ἡμῶν θεοτόκου πορευθεῖσα εἰς Ἔφεσον πρὸς τὸν ἠγαπημένον μαθητήν, ἐκεῖσε τὸν δρόμον τὸν ἀποστολικὸν διὰ τοῦ μαρτυρίου ἡ μυροφόρος Μαρία ἐτελείωσεν, μὴ θελήσασα μέχρι τῆς τελευτῆς χωρισθῆναι τοῦ παρθένου καὶ εὐαγγελιστοῦ Ἰωάννου.

Ὥσπερ, φησίν, ἡ ἀπαρχὴ τῶν ἀποστόλων Πέτρος ὠνομάσθη διὰ τὴν ἀσάλευτον πίστιν, ἣν εἶχεν ἐπὶ Χριστὸν τὴν πέτραν, οὕτως καὶ αὐτή, ἀρχηγὸς τῶν μαθητριῶν γενομένη, διὰ τὴν καθαρότητα αὐτῆς καὶ τὸν πόθον ὃν εἶχεν εἰς αὐτὸν Μαρία ὁμωνύμως τῇ μητρὶ παρὰ τοῦ σωτῆρος προσηγόρευται.

Ὥσπερ τῷ δεσπότῃ τῶν μαθητῶν ἠκολούθει ὁ χορός, οὕτως τῇ δεσποίνῃ καὶ μητρὶ τοῦ κυρίου τῶν μαθητευομένων γυναικῶν ὁ χορός· ἐθαύμαζον γάρ, φησίν, ποτὲ οἱ μαθηταὶ ὅτι μετὰ γυναικὸς ἐλάλει, δῆλον ὡς οὐκ οὔσης τοιαύτης συνηθείας τῷ κυρίῳ. ἀλλὰ τὸν εὐαγγελικὸν δρόμον τῆς μητρὸς τοῦ δεσπότου συνεξανυούσης τῷ υἱῷ καὶ δημιουργῷ, καὶ αὗται συνακολουθοῦσαι αὐτῇ τῷ κοινῷ δεσπότῃ ἐκ τῶν ὑπαρχόντων ἐν τοῖς ἀναγκαίοις καὶ τοῖς μαθηταῖς διηκόνουν.

Τί ἐστι τὸ ‘ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ’; Οἱ ψευδόχριστοι ἀφ’ ἑαυτῶν ἐλάλουν, οὐκ ἐκ νόμου, οὐκ ἐκ προφητῶν, ἀλλ’ ἀπὸ τῆς ἰδίας γνώμης καὶ ὁρμῆς· ὁ δὲ σωτὴρ οὐκ ἀπέστη νόμου, οὐκ ἐγκαταλέλοιπεν προφήτας, ἀλλ’ ἔλεγε νῦν μὲν ‘καλῶς εἶπεν Ἡσαΐας’, νῦν δὲ ‘οὐ γέγραπται ἐν τῷ νόμῳ ὑμῶν;’ καὶ μυρία ταῦτα. ἐπεὶ οὖν οἱ ἐλθόντες πρὸ Χριστοῦ καὶ τὸ ἐκείνου περιθέντες ἑαυτοῖς κακούργως ὄνομα οὐκ ἀπὸ τῶν ἱερῶν γραφῶν, ἀλλ’ ἐκ τῆς ἰδίας ἀπονοίας τὰ τῆς πλάνης προὐβάλλοντο, λέγει ὁ σωτὴρ ‘ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ὥσπερ ἐκεῖνοι’· τὸ γὰρ ἀφ’ ἑαυτοῦ λαλεῖν τὸ ἔξω τῶν ἱερῶν γραφῶν ἐστιν λαλεῖν. ὅτι δὲ τὸ ἀφ’ ἑαυτοῦ λαλεῖν ψευδοχρίστων ἐστὶν καὶ ψευδοπροφητῶν, λέγει διὰ τοῦ προφήτου Ἰεζεκιὴλ ὁ θεός· ‘οὐκ ἀπέστειλα αὐτούς, ἀφ’ ἑαυτῶν ἐλάλησαν, ἐκ τῆς καρδίας αὐτῶν φθέγγονται.’ ἐπεὶ οὖν οἱ ψευδοπροφῆται ἀφ’ ἑαυτῶν ἐκήρυττον, ταύτην ἀποδυόμενος τὴν ὑπόνοιαν (καὶ γὰρ ἐδυσφήμει τὸ ἀχάριστον τῶν Ἰουδαίων ἔθνος πλάνον αὐτὸν καὶ πλανᾶν τὸν κόσμον), διὰ τοῦτο ἔλεγεν, ‘ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ’ ἀπὸ νόμου, ἀπὸ τῶν προφητῶν, ὅσα ἤκουσα παρὰ τοῦ πατρὸς ἐν νόμῳ, ἐν προφήταις’ (ἐκ προσώπου δὲ τῆς σαρκὸς ταῦτα λέγει καὶ εἰς διάλυσιν τῆς δυσσεβούσης ὑπονοίας), ‘ὑμεῖς δὲ ὅσα ἠκούσατε παρὰ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου’.

τὰ γὰρ τοῦ πατρὸς κλῆρος γίνεται τοῖς παισί, καὶ διὰ τοῦτο τὰ ἐκείνου γίνεται τῶν κληρονόμων, ὡς ἴσον ἐνταῦθα καθορᾶσθαι καὶ εἰς ταὐτὸν συνιέναι τὸ ἐξ ἑαυτῶν λαλεῖν καὶ τὸ ἐκ τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου λαλεῖν.

Ὥσπερ ὁ Χριστὸς ἐλθὼν ἐγένετο πλήρωμα νόμου καὶ προφητῶν, οὕτω καὶ τὸ πνεῦμα πλήρωμα τοῦ εὐαγγελίου. Χριστὸς ἐλθὼν ἐβεβαίωσεν τὰ παρὰ τοῦ πατρὸς ἐν τῷ νόμῳ εἰρημένα καὶ προφήταις (διὸ καὶ λέγει Παῦλος ‘πλήρωμα νόμου Χριστός’)· τὸ πνεῦμα τὸ ἅγιον ἐπελθὸν ἐπλήρωσε τὰ τοῦ εὐαγγελίου. ὅσα ἐστὶν ἐν τῇ Χριστοῦ διδασκαλίᾳ τὸ πνεῦμα πληροῖ· ὅσα ἐν τῇ τοῦ νόμου, ὁ Χριστός, οὐχ ὡς ἀτελοῦς ὄντος τοῦ πατρός, ἀλλ’ ὡς ἑρμηνευτὴς τῶν τοῦ πατρὸς καὶ τελειωτής· οὕτω δὲ καὶ τὸ πνεῦμα διασαφοῖ καὶ διατρανοῖ τὰ τοῦ υἱοῦ. καὶ γάρ φησιν, ‘πολλὰ ἔχω ὑμῖν λαλεῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ τὸ πνεῦμα τὸ ἅγιον, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν’ καὶ ἑξῆς.

Ὅτι ἀφ’ ἑαυτοῦ οὐ λαλεῖ, οὐ γὰρ ἀντιφθέγγεται τῷ υἱῷ, ἀλλ’ ἀναπληροῖ τὰ τοῦ υἱοῦ, καθ’ ὃν τρόπον ὁ υἱὸς τὰ τοῦ πατρός. Ὅτι ἐν τούτῳ τῷ λόγῳ εὑρήσεις πρὸς τῷ τέλει δεικνύντος τοῦ Χρυσοστόμου ὅτι ἡ ἀποστολὴ οὔτε τὸν υἱὸν οὔτε τὸ πνεῦμα ἐλάττω ποιεῖ τοῦ πατρός, ὅτι καὶ αὐτὸς ὁ πατὴρ ἀποστέλλεται παρὰ τοῦ πνεύματος καὶ παρὰ τοῦ υἱοῦ· λέγει αὐταῖς λέξεσιν, ‘ἐάν σοι δείξω τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς ἀποστελλόμενον παρὰ τοῦ πνεύματος καὶ παρὰ τοῦ υἱοῦ, τί ποιεῖς; ἢ ἄρνησαι τὸν Χριστὸν καὶ ἀπάλειψον τὰς γραφάς, ἢ δοῦλος ὢν τῶν γραφῶν ὑποτάττου ταῖς γραφαῖς. καὶ ποῦ’ φησιν ‘εἴρηται τοῦτο; ἄκουε τοῦ θεοῦ διὰ τοῦ προφήτου λέγοντος Ἡσαΐου, ἄκουέ μου Ἰσραήλ, ὃν ἐγὼ καλῶ’. καὶ ὅλην τὴν περικοπὴν ἐκτιθεὶς τοῦ χωρίου μέχρι τοῦ ‘καὶ νῦν κύριος ἀπέστειλέν με καὶ τὸ πνεῦμα αὐτοῦ’, διισχυρίζεται τὸν πατέρα ταῦτα εἰπεῖν, ἐκ τῶν προτεταγμένων βεβαιῶν τὸν λόγον καὶ καθιστῶν δῆλον ὡς ὁ πατὴρ εἴη νῦν ὁ λέγων καὶ ἀποστελλόμενος παρά τε τοῦ πνεύματος καὶ τοῦ υἱοῦ.

Πῶς βραχίονα κυρίου ὁ θεολόγος Ἰωάννης τὴν οἰκονομίαν διαλαμβάνει; Ὅτι ὁ θεολόγος Ἰωάννης τὸν βραχίονα εἰς τὴν οἰκονομίαν ἐκλαμβάνων τοῦ σωτῆρος καὶ τὴν αὐτοῦ θεότητα, ‘πολλά’ φησιν ‘σημεῖα ποιήσαντος τοῦ Ἰησοῦ οὐκ ἐπίστευσαν εἰς αὐτὸν οἱ Ἰουδαῖοι, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Ἡσαΐου· κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη;’ αὐτὸς τοίνυν καὶ δικαιοσύνη (‘ἐγγίζει γὰρ ἡ δικαιοσύνη μου παραγενέσθαι’), αὐτὸς καὶ σωτήρ, αὐτὸς καὶ βραχίων· διὰ τοῦτο καὶ ὁ Παῦλος περιλαβὼν ἅπαντα εἰς ἓν ἀναφέρει λέγων, ‘ὃς ἐγενήθη ἡμῖν ἀπὸ θεοῦ σοφία καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις’. οὗτος ἡμῖν ἀνέτειλεν ἀνατολὴν δικαίαν· ‘ἰδοὺ’ γάρ φησιν ‘ἀνατελῶ τῷ οἴκῳ Δαυὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς δίκαιος’. μία μὲν οὖν ἡ ἀνατολή, πολλαὶ δὲ αὐτῆς αἱ ἀκτῖνες, ἀκτῖνες φιλανθρωπίας, ἰάσεως, εἰρήνης, δικαιοσύνης ἀκτῖνες, καὶ μυρίων ἄλλων. διὸ καὶ ὁ Δαυὶδ προθεσπίζων ᾖδεν ‘ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη’. αὕτη γοῦν ἡ ἀνατολὴ ἐξ ὕψους ἀνέτειλεν καὶ ἀπὸ τῆς γῆς· ἐξ ὕψους μὲν κατὰ τὴν θεότητα, ἀπὸ γῆς δὲ κατὰ τὴν οἰκονομίαν.

Τί δηλοῖ, ‘ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας’ καὶ ἑξῆς; Ἐδούλευσεν ἡ κτίσις τῷ ἀνθρώπῳ, οὐχ ὡς ἀξίῳ, ἥλιος καὶ σελήνη καὶ ἄστρα καὶ γῆ καὶ τὰ ἐν αὐτοῖς—οὐχ ὡς ἀξίῳ δέ (καὶ γὰρ παραβάτης ἦν καὶ ὑπόδικος), ἀλλὰ τοῦ θεοῦ δουλεύειν προστάξαντος, ὡς ἂν μὴ ἐξυβρισθῇ διὰ πάντων ἡ εἰκών, εἰ καὶ παρέβη. πάσης τοίνυν τῆς κτίσεως στασιαζούσης ὁ θεὸς κελεύει τῇ κτίσει μὴ ἀφηνιᾶν, ἀλλὰ παρέχειν μὲν τὸν ἥλιον τὴν ἑαυτοῦ ἀκτῖνα, τὴν γῆν τοὺς καρπούς, τὴν θάλασσαν ἰχθῦς καὶ τὰς ἐμπορίας, καὶ ἕκαστον τῶν κτισμάτων τὴν ἐξ ἑαυτῶν χρείαν καὶ ὠφέλειαν τοῖς ἀνθρώποις. ταύτην ἀπογυμνῶν ὁ ἀπόστολος τὴν ἔννοιαν φάσκει· ‘ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται· τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ’ ἐλπίδι ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ’. οἷον τί λέγω; ὡς εἶδεν ὁ θεὸς τὸν ἄνθρωπον ἐκπεσόντα καὶ τὴν κτίσιν ἀνανεύουσαν πρὸς ὑπηρεσίαν τοῦ ἡμαρτηκότος, ἐχαλίνωσεν αὐτὴν καὶ μὴ θέλουσαν καὶ ἐκέλευσεν ὑπηρετεῖν ὡς πρότερον, ἡνίκα τὸ βασιλικὸν ἑαυτῷ καὶ ἀρχικὸν τὴν ἐντολὴν φυλάττων συνδιέσῳζεν.

ᾐσχύνετο γὰρ ἡ κτίσις τὸν αἰχμάλωτον τῇ παραβάσει κύριον ἐπιγράφεσθαι καὶ ἐξυπηρετεῖν αὐτῷ, τῆς ἁμαρτίας αὐτὸν ὁρῶσα δοῦλον γενόμενον· ἀλλ’ ἐκέλευσεν ὁ κτίστης μὴ ἐξαρνεῖσθαι τὸν παραβάτην, ἀλλ’ ἐπιδεικνύναι τοῦ κοινοῦ δεσπότου τὴν ἄφθονον χάριν καὶ τὸ τῆς εὐεργεσίας ἀμετάθετον, ἐπαγγειλάμενος καὶ τῇ κτίσει ὅτιπερ ἀνακαινιζομένου καὶ ἐλευθερουμένου τοῦ φθαρέντος καὶ αἰχμαλωτισθέντος ἀνθρώπου ἀνακαινισθήσεται καὶ αὐτή, ὡσανεὶ ἔλεγεν, ‘ἔπεσεν ἡ εἰκὼν καὶ ὠλίσθησεν διὰ τὴν παράβασιν, καὶ φθείρεται διὰ τὴν παρακοήν· ἀνάσχου δουλεῦσαι τῇ τοῦ φθαρέντος φθορᾷ, ἵνα ὅταν αὐτὸν ἀνακαινίζω, τὴν ἐμὴν εἰκόνα, τὸν φθαρέντα ἄνθρωπον, σὺν αὐτῷ καὶ σὲ τὴν κτίσιν ἀνακαινίσω καὶ σύνθρονον αὐτοῦ τῆς δόξης ποιήσω. συγκατεσπάσθης αὐτοῦ τῇ ταλαιπωρίᾳ· συναναστήσῃ τῇ δόξῃ’.

Τί δέ ἐστιν τὸ τὴν κτίσιν φεύγειν τὴν τοῦ ἀνθρώπου δεσποτείαν; λέγει γάρ, ‘τῇ ματαιότητι ἡ κτίσις οὐχ <ἑκοῦσα> ὑπετάγη’. ποίᾳ ματαιότητι; ἀφ’ οὗ ἂν ἐκτραπῇ ὁ ἄνθρωπος τοῦ θεοῦ, ματαιότης καλεῖται. ἄκουσον ψάλλοντος Δαυίδ, ‘πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν’· πᾶς ἄνθρωπος μάταιός ἐστιν ὁ τὸν θεὸν καταλιμπάνων καὶ τὰ μάταια μεταδιώκων.

Ἔστησεν ὁ θεὸς ἀγγέλους κατὰ τὰ κλίματα τῆς οἰκουμένης, ἕνα ἕκαστον ἐπιτροπεύειν, ὡς καὶ Μωσῆς λέγει, ἑνὸς ἑκάστου ἔθνους· ἔστησεν δέ, ἵνα τὴν ἄψυχον κτίσιν χαλινώσωσιν, ἥλιον καὶ σελήνην καὶ θάλασσαν καὶ γῆν καὶ τὰ ἐν αὐτοῖς, ὑπηρετεῖν τῇ τοῦ ἀνθρώπου ἀπολαύσει. πάλιν οἱ ἄγγελοι ἐτρύχοντο ὑπηρετούμενοι ἀναξίοις καὶ δίκης ἐνόχοις ἀνθρώποις, καὶ μάλιστα ὁρῶντες αὐτοὺς τὴν δεσποτικὴν ἀξίαν τοῖς εἰδώλοις ἀνάπτοντας καὶ ἀνιεροῦντας. ἔφερεν ἡ γῆ τὸν οἶνον, καὶ οἱ βωμοὶ τὰς σπονδὰς ἐδέχοντο· τοὺς ἄλλους καρπούς, καὶ τοῖς εἰδώλοις ἀνετίθεντο· διὰ τοῦτο ἐδυσφόρουν οἱ ἄγγελοι, τὰ μὴ ὄντα ὁρῶντες ἀντὶ τοῦ ὄντος τιμώμενα.

Ἐντεῦθεν λέγεται καὶ τὸ ἕτερον ζήτημα, τὸ εἰς τὸν προφήτην ἀναφερόμενον· ‘ἦλθεν πρὸς αὐτόν’ φησιν ‘ὁ ἄγγελος Γαβριήλ, καὶ λέγει αὐτῷ· Δανιήλ, ὁ δοῦλος τοῦ θεοῦ, ἀφ’ ἧς ἡμέρας προέθου κακῶσαι τὴν ψυχήν σου ἔναντι κυρίου, εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἀπεστάλην ἀπαγγεῖλαί σοι τὰ ῥήματα ταῦτα· ἀλλ’ ὁ ἄρχων τῆς βασιλείας Περσῶν ἀντέστη μοι, εἰ μὴ Μιχαήλ, ὁ ἄρχων τοῦ ἔθνους ὑμῶν, ἦλθεν εἰς βοήθειαν.’ ἀπορήσειεν γὰρ ἄν τις, εἰ ὁ τῆς Περσίδος ἐπιτροπεύων ἄγγελος παρὰ θεοῦ ἐπιτροπεύειν τέτακται, ὡσαύτως δὲ καὶ ὁ Γαβριὴλ ἀνακομίσαι τὸν Ἰσραὴλ τῆς αἰχμαλωσίας παρὰ θεοῦ ἀπέσταλται, πῶς αὐτῶν τῶν Περσῶν ὁ ἄρχων ἀνθίστατο· λυθείη δ’ ἂν τὸ διαπορούμενον ὧδε.

Ὁ κόσμος εἰδωλολατρείας ἐπεπλήρωτο, οἱ δὲ ἄγγελοι οἱ ἐφεστῶτες τῶν ἐθνῶν ἠγανάκτουν καὶ ἐθλίβοντο· αἰχμάλωτος δὲ Δανιὴλ εἰς Βαβυλῶνα μετὰ τῶν ὁμοφύλων ἀπαχθεὶς τὴν θεογνωσίαν ἐκήρυττεν, ὡσαύτως καὶ οἱ τρεῖς παῖδες, οὓς τὸ πῦρ εἰς ἱλαρὰς αὔρας τὴν καυστικὴν δύναμιν ἀμεῖψαν ἀνέψυχεν· διὸ καὶ πολλοὺς τῆς εἰδωλικῆς μεταστήσαντες πλάνης θεοσεβεῖν παρεσκεύασαν. ὁ οὖν τῆς ἀρχῆς τῶν Περσῶν ἐφεστηκὼς ἄγγελος ἔχαιρεν ὁρῶν ἐν τοῖς αὐτοῦ μέρεσι τὸν θεὸν ἀντὶ τῶν εἰδώλων λατρευόμενον· τὸν Ναβουχοδονοσὼρ ἑώρα, ἀντὶ τοῦ καταναγκάζειν θύειν εἰδώλοις καὶ ἐσχάταις τοὺς μὴ πειθομένους ὑποβάλλειν τιμωρίαις, λαμπρῶς θεολογοῦντα καὶ λέγοντα ‘Σεδράχ, Μισάκ, Ἀβδεναγώ, οἱ δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου’ καὶ πολλὰ τοιαῦτα. ἐπεὶ οὖν ὁ μακάριος Δανιὴλ ἐδεῖτο τοῦ θεοῦ, πληρωθέντων τῶν ἑβδομήκοντα ἐτῶν τῶν ἐπὶ τῇ αἰχμαλωσίᾳ διορισθέντων, ἀναγαγεῖν τῆς αἰχμαλωσίας τὸν Ἰσραήλ, ἀπεστάλη δὲ Γαβριὴλ μηνῦσαι αὐτῷ τὴν ἀνάρρυσιν, ἀνθίσταται τῷ Γαβριὴλ ὁ τῆς Περσικῆς ἀρχῆς ἐπιστάτης, λυπούμενος ὅτι πάλιν ἡ γῆ ἧς ἐπεστάτει, τῶν διδασκάλων τῆς εὐσεβείας ἐκεῖθεν ἀνακομισθέντων, εἰς τὴν προτέραν ἐπαναστρέψει ἀσέβειαν καὶ πλάνην. ἀνθίστατο δὲ οὐ μαχόμενος, ἀλλὰ δικαιολογούμενος· ‘τίς ἡ σπουδὴ’ λέγων ‘τῆς ἀνόδου;

τὴν οἰκείαν οἰκῶν πατρίδα ὁ Ἰσραὴλ καὶ εὐπαθῶν εἰς εἰδωλολατρείαν πολλάκις ἐξώλισθεν, νῦν δὲ καθαρῶς εὐσεβεῖ τὴν ἀλλοτρίαν παροικῶν· καὶ οὐκ εὐσεβεῖ μόνον, ἀλλὰ καὶ ὑπεραθλεῖ τῆς εὐσεβείας καὶ πολλοὺς τῶν πεπλανημένων πρὸς τὸν ἀληθινὸν ἐπιστρέφουσιν θεόν. ὅτε οὖν καὶ τοῖς τὴν χάριν δεχομένοις οὐδὲν κατὰ ψυχὴν λυσιτελέστερον ἐπακολουθεῖ καὶ τοὺς εὐσεβεῖν δι’ αὐτοὺς ἀρξαμένους τὸ ἔσχατον κακὸν ἡ δυσσέβεια πάλιν ὑποχειρίους ποιεῖ, πόσον ἦν ἄμεινον καὶ τὸν Ἰσραὴλ τέως τῆς αἰχμαλωσίας μὴ ἀναγαγεῖν καὶ τοὺς ἄρτι πρὸς τὸ φῶς ἀναβλέψαντας τῆς θεογνωσίας ἐν τῇ αὐτῇ συντηρεῖν εὐσεβείᾳ. ἀπεστάλην, φῄς, τὸν λαὸν ἀποκαταστῆσαι τῇ πατρίδι. ποίᾳ πατρίδι; ἣν οἰκοῦντες ἐμίαινον κνίσαις, δαίμοσι θύοντες, καὶ εἰδωλομανίαις. οὐ ταῦτα κατηγορεῖ λέγων Ἰερεμίας, κατὰ ἀριθμὸν τῶν πόλεών σου ἦσαν οἱ θεοί σου, Ἰούδα, καὶ κατὰ τὰ ἄμφοδα Ἰερουσαλὴμ ἔθυες τῷ Βάαλ; μυρίοις τότε παρὰ θεοῦ περιεκλύζοντο ἀγαθοῖς, καὶ τῆς κακίας καὶ ἀσεβείας οὐκ ἀνεχώρουν· μυρία νῦν ὑπομένουσι κακά, καὶ τοῦ θεοῦ οὐκ ἀφίστανται. τίποτ’ οὖν ἔσται τὸ τῆς ἐπανόδου κέρδος;’ Ἦν τοίνυν ἡ ἀντίστασις οὐ κακοῦ πρὸς ἀγαθόν· οὐ γὰρ εἶπεν ‘ἐμάχετο’ ἀλλ’ ‘ἀνθίστατο’.

καὶ γάρ ἐστιν πολλάκις ἀντίστασις δικαίου πρὸς ἀγαθόν, ὡς ἀνθίσταται πολλάκις νόμῳ φιλανθρωπία καὶ φιλανθρωπίᾳ νόμος· ὁ νόμος τὸν ἁμαρτήσαντα κολάζει, φιλανθρωπία πολλάκις βασιλέως τὸν ἁμαρτήσαντα ἐλεεῖ καὶ ἐξαρπάζει τῆς τιμωρίας. ὧδε οὖν ἡ μάχη οὐκ ἐναντίου πρὸς ἐναντίον, ἀλλὰ συγγενοῦς πρὸς συγγενές· οὔτε γὰρ τὸ δίκαιον ἔξω ἀγαθότητος οὔτε τὸ ἀγαθὸν ἔξω δικαιοσύνης εὑρίσκεται.

Ὅτι τῆς κτίσεως, φησίν, ὡς προείρηται διακειμένης καὶ ἀγανακτούσης ἐφ’ ᾧ καὶ ἄκουσα τῷ παραβάτῃ παρεῖχεν τὴν χρείαν καὶ ἐξυπηρέτει, καὶ ἀγγέλων ἀχθομένων ἐπὶ τῇ τοῦ εὐεργετουμένου ἀγνωμοσύνῃ, καὶ ὅλου κακωθέντος τοῦ κόσμου διὰ τὰς παρανομίας—‘καὶ’ γὰρ ‘εἶδέν’ φησιν ‘ὁ θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη, ὅτι κατέφθειρεν πᾶσα σὰρξ τὴν ὁδὸν αὐτῆς’· οὐκ ἦν ἡ κτίσις οἵαν ὑπέστησεν αὐτοῖς ὁ θεὸς ἀπ’ ἀρχῆς, οὐκ ἦν τοῖς ἄστροις ὁ οὐρανὸς ὡς τὸ πρὶν ἄνευ τινὸς μιάσματος καταλαμπόμενος, οὐκ ἦν ἡ γῆ τοὺς καρποὺς ἀμολύντους ὡς τὸ πρὶν ἀναδιδοῦσα, οὐ θάλασσα, οὐκ ἄλλο τι τῶν ἐν τῇ κτίσει· ὁ γὰρ παραβάτης εἰσελθὼν ἐν αὐτῇ κατεμίανεν καὶ ἀνεθόλωσεν ἅπαντα ταῖς βλασφημίαις, ταῖς θεομάχοις καὶ αἰσχραῖς φωναῖς, ταῖς μιαιφονίαις, τοῖς πειραταῖς καὶ λῃσταῖς τὴν θάλατταν, τὰς πηγὰς καὶ ποταμοὺς ταῖς εἰδωλολατρείαις, νύμφαις καὶ δαίμοσιν ἀνάπτοντες αὐτά· πᾶσα τοῖς ἀνθρώποις ἡ κτίσις εἰς θεοὺς ἀνεπλάττετο, οὐδὲν δὲ κτίσιν οὕτω μιαίνει καὶ κιβδηλεύει ὡς τὸ θεοποιεῖσθαι αὐτήν—εἰσῆλθεν ὁ σωτὴρ τοῦ κόσμου διὰ σαρκὸς ἐν αὐτῇ καὶ ταύτην τῶν μυρίων τούτων ἀπαλλάξας μιασμάτων ἀνεκαίνισεν, πολὺ χαλεπωτέρων ἢ σωματικῆς διαφθορᾶς ἐλευθερώσας αὐτὴν κακώσεων καὶ παθῶν.

ἀνακαινίζει διὰ τῆς πρώτης παρουσίας τὴν κτίσιν, ἵνα μάθῃς ὅτι αὐτός ἐστιν ὁ καὶ ἀπ’ ἀρχῆς αὐτὴν δημιουργήσας· οὐ γὰρ ἄλλου μὲν κτίζειν, ἄλλου δὲ διαφθαρεῖσαν ἀνακαινίζειν, ἀλλὰ τῆς αὐτῆς ἑκάτερον σοφίας καὶ τέχνης. ἀνακαινίζει τὴν κτίσιν κατὰ τὴν πρώτην ἐπιδημίαν, ἵνα μηδεμία σοι χώρα καταλειφθῇ ἀπιστίας ὡς κατὰ τὴν δευτέραν παρουσίαν οὐ καινισθήσεται, καὶ σὺ πρὸ αὐτῆς, εἰς ἀφθαρσίαν, εἰς ἀπάθειαν, εἰς ἄφατον καλλονήν. εἰ γάρ, ὅτε ἦν ἑκὼν ἐν ἀσθενείᾳ σαρκός, ἐν ἱδρῶσιν, ἐν πάθεσιν ὁ Χριστός, ὅτε πλάνος καὶ Σαμαρείτης ἐσυκοφαντεῖτο, τὴν κτίσιν ἐκάθαρεν τῶν τοσούτων καὶ τηλικούτων καὶ πολυχρονιωτάτων παθῶν καὶ μιασμάτων, ὅταν ὡς κριτὴς ζώντων παραγένηται καὶ νεκρῶν, ὅταν μυριάσιν ἀγγέλων δορυφορούμενος τάγμασιν, ὅταν πάντων δεσπόζων καὶ κύριος, ὅταν πάντα φρίσσῃ καὶ τρέμῃ, πῶς ἡ ἐκ φθορᾶς εἰς ἀφθαρσίαν μεταβολὴ οὐ τὸ ῥᾷστον ἔχουσα καθορᾶται καὶ τὸ ἀκόλουθον καὶ θεοπρεπές;

Ὅτι παραγίνεται ὁ σωτὴρ προκηρυττόντων τῶν προφητῶν, ἵνα μή τις νομίσῃ ὅτι καθ’ ὃν τρόπον ἄνθρωπος τῆς προτέρας διαμαρτὼν ἐπιβολῆς καὶ βοηθείας ἐπὶ δευτέραν ἔρχεται, οὕτω καὶ ὁ θεός· ἵνα οὖν μή τις ὑπονοήσῃ τοῦτο, ἄνωθεν προέλεγον οἱ προφῆται τὴν παρουσίαν αὐτοῦ, ἵνα δείξωσιν ὅτι θεὸς οὐ σκεπτόμενος εὑρίσκει τὸ συμφέρον, ἀλλ’ ἀπ’ ἀρχῆς προεῖδεν ἅπαντα. ἡμεῖς μὲν γὰρ οἱ ἄνθρωποι σκεπτόμεθα, καὶ ἐὰν ἀποτύχωμεν τῆς πρώτης πείρας ἐφ’ ἑτέραν μεταβαίνομεν· ὁ δὲ θεὸς οὐχ οὕτως, ἀλλ’ ἔδωκε νόμον, προφήτας, καὶ μετὰ ταῦτα τὸ εὐαγγέλιον, οὐ χρόνῳ τὸ συμφέρον μεταμαθών, ἀπ’ ἀρχῆς δὲ εἰδὼς ὡς οὐχ οἷόν τε ἄλλως ἦν τὴν κτίσιν καὶ τὸν ἐν αὐτῇ ἄνθρωπον οὔτε γενέσθαι οὔτε παιδαγωγηθῆναι οὔτε τὸ τῆς ἀφθαρσίας ἀξίωμα ἀναλαβεῖν, εἰ μὴ καθ’ ὃν τρόπον ἡ ἄφατος πρόνοια καὶ φιλανθρωπία ᾠκονόμησεν.

Ὅτι φασίν, εἰ προῄδει ἁμαρτῆσαι τὸν Ἀδὰμ ὁ θεός, τί καὶ προήγαγεν αὐτόν; καὶ πολλαὶ μέν εἰσιν καὶ πάγκαλοι τοῦδε τοῦ ἀπορήματος ἐπιλύσεις· λέγει δ’ οὖν καὶ ὁ θεόσοφος Ἰωάννης ὁ Χρυσόστομος ὅτι ‘οὐ τοῦτο μόνον φημὶ ὅτι προῄδει, ἀλλ’ ὅτι καὶ πεσόντα ἀναστήσει αὐτὸν διὰ τῆς οἰκονομίας, καὶ οὐ πρῶτον εἶδεν τὴν πτῶσιν, εἰ μὴ προεπενόησεν τὴν ἀνάστασιν· ᾔδει ὅτι πεσεῖται, ἀλλὰ προαπέθετο τῆς ἀναστάσεως φάρμακον, καὶ συνεχώρησεν εἰς πεῖραν ἐλθεῖν θανάτου τὸν ἄνθρωπον, ἵνα μάθῃ τίνος μὲν ἀπολαύει δι’ ἑαυτόν, τίνος δὲ τῇ τοῦ πλάσαντος χάριτι. ᾔδει πεσούμενον τὸν Ἀδάμ, ἀλλ’ ἔβλεπεν ἐξ αὐτοῦ προελευσόμενον τὸν Ἄβελ, τὸν Ἐνώς, τὸν Ἐνώχ, τὸν Νῶε, τὸν Ἠλίαν, τοὺς προφήτας, τοὺς θαυμαστοὺς ἀποστόλους, τὴν εὐγένειαν τῆς φύσεως, τὰ θεοκίνητα τῶν μαρτύρων καὶ στάζοντα τὴν εὐσέβειαν νέφη. ἔβλεπεν ταῦτα· καὶ ποῦ ἦν καλόν, ποῦ δὲ δίκαιον, ποῦ δὲ θεοπρεπές, ἵνα διότι ἔμελλεν εἷς ἄνθρωπος ἁμαρτάνειν, τοῦτον μὴ ἀναγαγεῖν ἐκ μὴ ὄντων, καὶ τοσούτων ἀνδρῶν, ὧν οὐδὲ καθ’ ἕνα ἄξιος ὁ κόσμος, φορὰν ἀνακόψαι καὶ θερίσαι πρόρριζον τὴν τοσαύτην τοῦ γένους βλάστησιν καὶ καλλονήν, καὶ κατ’ αὐτῆς ἐπαφιέναι τὴν ἐκτομὴν καὶ ὀργήν, καὶ τότε τοῦ τὴν ἁμαρτίαν ὕστερον ἑλομένου οὔτε ἁμαρτόντος οὔτε ἁμαρτεῖν μεμελετηκότος, ἅτε μήπω μηδὲ ὑφεστῶτος;

εἰ γὰρ σωφρόνων ἐστὶν ἀνδρῶν τὸ μελετήσαντα μὲν ἁμαρτῆσαι, μὴ ἁμαρτήσαντα δὲ μὴ εἰσπράττειν εὐθύνας ἁμαρτημάτων, ἦ πού γε ἂν εἴη θεοῦ τὸν μηδὲ μελετήσαντα ἐξαμαρτῆσαι τὰς τῶν ἡμαρτηκότων ἀπαιτεῖν δίκας, καὶ τότε χαλεποῦ μὲν ὄντος τοῦ ἁμαρτήματος (πῶς γὰρ οὐ χαλεπὸν ἀθέτησις δεσποτικῆς ἐντολῆς;), οὐκ ἀνιάτου δὲ ἐσομένου, τῇ ἀφάτῳ φιλανθρωπίᾳ τοῦ πλάσαντος καὶ τοῦ πρωτοπλάστου εἰς τὴν ἀρχαίαν ἐπανάγεσθαι μέλλοντος εὐγένειαν; ὥστε εἰ μὴ προῆκτο διότι ἔμελλεν ἁμαρτεῖν ὁ ἀρχέγονος, ἐδείκνυτο ἂν τὸ θεῖον τὸν μήπω ἁμαρτήσαντα κολάζων καὶ τῆς ὕστερον ἀνακλήσεως καὶ σωτηρίας ἀποστερῶν καὶ τοσούτων ἀνδρῶν καλῶν τε καὶ ἀγαθῶν ἔρημον τὴν κτίσιν ἀποφαίνων’.

Τί ἐστι ‘πρωτότοκος πάσης κτίσεως’; Ὅτι τοῦ θείου Παύλου εἰπόντος ‘πρωτότοκος πάσης κτίσεως’, οἱ αἱρετικοί, φησίν, μὴ νοήσαντες περὶ ποίας κτίσεως λέγει, εἰς κτίσμα τὸν υἱὸν οἱ ἀνόητοι καταβιβάζουσι. διττὴ δὲ ἡ κτίσις· ἡ μὲν γάρ ἐστιν ἡ γεγενημένη, ἡ δὲ ἡ ἀνακαινιζομένη· αὐτὸς γὰρ πάλιν Παῦλος βοᾷ· ‘εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις’. ἵνα δὲ λαμπρῶς ἐπιδείξῃ ὅτι τῆς ἀνακαινισθείσης κτίσεως λέγει πρωτότοκον τὸν Χριστόν, ἐπάγει ‘πρωτότοκος ἐκ νεκρῶν, ἵνα γένηται ἐν πᾶσι πρωτεύων’· πρωτεύων τῶν ἀνακαινιζομένων, τῶν εἰς ἀφθαρσίαν καλουμένων, τῶν ἐκ νεκρῶν ἐγειρομένων· πρωτεύων οὐ κατὰ τὴν θεότητα, ἄπαγε (ὕβρις γὰρ θεῷ τὸ καλεῖσθαι πρῶτον τῶν κτισμάτων, ὃς ἀρρήτῳ λόγῳ καὶ ἀνεπινοήτῳ ὑπεροχῇ πάσης ὑπερήρτηται καὶ ὑπερίδρυται φύσεως), ἀλλὰ πρωτεύει κατά γε τὴν ἀνθρωπότητα, ἀρχηγὸς ἡμῶν γεγονὼς τῆς ἀναστάσεως καὶ τῆς ἐκ φθορᾶς εἰς ἀφθαρσίαν μεταστοιχειώσεως. εἰ γὰρ καὶ Ἠλίας τὸν υἱὸν τῆς χήρας ἤγειρεν καὶ Ἐλισσαῖος τὸν τῆς Σωμανίτιδος καὶ αὐτὸς ὁ σωτὴρ τεταρταῖον τὸν Λάζαρον συνεξανέστησεν, ἀλλ’ οὐδεὶς αὐτῶν εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν ἐξανέστη, πάλιν γὰρ αὐτῶν ὁ θάνατος ἐκυρίευσεν· ‘Χριστὸς δὲ ἀναστὰς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει’, ἀλλ’ οὐδὲ ἐκείνων οὓς κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν ἀναστήσει.

Ὢ κακῆς καὶ ἄφρονος ἡμῶν γνώμης. ἦλθεν ὁ Χριστὸς πρὸς ἡμᾶς, ἔδωκεν ἡμῖν τὸ αὐτοῦ πνεῦμα καὶ ἀνέλαβεν τὸ ἡμέτερον σῶμα καὶ τὸ συνάλλαγμα προῆλθεν, καὶ λαβὼν ἡμῶν τὸ φύραμα ἀνύψωσεν αὐτὸ καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρός· καὶ ἡ ἀγνωμοσύνη τὴν εὐεργεσίαν ὑβρίζει. ἔλαβεν παρ’ ἡμῶν τὸ πλάσμα καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ πατρός· ἐλάβομεν ἐξ αὐτοῦ τὸ πνεῦμα, καὶ ὑβρίζομεν ἐν κτίσμασι καὶ δούλοις αὐτὸ καταλέγοντες.

Τί ἐστι δέησις καὶ τί προσευχή; Ὅτι, φησί, δέησις μὲν λέγεται, ὅταν τις τὸν θεὸν ἀξιοῖ εἰς πρᾶγμα· προσευχὴ δέ, ὅταν ὑμνῇ τὸν θεόν· εὐχαριστία δέ, ὅταν τις ὑπὲρ ὧν ἔπαθεν χάριν ἀνθομολογῇ τῷ θεῷ· ἐντυχία δέ, ὅταν τις κατὰ τῶν ἀδικούντων ἐντυγχάνῃ τῷ θεῷ προσκαλούμενος αὐτὸν εἰς ἐκδίκησιν. ὅτι δὲ τὸ ἐντυγχάνειν οὐκ ἔστιν, φησίν, ἱκετεύειν, ἀλλ’ ἐρωτᾶν καὶ ἀπόκρισιν δέχεσθαι, λέγει ὁ θεὸς πρὸς τὸν Ἠλίαν, ‘τί σὺ ἐνταῦθα, Ἠλία;’ ἀποκρίνεται ἐρωτηθεὶς ὁ προφήτης, ‘ζηλῶν ἐζήλωκα κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπόν σε οἱ υἱοὶ Ἰσραὴλ’ καὶ ἑξῆς· καὶ οὐκ ἔστιν ἐνταῦθα δέησις, ἀλλ’ ἐρώτησις καὶ ἀπόκρισις, καὶ γέγονεν τὸ ἐξ ἀμφοῖν ἔντευξις. καὶ πόθεν δῆλον; Παύλου λέγοντος ἄκουσον· ‘οὐκ ἀνέγνωτε ἐν Ἠλίᾳ τῷ προφήτῃ τί λέγει ἡ γραφή, ὡς ἐντυγχάνει τῷ θεῷ κατὰ τοῦ Ἰσραήλ;’ οὐκοῦν ἡ ἐντυχία οὐκ ἔστιν δέησις.

Ἀλλὰ ταῦτα μὲν ὁ Χρυσόστομος. δεῖ δ’ οὖν ἔτι λεπτομερέστερον τὰς διαφορὰς τῶν εἰρημένων ὀνομάτων διασκέψασθαι καὶ ἐπιθεωρῆσαι, ὅτι μὴ τῷ πλήθει μόνον ἱκανὰ εἶναι λέγεσθαι, ἀλλὰ καὶ τοῖς δεινότερον διακωδωνίζειν ταῦτα βουλομένοις ἀνάλωτα καὶ ἀνεπηρέαστα διαμένειν.

‘Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον· δικαιοσύνη γὰρ θεοῦ’ καὶ ἑξῆς Ὅτι φησὶν ὁ Παῦλος, ‘οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον· δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται’. πῶς οὖν δικαιοσύνη θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται; πῶς; ἐπειδὴ ὁ πρῶτος νόμος Ἰουδαίοις μόνοις ἐδέδοτο, καὶ τῶν ἄλλων ἀνθρώπων τῆς αὐτῆς ὑπαρχόντων δημιουργίας καὶ φύσεως, τὸ δὲ εὐαγγέλιον πᾶσιν ὁμοτίμως τοῖς ὁμοφυέσιν, εἰκότως ἐν αὐτῷ δικαιοσύνη θεοῦ ἀποκαλύπτεται, καὶ καλεῖται δικαιοσύνης εὐαγγέλιον. ἐν τοίνυν τῇ παλαιᾷ διαθήκῃ οὐκ ἦν ἡ κλῆσις δικαία· οὐ γὰρ ὁμοίως πάντας ἐκάλει καὶ ἐφώτιζεν, τοὺς Ἰουδαίους δὲ μόνους. οὐκ ἦν οὖν δικαία, ἀλλ’ οἰκονομική, προπαρασκευάζουσα ὁδὸν τῇ δικαιοσύνῃ· οὐ λέγω ταύτην δικαίαν κἀκείνην ἄδικον, ἀλλ’ ἐκείνην ὁδὸν ταύτης καὶ προκατασκευὴν ταύτης. ὑπελάμβανον οἱ Ἰουδαῖοι ὅτι καὶ τὸ εὐαγγέλιον αὐτοῖς δοθήσεται καὶ μόνοις, ὥσπερ καὶ ὁ νόμος, ἐξέβη δὲ παρ’ ἐλπίδας ἡ προσδοκία. διὸ καὶ Δαυὶδ λέγει· ‘ὑπελάβομεν, ὁ θεός, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου’, εἶτα ‘κατὰ τὸ ὄνομά σου, ὁ θεός, οὕτως καὶ ἡ αἴνεσίς σου’, οὐχὶ ἐν μέσῳ τοῦ λαοῦ σου μόνον, ἀλλ’ ‘ἐπὶ τὰ πέρατα τῆς γῆς’· καὶ ἵνα δείξῃ ὅτι τὸ ἐλεῆσαι τὰ πέρατα τῆς γῆς δικαιοσύνης ἐστίν, ἐπάγει, ‘δικαιοσύνης πλήρης ἡ δεξιά σου’. ‘Ὁ κύριος ἐβασίλευσεν.’ πῶς ὁ κύριος ἐβασίλευσεν; ἆρ’ ὡς πρόσφατον λαβὼν τὸ τῆς βασιλείας ἀξίωμα;

εἰ μὲν γὰρ εἶπεν ‘ὁ κύριος βασιλεύει’, τὴν ἀίδιον αὐτοῦ ἡρμήνευεν ἐξουσίαν, εἰπὼν δὲ ‘ἐβασίλευσεν’ τὴν διὰ σαρκὸς αὐτοῦ οἰκονομίαν λέγει, δι’ ἧς ἡ φύσις ἡμῶν τὴν ἐπικράτειαν τοῦ διαβόλου, τῆς ἁμαρτίας, τοῦ θανάτου ἀποσεισαμένη ἐπέγνω πλάστην τὸν ὡς ἀληθῶς βασιλέα, τὸν χορηγὸν τῆς ἀφθαρσίας, τῆς ἀναστάσεως. εὐαγγελίζεται τοίνυν ὁ Δαυὶδ τοῖς ὑπὸ τῆς ἁμαρτίας, ὑπὸ τοῦ θανάτου, ὑπὸ τοῦ διαβόλου πάλαι βασιλευομένοις, ὅτι ὁ ζυγὸς ἐκεῖνος συντέτριπται, τὸ κράτος λέλυται, καὶ βασιλεύει πάντων ὁ κύριος, ὡς καὶ αὐτὸς μετὰ τὴν ἀνάστασιν ἔφη· ‘ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς’. πρὶν δὲ ἐβασίλευεν ἡμῶν ὁ θάνατος καὶ ἡ ἁμαρτία· ‘ἐβασίλευσε γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωυσέως’ καὶ ἑξῆς. καὶ ὁ σωτὴρ περὶ τοῦ διαβόλου, ‘καὶ εἰ ὁ σατανᾶς τὸν σατανᾶν ἐκβάλλει, ἐμερίσθη ἡ βασιλεία αὐτοῦ’. ὥστε ἐβασίλευεν πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ τοῦ γένους ἡμῶν ὁ σατανᾶς. ἀλλὰ καὶ ἡ ἁμαρτία· λέγει γὰρ πάλιν ὁ Παῦλος, ‘ὥσπερ γὰρ ἐβασίλευεν ἡ ἁμαρτία ἐν τῷ θνητῷ ἡμῶν σώματι, οὕτω καὶ ἡ χάρις βασιλεύσει διὰ Χριστοῦ’. ὁ κύριος ἐβασίλευσεν· πέπαυται τῆς ἁμαρτίας τὸ κράτος, τοῦ θανάτου, τοῦ διαβόλου· οὐκοῦν ‘ἀγαλλιάσθω ἡ γῆ’, ἡ φύσις ἡ γηγενής, ἡ ποτὲ πλανωμένη, νῦν δὲ δοξαζομένη, ἡ ποτὲ ἐν τάφοις, νῦν ἐν θρόνοις.

Ὅτι, φησίν, οἰκονομίας ἦν τὰ πλεῖστα τῶν ἐν τῇ παλαιᾷ, ἀλλ’ οὐκ ἀρεσκείας θεοῦ καὶ προηγουμένης εὐδοκίας, καὶ τύποι τῶν μελλόντων καὶ σκιαί, ἀλλ’ οὐκ αὐτὰ τὰ πράγματα· καὶ ἔστιν ἰδεῖν ἐπ’ αὐτῶν ἄλλα μὲν τὰ σχήματα, ἄλλα δὲ τὰ νοήματα. οἷον οὐ πάντως θεὸς ἀναπαύεται ὑακίνθῳ καὶ πορφύρᾳ καὶ κόκκῳ καὶ βύσσῳ· θεὸς γὰρ ψυχῶν ἀπαιτεῖ καθαρότητα, οὐ σωμάτων ἄνθη καὶ λαμπρότητα, ἀλλ’ ἐν ταῖς σωματικαῖς φαιδρότησι τὴν εἰκόνα τῶν ἀρετῶν διαγράφει. εἰ γὰρ ταῖς στολαῖς ἐκείναις ὡς ἀληθῶς ἀνεπαύετο, πῶς τὸν Μωυσῆν πρὸ τοῦ Ἀαρὼν οὐκ ἐνέδυσεν, ἀλλ’ ἣν ἐκεῖνος οὐκ ἐνεδύσατο, ταύτην τοὺς ἱερέας ἠμφίασεν; καὶ Μωσῆς μὲν οὐκ ἐλούσθη ὕδατι καὶ ἔλουεν· διὰ τί; ἵνα μάθῃς ὅτι οὐκ ἦν ταῦτα προηγούμενα τῷ θεῷ, ὅτι τῷ τελείῳ πρὸς κόσμον ἀρκεῖ ἡ ἀρετή, καὶ ὅτι ταῦτα τύπος ἦν ἀρετῆς, ἀλλ’ οὐκ ἀρετή.

Ὅτι ἐπὶ τῆς κεφαλῆς, φησίν, ἔφερεν ὁ ἀρχιερεὺς τιάραν, διότι τὸν προχειριζόμενον ἁπάντων κεφαλὴν κατὰ κεφαλῆς ἔχειν τὴν ἐξουσίαν ἔδει, καὶ εἰδέναι ὅτι κεφαλὴ τῶν ἄλλων προβαλλόμενος καὶ αὐτὸς ὑπὸ κεφαλήν ἐστιν τὸν κοινὸν ἁπάντων δεσπότην καὶ ἐξουσιαστήν· ἀπολελυμένη γὰρ αὐθεντεία καὶ αὐτόνομος ἀφόρητός ἐστιν καὶ χαλεπή. διὰ τοῦτο καὶ ἐν τῇ χάριτι οἱ ἀρχιερατεύειν τελούμενοι τὸ εὐαγγέλιον ἐπὶ κεφαλῆς δέχονται, ἵνα μάθῃ ὁ χειροτονούμενος ὅτι τὴν ἀληθινὴν τοῦ εὐαγγελίου τιάραν λαμβάνει καὶ ὅτι, εἰ καὶ τῶν ἄλλων ἱερουργεῖται κεφαλή, ἀλλ’ οὖν καὶ αὐτὸς ὑπὸ τούτους τελεῖται τοὺς νόμους καὶ τῶν ἄλλων κρατῶν τῷ νόμῳ κρατεῖται. ἀλλ’ ἡ μὲν τιάρα τὴν ἐξουσίαν ἐτύπου ἥν τε αὐτὸς εἶχεν τοῦ λαοῦ καὶ ὑφ’ ἣν αὐτὸς ἀνεφέρετο τοῦ θεοῦ. τὸ δὲ πέταλον τὸ χρυσοῦν, ἐν ᾧ τὸ ὄνομα ἐκεκόλαπτο τοῦ θεοῦ, ἐπέκειτο μὲν τῷ στήθει, φυλακῆς δ’ ἐπεῖχε τύπον τῶν ἐν καρδίᾳ κινημάτων, καὶ ὡς δεῖ ταῦτα καταρρυθμίζειν τῇ πρὸς τὸ θεῖον νεύσει καὶ ἀναφορᾷ. ἐπὶ δὲ τῶν ὤμων σμαράγδου λίθοι δύο ἔχοντες τὰς ἓξ φυλὰς ἐντεῦθεν καὶ τὰς ἓξ ἐντεῦθεν. οὗτοι δὲ σύμβολον ἦσαν τῆς ὄψεως τῆς ἀρχιερατικῆς· ἔχει γὰρ ἡ τοῦ σμαράγδου ψῆφος καὶ χλωρότητα εὐπρεπῆ καὶ καθαρότητα διαυγῆ, κατόπτρου δύναμιν ὑποφαίνουσα· καὶ γὰρ δεῖ τὸν ἱερέα καὶ ἀσκήσει νήφειν καὶ τὸν βίον τοῖς ὑπ’ αὐτὸν ὥσπερ κάτοπτρον παρέχειν.

ἐπὶ τῶν ὤμων δὲ ἡ σμάραγδος, ἐπειδὴ πράξεώς ἐστι σημεῖον· ἡ γὰρ πρακτικὴ δύναμις τῶν ὤμων ἤρτηται. διὸ καὶ ὁ θεὸς πρὸς τὴν Ἰερουσαλὴμ λέγει, ‘θὲς τὴν καρδίαν σου ἐπὶ τῶν ὤμων σου, θύγατερ ἠτιμωμένη, ὅτι κύριος κτίζει σε εἰς σωτηρίαν’. καὶ γὰρ τὰς χεῖρας καὶ τοὺς ὤμους εἰς πράξεις ἡ γραφὴ λαμβάνει, ὡς ὅταν λέγῃ περὶ τοῦ Δαυίδ, ‘καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς’. ἐνῆσαν δὲ τῷ λογείῳ τῷ ἐπὶ τοῦ στήθους καὶ οἱ δώδεκα λίθοι ἐνηρμοσμένοι, τὰς δώδεκα φυλὰς ὑποδηλοῦντες. καὶ ὅρα, ἄνω μὲν καὶ ἐπὶ τῶν ὤμων μία ἦν φύσις τῶν λίθων, ὁ σμάραγδος, κάτω δὲ καὶ ἐπὶ τοῦ στήθους οἱ δώδεκα, αἰνιττομένου τοῦ λόγου ὅτι ἄνωθεν μὲν ἅπαντες ἐκ μιᾶς προήλθομεν φύσεως, προϊόντος δὲ τοῦ χρόνου διαφόροις γνώμαις ἐμερίσθημεν· καὶ τὸ μὲν δίδωσι τῇ γνώμῃ, τὸ δὲ τῇ φύσει. ὑπὸ δὲ τὸ κράσπεδον τοῦ ἱερέως τὸ λεγόμενον λῶμα, ἄνθη ῥόας καὶ ῥοΐσκοι χρυσοῖ καὶ κώδωνες ἀπῃώρηντο. καὶ πῶς ἂν εἴη θεῷ ταῦτα κατὰ πρῶτον λόγον ἀρέσκοντα; ἀλλ’ ἐν τῷ σχήματι τοῦ ἱερέως ἐφῆκεν ἐξεικονίζεσθαι τὰς ἀρετὰς κάτω, ἄνθη, καὶ καρποὶ τὰ τῶν ἀρετῶν κατορθώματα, ἅτινά ἐστιν ἐλεημοσύνη καὶ δικαιοσύνη καὶ φιλανθρωπία καὶ τῶν ἄλλων ὁ σύστοιχος χορός.

Ὅτι φησίν, ‘μὴ μετάβαλλε ῥήματα θεοῦ ζῶντος’. εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ἐβαπτίσθης· τί ἀναιρεῖς τὰ ὀνόματα τὰ ζῶντα καὶ εἰσάγεις ὀνόματα λογισμῶν, γέννημα λέγων καὶ ἀγέννητον καὶ γεννητόν, ὂν ἀεὶ καὶ μὴ ὂν ἀεί; τούτων ἀνέχεται θεὸς τῶν ματαίων ῥημάτων; ἓν ῥῆμα ἵνα μεταβάλῃ προφήτης ποτὲ ἐκινδύνευσεν ἀπολέσθαι. καὶ βλέπε ῥήματος μικροῦ ἀκριβολογίαν· τὰ ῥήματα τῶν προφητῶν τινες ἐκάλουν ὑπὸ ἀπειρίας λῆμμα κυρίου· λέγει ὁ θεὸς διὰ Ἡσαΐου, ‘ἐὰν ἐρωτήσῃ σε ὁ λαὸς ἢ ὁ ἱερεὺς ἢ ὁ προφήτης καὶ εἴπῃ σοι, τί τὸ λῆμμα; εἰπὲ αὐτοῖς ὅτι τὸ λῆμμα κυρίου ὑμεῖς ἐστε· λήψομαι γὰρ ὑμᾶς λῆμμα, καὶ ῥάξω ὑμᾶς, ἵνα μὴ λέγηται λῆμμα’. ἓν ῥῆμα ἵνα μεταποιηθῇ, ἀπειλεῖ ὁ θεός, καὶ σὺ ὁλόκληρον δογμάτων ἀκρίβειαν διαστρέφων νομίζεις διαφυγεῖν τὰς τοῦ θεοῦ χεῖρας;

Πῶς πρεσβευτὴς ἦλθεν ὁ Χριστὸς παρὰ τοῦ πατρός; Ὅτι ἦλθεν, φησίν, παρὰ τοῦ πατρὸς ὁ Χριστὸς πρὸς τοὺς ἀνθρώπους πρεσβευτής· ἐσφάγη ὁ πρεσβευτής, καὶ τότε γέγονεν ἡ εἰρήνη. ἀλλ’ οἱ πρέσβεις ἐρχόμενοι καὶ δῶρα φέρουσι καὶ δῶρα λαμβάνουσιν· ποῖον οὖν ἧκεν φέρων δῶρον καὶ ποῖον ἀντέλαβεν; παράδοξον τὸ δῶρον, ὡς καὶ ὁ πρεσβευτὴς παράδοξος· τὸ αἷμα αὐτοῦ φέρων ἦλθεν δῶρον, τὸ σῶμα αὐτοῦ ἦλθεν φέρων δῶρον. καὶ τί παρ’ ἐμοῦ ἔλαβεν δῶρον; πίστιν. καὶ τί ἀντ’ αὐτῆς μοι παρέσχεν; χάριν. ἐπίστευσα ἐγώ, ἐχαρίσατο ἐκεῖνος, ἐλύθη ἡ ἔχθρα. ὁ πρεσβευτὴς ὅταν ἔλθῃ πρὸς ἔθνος, οὐκ ἀξιοῖ τινι τῶν ἀγοραίων ἢ πενήτων διαλεχθῆναι, ἀλλ’ εὐθὺς τῷ βασιλεῖ πρόσεισιν· οὗτος δὲ ὁ πρεσβευτὴς ἦλθεν, καὶ εὐθέως πόρνῃ καὶ λῃστῇ καὶ τελώνῃ καὶ μάγοις διηλέχθη. εἶδες πρεσβευτοῦ φιλανθρωπίαν; οὐ γὰρ πρὸς ἕνα καὶ δεύτερον ἦλθεν, ἀλλὰ πρὸς τὴν κοινὴν φύσιν· καὶ ἦλθε τὸ ἐμὸν περιβεβλημένος ἱμάτιον, ἵνα μὴ γυμνῇ τῇ θεότητι παραγενόμενος φοβήσῃ τὴν θήραν.

Εἰς τὸ ῥητὸν τοῦ ἀποστόλου· ‘εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινὰ τὰ πάντα.’ Ὅτι φασὶν οἱ Ἑλληνισταὶ καὶ τὸ Ἰουδαΐζον· ‘τί κομπάζει Παῦλος λέγων, τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινὰ τὰ πάντα· εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις; ἐγὼ γάρ, φησίν, καινὸν οὐδὲν βλέπω.’ ‘οὐ γὰρ ἔχεις ὀφθαλμούς, ἵνα ἴδῃς ταῦτα· δεῦρο καὶ ποιήσω σοι ὀφθαλμούς, καὶ ὁρᾷς.’ ‘καὶ σὺ ποιεῖς ὀφθαλμούς;’ ‘ναί.’ ‘καὶ δημιουργὸς εἶ;’ ‘καὶ πάνυ.’ ‘σὺ ἀπονενόησαι.’ ‘οὐχί.’ ‘οὐκοῦν ποίησον ὀφθαλμοὺς τοῦ σώματος.’ ‘οὔ, ἀλλὰ τὸ μεῖζον, τῆς διανοίας.’ ‘καὶ ποιεῖς μοι ὀφθαλμούς;’ ‘μάλιστα.’ ‘οὐ γὰρ ἔχω;’ ‘οὐχί.’ ‘σὺ δὲ ἔχεις;’ ‘ναί.’ ‘πῶς; εἰπέ μοι.’ ‘ὅταν ἀπέλθῃς εἰς ναὸν καὶ ἴδῃς ἐκεῖ ξόανον γυμνόν, λίθον ἄφωνον, καὶ εἴπῃς, οὗτο ὁ θεός ἐστιν, ἆρα ὀφθαλμοὺς ἔχεις; μὴ γὰρ ὄφελός τι τῶν ἔξωθεν ὀφθαλμῶν, τῶν ἔνδον πεπηρωμένων; ὁρᾷς ὅτι χρείαν ἔχεις ἵνα ποιήσω σοι ὀφθαλμούς, ὥστε τὸν λίθον σε ἰδεῖν λίθον καὶ τὸ ξύλον ξύλον; ὀφθαλμοὺς ἔχεις, ὅταν ἴδῃς ξύλον καὶ προσκυνήσῃς, καὶ λαβὼν ἐγὼ αὐτὸ καύσω; ἆρα ἔχεις ὀφθαλμούς, τὸ καιόμενον θεὸν ὀνομάζων; ὅταν τὰ πάθη θεοποιεῖς, ὀφθαλμοὺς ἔχεις; μεθύει ὁ ἄνθρωπος καὶ περιφέρεται καὶ καταγελᾶται, καὶ γίνεται ἀντὶ τοῦ ἀνθρώπου ἄλογος· σὺ δὲ λέγεις, ἡ μέθη θεός, ὁ Διόνυσος, ἡ κλοπὴ θεός, ὁ Ἑρμῆς. ὁρᾷς ὅτι χρεία σοι ὀφθαλμῶν;

ὁ νόμος τὰ πάθη κολάζει, καὶ σὺ ταῦτα θεοποιῶν οὐκ αἰσθάνῃ.’ Εἰ βούλει δέ, πρόσσχες, ὅπως γέγονε πάντα καινά. κτίσις ἐν τῇ γραφῇ λέγεται καὶ οὐ μόνον ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγή, ἀλλὰ καὶ ἡ ἐκ τοῦ ὄντος ἐπὶ τὸ βέλτιον μεταβολή. ἔκτισεν ὁ θεὸς τὸν οὐρανόν, τοῦτό ἐστιν ἐκ τοῦ μὴ ὄντος ἐργάσασθαι· κτίζει καὶ ὅταν τὸν πονηρὸν ἄνθρωπον καλὸν ἀπεργάσηται· ἐνταῦθα τὸ κτίζειν πραγμάτων ἐστὶν ἐπὶ τὸ βέλτιον μεταβολή. καὶ ἄκουσον τοῦ Δαυὶδ λέγοντος· ἐπειδὴ γὰρ ἦν αὐτὸς καὶ ἡ καρδία αὐτοῦ ἐκτισμένη, ἐρρυπώθη δὲ τῇ μοιχείᾳ καὶ τῷ φόνῳ καὶ πρὸς φθορὰν κατεφέρετο, παρακαλεῖ τὸν θεὸν καὶ λέγει, ‘καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός’· οὐχ ὅτι πρότερον οὐκ εἶχεν καρδίαν, οὐδὲ περὶ τῆς οὐσίας τῆς καρδίας λέγει, ἀλλὰ περὶ τῆς κοσμούσης αὐτὴν ἀρίστης πολιτείας. ἰδοὺ τοίνυν κτίσις λέγεται οὐ μόνον ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγή, ἀλλὰ καὶ ἡ τῆς οὐσίας διαφθαρείσης εἰς τὸ βέλτιον μεταβολή. οὕτω κτίζεται σώφρων ἡ πόρνη, οὕτως ἐλεήμων ὁ ἅρπαξ, οὕτω μεταβάλλεται εἰς πρόβατον ὁ λύκος καὶ ὁ ἱέραξ εἰς περιστεράν. δύο κτίσεις· διὰ τοῦτο καὶ τὸ λουτρὸν κτίσμα λέγεται, τὸ λουτρὸν λέγω τῆς παλιγγενεσίας· ‘ἀποδυσάμενοι’ γάρ φησιν ‘τὸν παλαιὸν ἄνθρωπον, ἐνδυσάμενοι δὲ τὸν νέον, τὸν ἀναγεννώμενον κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν’.

Ὁρᾷς οὖν ὅ τι ἐστὶν καινὴ κτίσις; τί γάρ μοι ὄφελος, ἐὰν γένηται οὐρανὸς καινὸς καὶ γῆ καινή, ἐγὼ δὲ ταῖς ἁμαρτίαις πεπαλαίωμαι; ὁ οὐρανὸς οἶκός ἐστιν, ἐγὼ δὲ ὁ διαιτώμενος ἐν αὐτῷ καὶ νοσῶν· ἐὰν ἰατρὸς εἰς τὴν οἰκίαν τοῦ ἀρρωστοῦντος εἰσέλθοι, καὶ τοῦ μὲν οὐδεμίαν πρόνοιαν λάβοι, λευκαίνῃ δὲ τοὺς τοίχους καὶ χρυσογραφῇ τὸν ὄροφον, οὐκ ἂν εἶπες αὐτῷ, ‘ἄνθρωπε, ἀνάστησον τὸν νοσοῦντα, τί τὴν οἰκίαν καλλωπίζεις; βοήθησον τῷ κειμένῳ’. καὶ ὁ Χριστὸς εἰσῆλθεν εἰς τὸν κόσμον τοῦτον, ἐν ᾧ κατακειμένην εὗρεν τὴν φύσιν μου νοσοῦσαν, καὶ πρὸς τὴν θεραπείαν αὐτῆς ἅπαντα δέχεται τὸν ἀγῶνα, καὶ ἀνακαινίζει καὶ ἀνορθοῖ τὴν φύσιν. τί οὖν τὸν ἰατρὸν μέμφῃ ὅτι μὴ ταῦτα ἐποίει, τὸν Χριστὸν δὲ πάλιν ὑπὸ μῶμον ποιεῖς ὅτι ταῦτα ποιεῖ; οὕτω παρῆλθεν τὰ ἀρχαῖα, οὕτω γέγονε τὰ πάντα καινά, οὕτω καινὴ κτίσις. καὶ μυρία ἄν τις τοιαῦτα ἐπισυνάψῃ.

Διὰ τί ὁ ἀπόστολος, ὅταν περὶ Χριστοῦ διαλέγηται, θάνατον καλεῖ τὸν ἐκείνου θάνατον, ὅταν δὲ περὶ ἡμῶν, κοίμησιν; Τί δήποτε, ὅταν μὲν περὶ τοῦ Χριστοῦ διαλέγηται Παῦλος, θάνατον καλεῖ τὸν ἐκείνου θάνατον, ὅταν δὲ περὶ τῆς ἡμετέρας τελευτῆς, κοίμησιν αὐτὴν καὶ οὐ θάνατον ὀνομάζει; καὶ γὰρ ἐν τῷ αὐτῷ λόγῳ τρίτον μνησθεὶς τῆς τελευτῆς τῶν ἀνθρώπων οὐδαμοῦ θάνατον λέγει, ἀλλὰ κοίμησιν τὴν ἀναχώρησιν λέγει· οὐ γὰρ παρέργως ταύτῃ κέχρηται τῶν λέξεων τῇ παρατηρήσει, ἀλλὰ σοφόν τι καὶ μέγα κατασκευάζει. ἐπὶ μὲν οὖν τοῦ Χριστοῦ θάνατον καλεῖ, ἵνα τὸ πάθος πιστώσηται, ἐπὶ δὲ ἡμῶν κοίμησιν, ἵνα τὴν ὀδύνην παραμυθήσηται· ἔνθα μὲν γὰρ προεχώρησεν ἡ ἀνάστασις, θαρρῶν καλεῖ θάνατον, ἔνθα δὲ ἐν ἐλπίσιν ἔτι μένει, κοίμησιν καλεῖ, καὶ διὰ ταύτης παραμυθούμενος ἡμᾶς τῆς προσηγορίας καὶ χρηστὰς ἐλπίδας ὑποτείνων ἡμῖν. ὁ γὰρ κοιμώμενος ἀναστήσεται πάντως· ἐπεὶ καὶ θάνατος οὐδὲν ἕτερόν ἐστιν ἢ μακροχρόνιος ὕπνος.

Διὰ τί ἀφεὶς τὴν ὅρασιν Ἡσαΐας περὶ οὐρανοῦ καὶ γῆς διαλαμβάνει; Εἰπὲ τὴν ὅρασιν ἣν εἶδεν· ὁ δὲ λέγει, ‘ἄκουε οὐρανὲ καὶ ἐνωτίζου γῆ, ὅτι κύριος ἐλάλησεν’. ἄλλα ἐπηγγείλω καὶ ἄλλα λέγεις· ἀρχόμενος εἶπες, ‘ὅρασις κατὰ Ἰουδαίας καὶ κατὰ Ἰερουσαλήμ’, καὶ ἀφεὶς τὴν διήγησιν οὐρανῷ καὶ γῇ διαλέγῃ. ἀφῆκας τοὺς ἀνθρώπους καὶ τοῖς ἀλόγοις στοιχείοις προσδιαλέγῃ. ναί, φησίν, ἐπειδὴ τῶν ἀλόγων ἀλογώτεροι γεγόνασιν οἱ λογικοί. καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ διότι μέλλων ὁ Μωσῆς εἰσάγειν αὐτοὺς εἰς τὴν γῆν τῆς ἐπαγγελίας καὶ προορῶν τὰ μέλλοντα ἔσεσθαι, οὕτω πώς φησιν· ‘ἄκουε οὐρανέ, καὶ λαλήσω· προσεχέτω γῆ ῥήματα ἐκ στόματός μου’. ‘διαμαρτύρομαι ὑμῖν’, φησίν, ‘Ἰουδαῖοι, τὸν οὐρανὸν καὶ τὴν γῆν’, ὁ Μωυσῆς, ‘ὅτι ἐὰν εἰσέλθητε εἰς τὴν γῆν τῆς ἐπαγγελίας καὶ ἐγκαταλίπητε κύριον τὸν θεόν, διασκεδασθήσεσθε εἰς πάντα τὰ ἔθνη.’ ἦλθεν τοίνυν Ἡσαΐας· ἔμελλεν ἡ ἀπειλὴ περατοῦσθαι· οὐκ ἐδύνατο καλεῖν Μωσέα τὸν ἤδη τεθνηκότα οὐδὲ τοὺς τότε ἀκηκοότας· λοιπὸν τὰ στοιχεῖα καλεῖ ἅπερ διαμαρτυρόμενος αὐτοῖς ἐκάλει καὶ ὁ Μωσῆς.

καίτοι γε ἐκεῖνος καὶ τὸν Ἀαρὼν ἠδύνατο καλεῖν εἰς μαρτυρίαν καὶ πολλοὺς ἄλλους· ‘ἀλλὰ διὰ τοῦτο’ φαίη ἂν ‘οὐκ ἐκάλεσα τούτους, ἐπειδήπερ ἔμελλον ἐκεῖνοι τελευτᾶν καὶ μὴ παρεῖναι μάρτυρες, ἐπειδὰν εἰς παρανομίαν ἐξέκλινεν ὁ Ἰσραήλ· διὸ τὰ μένοντα στοιχεῖα εἰκότως εἰς μαρτυρίαν καλῶ.’ οὕτω καὶ Ἡσαΐας ποιεῖ, οὐ διὰ τὰ εἰρημένα μόνον, ἀλλὰ καὶ ἐπειδὴ διαλεχθεὶς τοῖς Ἰουδαίοις εὗρεν μὴ ἀκούοντας αὐτοῦ, ἐπὶ τὰ στοιχεῖα στρέφεται καὶ μάρτυρας παραλαμβάνει αὐτοῦ. ‘ἄκουε οὐρανέ, σὺ γὰρ τὸ μάννα ἤνεγκας· ἐνωτίζου γῆ, σὺ γὰρ τὴν ὀρτυγομήτραν ἔδωκας· ἄκουε οὐρανέ, τὰ γὰρ ὑπὲρ φύσιν αὐτοῖς ἐχορήγησας, ἄνω, καθ’ ὃν τρόπον ἐστερεώθης, ἔμενες, καὶ μίμησιν οὐχ ὑπερεῖδες ἅλωνος· ἐνωτίζου γῆ, σὺ γὰρ κάτω ἦς καὶ τράπεζαν αὐτοῖς παρετίθεις αὐτοσχέδιον.’ Διὰ τοῦτο καὶ ἕτερος προφήτης ὁρῶν τὸν βασιλέα μαινόμενον, τὸ εἴδωλον λατρευόμενον, τὸν θεὸν ὑβριζόμενον, τοὺς ἄλλους ἐπτηχότας, πρὸς οὐδένα τούτων ποιεῖται λόγον, ἀλλ’ ἀποστραφείς, ‘ἄκουσον,’ φησίν, ‘θυσιαστήριον, ἄκουσόν μου’. τί οὖν; λίθῳ διαλέγῃ; ‘ναί,’ φησίν, ‘ἐπειδὴ λίθου ἀναισθητότερος ὁ βασιλεύς, ἄκουσον θυσιαστήριον. τάδε λέγει κύριος’· καὶ εὐθέως ἐσχίσθη τὸ θυσιαστήριον καὶ ἐρράγη, καὶ ἐξέχεεν τὴν θυσίαν. ὁ δὲ ἄνθρωπος οὐκ ἤκουσεν, ἀλλ’ ἐκτείνει τὴν χεῖρα ὁ βασιλεύς, τὸν προφήτην ἁρπάσαι βουλόμενος, ὁ δὲ θεὸς τί ποιεῖ;

ἐξήρανεν αὐτοῦ τὴν χεῖρα. οὐ ξηραίνει δὲ ἐξ ἀρχῆς αὐτοῦ τὴν χεῖρα, ἵνα τῷ τοῦ λίθου πάθει σωφρονέστερος γίνεται· ἐβούλετο γὰρ αὐτὸν ἄνευ τῆς εἰς αὐτὸν κολάσεως σωφρονισθῆναι· ἀλλ’ ἐπειδή, φησίν, ὁ λίθος ἐσχίσθη, καὶ σὺ οὐ διωρθώθης, ἐπὶ σὲ τὴν δικαίαν ὀργὴν ἐπιστρέφω.

Τίς ἡ παραβολὴ τοῦ τὴν πατρικὴν οὐσίαν λαβόντος καὶ εἰς χώραν ἀποδημήσαντος μακράν; Ὅτι τὸ τάγμα τῶν δικαίων οὐ βούλεται εἰς ἑαυτὸν ἁρπάσαι τὴν ἐξουσίαν τῶν κτισμάτων, ἀλλ’ ὑπὸ τὴν τοῦ σωτῆρος πρόνοιαν θέλει κεῖσθαι τὰ τῆς οἰκονομίας. διὸ καὶ ἡ παραβολὴ τὸν νεώτερον εἰσάγει λαβόντα τὴν πατρικὴν οὐσίαν εἰς χώραν ἀποδημῆσαι μακράν· τὸ δὲ μῆκος οὐ σταδίοις διετείνετο, ἀλλὰ τρόποις ἐξετοπίζετο· καὶ γὰρ ὁ ἁμαρτάνων μακρὰν γίνεται θεοῦ οὐ τόπῳ, ἀλλὰ τρόπῳ. λαβὼν δὲ τὴν οὐσίαν τὴν πατρικὴν ἀπώλεσεν αὐτὴν ἀσώτως ζῶν. ἔλαβεν ἥλιον εἰς ἀπόλαυσιν, καὶ τὸ δῶρον ὡς θεὸν προσεκύνησεν· ἔλαβεν πηγὰς εἰς τρυφήν, καὶ τὸ δῶρον ἐθεοποίησεν· ἠγνόησε τὸν χαρισάμενον, καὶ τὸ χάρισμα ὑπερεδόξασεν. ἡ αὐτὴ κτίσις, ἀλλ’ οὐ πᾶσιν ὁμοίως ὁρωμένη· πατρικὴ ἡ οὐσία, ἀλλ’ ὁ μὲν καλῶς αὐτῇ, ὁ δὲ κακῶς ἀπεχρήσατο· τάγμα τοῦτο κἀκεῖνο, εἰ καὶ διάφορον. ὁ εὐσεβὴς τὸ κάλλος ὁρᾷ τοῦ οὐρανοῦ, καὶ ἀπὸ τοῦ κάλλους τὸν δημιουργὸν ἀνυμνεῖ (‘ὄψομαι’ γάρ φησιν ‘τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου’)· εἶδεν ὁ ἀσεβής, καὶ πρὸς μὲν τὸν κτίστην τὴν διάνοιαν οὐ διεβίβασεν, ἐναπομείνας δὲ τῷ κάλλει τοῦ οὐρανοῦ θεὸν ἐφαντάσθη τὸ δημιούργημα.

ὁ εὐσεβὴς οὐχ ὑβρίζει τὴν κτίσιν, ἀλλὰ τῷ δεσπότῃ τὴν προσκύνησιν ταμιεύεται· τιμᾷ τὴν κτίσιν, ἀλλ’ ὡς ὁμόδουλον, οὐκ ἀφαιρῶν δὲ τὸ σέβας τοῦ κτίσαντος περιάπτει τῷ κτίσματι· ἐπαινεῖ τὸ φιλοτέχνημα, ἀλλ’ οὐχὶ τὴν τοῦ τεχνίτου δόξαν εἰς ἐκεῖνο περιίστησιν· ὁ δὲ δυσσεβὴς κακῶς μὲν εἶδεν, {οὐ} κακῶς δὲ προσεκύνησεν καὶ πᾶσαν τὴν τάξιν ἀνέτρεψεν.

Ὅτι δράκοντα πολλάκις ἡ γραφὴ καλεῖ τὸν διάβολον καὶ ὄφιν σκολιόν. διὸ καὶ ὁ σωτήρ φησιν, ‘ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων’· καὶ ἵνα μὴ τὰ ἕρποντα ὑπολάβῃς, ἐπήγαγεν, ‘καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ’. δράκων καὶ ὄφις ὁ διάβολος, οὐχ ὡς ῥίζα κακίας, ὥς φασιν οἱ Μανιχαῖοι, ἀλλ’ ὡς κατάρχων τῶν δαιμονίων καὶ ἀρχηγὸς αὐτοῖς τῆς ἐκπτώσεως γεγονώς.

Πῶς δεῖ νοεῖν τὸ παρὰ τοῦ Ἰὼβ ‘καταραθείη ἡ ἡμέρα ἐν ᾗ ἐγεννήθην’; Καταρᾶται τὴν ἡμέραν αὐτοῦ τῆς γενέσεως ὁ Ἰὼβ τά τε ἄλλα καὶ οὐ τοσοῦτον ὅτι ταῖς ἀφορήτοις πληγαῖς κατετείνετο, ἀλλ’ ὅτι τοῖς λογισμοῖς ἐκυμαίνετο, μήποτε ἄρα εἴη ἐπὶ τοσοῦτον πλημμελείας ἐληλακὼς ὡς τοσαύτην ὀργὴν θεοῦ κινῆσαι κατ’ αὐτοῦ, τοῦτ’ ἔστιν, ‘εἰς τοσοῦτον ἐξώκειλα τῶν δεσποτικῶν ἐντολῶν ὥστε λαθεῖν μὲν ἐμὲ τὸ μέγεθος τοῦ κακοῦ, εἰς τοσοῦτον δὲ παροξῦναι τὸ μακρόθυμον καὶ φιλάνθρωπον τοῦ θεοῦ ὥστε καὶ τοσαύτης ὀργῆς ἔνοχον ἐμὲ κριθῆναι καὶ τηλικαύτας ἀπαιτεῖσθαι δίκας; ἐπικατάρατος ἡ ἡμέρα ἐκείνη.’ ὥστε οὐκ ἀγανακτήσεως ἦν ὑπὲρ ὧν ἔπασχεν ἡ ἀρά, ἀλλὰ θρήνων καὶ ἐλεεινολογίας ὑπὲρ ὧν ἐδόκει λυπῆσαι τὸν θεόν. καὶ τοῦτο παρίστησι σαφῶς καὶ ἡ δεσποτικὴ φωνὴ πρὸς αὐτόν, ἐν οἷς φησιν· ‘οἴει με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;’ ἀντὶ τοῦ ‘οὐκ ἔστι σοι τῶν ἡμαρτημένων ἀπαιτήσεις τὰ πάθη οἷς ἐναθλεῖν παρεχωρήθης, ἀλλὰ γυμνάσια μὲν τῆς ἀρετῆς, ἐπάθλων δὲ {καὶ} μειζόνων καὶ στεφάνων ἢ κατὰ τὰς ὀδύνας καὶ τὰς πληγὰς προξενοῦντα τὴν ἀμοιβήν. οὐκοῦν οὐκ ὀργὴν ἐκχέων ὑπαχθῆναί σε συνεχώρησα τοσαύταις ποιναῖς, ἀλλ’ ἵνα μᾶλλον ἡ σὴ λαμπρότερον ἀναφανῇ ἀρετὴ καὶ κατὰ τοῦ κοινοῦ τῆς φύσεως ὑμῶν ἐχθροῦ ἀριστεύων καὶ τροπαιοφορῶν πᾶσιν ἐπιδειχθῇς’.

Καταρᾶται δὲ τῆς γενέσεως τὴν ἡμέραν, οὐδὲ τοῦτο ἁπλῶς, ἀλλ’ ἐπειδὴ κατὰ ταύτην τὴν ἡμέραν λαμπραῖς ἑστιάσεσιν ἐφιλοφρονεῖτο τοὺς ᾠκειωμένους εἰς φιλίαν αὐτῷ καὶ ἄλλως προσγενεῖς, εἰκὸς δὲ τρυφῶντας καὶ ταῖς διὰ θεαμάτων τινῶν καὶ ᾀσμάτων τέρψεσι καὶ ἡδοναῖς ψυχαγωγεῖν ἑαυτούς, δι’ ὧν τέρπεται μὲν ἀκοή, τέρπεται δὲ ὄψις—βασιλέων γὰρ συνεστιωμένων εἰκὸς ἦν καὶ τὰ τοιαῦτα συνεισάγεσθαι τῇ πανδαισίᾳ— διὰ τοῦτο ἄρα λογισμοὶ συνετάραττον αὐτόν, μήποτε ταῦτα μισητὰ γεγονότα τῷ θεῷ τὴν ὀργὴν ἐκίνησαν κατ’ αὐτοῦ· διὰ τοῦτο τῆς γενέσεως τὴν ἡμέραν ἐπαρᾶται, τοῦτ’ ἔστιν ἐν ᾗ τὸν τόνον τῆς ψυχῆς καὶ τὸ συνεστραμμένον καὶ νεῦον πρὸς ἑαυτὸ εἰς τρυφὴν ἐδίδου διαρρεῖν καὶ πρὸς τὰς ἐπιπολαίους ταύτας ὑπομειδιᾶν ἡδονάς.

Εἰ δὲ καὶ τὴν ἀρὰν διὰ χειλέων προῆγεν, ἵνα μὴ τοῖς πολλοῖς ἀναισθήτως δόξῃ τὴν φοβερὰν ἐκείνην φέρειν συμφοράν, οὐδέν ἐστιν ἐννοεῖν ἀπεικός· φέρει γὰρ τὴν ἀρὰν οὐ κατά τινος ὑφεστηκότος πράγματος, ἀλλὰ μετὰ τὸ γενέσθαι μηδαμῇ μηδαμῶς ὑφεστῶτος. καὶ εἴη ἂν ἡ ἀρὰ καὶ τὸ μέγεθος τοῦ πάθους καὶ τὴν συναίσθησιν τῶν ἀλγεινῶν ἐπίδηλον ποιουμένη καὶ τὸν ἐπαρώμενον μηδεμιᾶς ἔνοχον πλημμελείας ἀποφαίνουσα· κατὰ γὰρ τῶν ἀνυπάρκτων ἦν αὐτῷ ἡ ἀγανάκτησις.

Εἰ δέ τις αὐτὸν φήσειεν καὶ τῆς δεσποτικῆς ἀποφάσεως ἀναμνησθέντα τοῦτο εἰπεῖν, οὐκ ἂν πόρρω θεοφιλοῦς γνώμης ἐνεχθείη. ποίας ἀποφάσεως; ἣν ἀφῆκε κατὰ τῆς Εὔας, ἡνίκα κοινωνὸν ἐκείνη τῆς ἀπάτης ἐποιήσατο τὸν Ἀδάμ· καὶ γὰρ τηνικαῦτά φησιν ‘ἐν λύπαις τέξῃ τέκνα’, λύπαις καὶ ὀδύναις τὸν ἀνθρώπινον ὑποζευγνύων τόκον, καὶ τὴν ἀρὰν ἐξ ὧν προέτρεχον ἐλπίδες χαρᾶς σκυθρωπότητι κρατύνων λυπηρᾷ. εἰς ταύτην οὖν τὴν δίκην ἀναφέρων τὸν νοῦν ὁ Ἰὼβ μονονουχὶ τὴν ἀπόφασιν ἀποθαυμάζει, καὶ ὑμνεῖ τὸν δεσπότην, ‘ὄντως’ λέγων ‘ἐπικατάρατος ἡ ἡμέρα καθ’ ἣν τὰς μητρικὰς ὠδῖνας λύων ὁ ἄνθρωπος πρὸς τὰς τοῦ ἡλίου ἔρχεται αὐγάς’.

Τί ἐστι τὸ ‘κατ’ ἐμαυτοῦ ὤμοσα, λέγει κύριος’; ‘Κατ’ ἐμαυτοῦ ὤμοσα, λέγει κύριος.’ καὶ ποῦ λαβεῖν ἐστιν ὀμωμοκότα τὸν θεὸν ἢ καθ’ ἑαυτοῦ ἢ καθ’ ἑτέρου τινός; πῶς δ’ ἂν θεὸς ὀμωμόκει, πάντας ἀπείργων διὰ τῶν εὐαγγελίων ἀπὸ παντὸς ἑαυτοὺς φυλάττειν ὅρκου καὶ μὴ τῇ γλώττῃ χρῆσθαι πρὸς ὑπηρεσίαν ἐνόρκου φωνῆς; καὶ γὰρ κατὰ πάντα σύμφωνος τῷ πατρὶ ὁ υἱός, καὶ ἅπερ λέγει ἐξ αὐτοῦ λαβὼν λέγει. τί οὖν ἐστιν τὸ ‘κατ’ ἐμαυτοῦ ὤμοσα, λέγει κύριος’; ἀντὶ τοῦ ‘ὡς ἔστιν ἀνθρώποις ἡ τοῦ ὅρκου δύναμις, βεβαιοῦσα τὸ ὑπισχνούμενον, οὕτως ἐστὶ τῆς ἐμῆς ἐπαγγελίας τὸ ἀπαράβατον’. ὅρκου γὰρ πολλάκις προεληλυθότος, ἢ τὸ τῆς γνώμης οὐ πάγιον εἰς ἐπιορκίαν τὸν ὅρκον διέλυσεν ἢ τὸ ῥέον τῆς ὕλης καὶ τῶν ἐπιγείων πραγμάτων τὸ ἄστατον καὶ τῆς γνώμης ἐρρωμένης τῶν ὀμωμοσμένων τὸ πέρας διέκοψεν· ἐπὶ δὲ τῆς ψιλῆς ὑποσχέσεως τοῦ θεοῦ οὐδέν ἐστιν τοιοῦτον οὐδὲ ἐννοεῖν, μήτι γε καὶ πίστει λαβεῖν. διὸ καὶ μηδένα παραλαμβάνων ὅρκον ὁ θεός, ἐπεὶ παντός ἐστιν ὅρκου τὸ θεῖον ἐπάγγελμα δυνατώτερον, ἐπάγειν εἴωθεν τὸ ‘κατ’ ἐμαυτοῦ ὤμοσα’, μᾶλλον δὲ καὶ προτάττει τῶν ἰδίων ὑποσχέσεων, εἴτε σκυθρωπότητος καὶ ποινῆς, εἴτε χαρᾶς καὶ θυμηδίας ὑπάρχουσιν παρεκτικαί.

μάτην ἄρα οἱ τοῖς ὅρκοις ἐνασελγαίνοντες ἐπὶ τὸ προκείμενον σχῆμα τοῦ λόγου καταφεύγουσιν· οὐδαμοῦ γὰρ οὔτε τοῖς ὅρκοις οὔτε τοῖς ὁρκικοῖς ἐπιρρήμασιν τὸ θεῖον ὤφθη χρησάμενον.

Τί ἐστιν ‘καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία’; Τῆς παναγίας καὶ ἀειπαρθένου Μαρίας τὴν ψυχὴν ῥομφαία διῆλθεν κατ’ αὐτὸ τὸ σωτήριον τοῦ Χριστοῦ πάθος, οὐκ ἐπιδιστάζουσι λογισμοῖς βαλλομένης, οὐκ ἀπιστίας βέλεσι τιτρωσκομένης, οὐκ ἐφ’ οἷς ἔχαιρε τὴν λύπην ἀλλασσομένης, ἀλλὰ τὰ μητρικὰ σπλάγχνα διδοῦσα πρὸς τὴν ἔμφυτον συμπάθειαν, ἀνασκολοπιζομένου τοῦ υἱοῦ πράττειν τὰ οἰκεῖα. τί γὰρ μήτηρ οὐκ ἂν πάθοι βλέπουσα τὸν υἱόν, καὶ μάλιστα τῆς ἀνθρωπίνης φύσεως πολιτευόμενον κρεῖττον, τὰς τῶν κακούργων ὑπέχοντα δίκας; τοῦτο γέγονεν τῇ παναχράντῳ μητρὶ τοῦ λόγου πικρότερον καὶ δριμύτερον ῥομφαίας ἁπάσης τὸ πάθος· εἰ γὰρ καὶ θεὸν πολλὰς ὑποθέσεις εἶχεν εἰδέναι τὸν υἱὸν σεσαρκωμένον, ἀλλ’ οὖν οὐκ ἐπὶ πάντων ἔλυεν τοὺς τῆς φύσεως νόμους, ἐνεδίδου δὲ καὶ τῇ φύσει τοῖς οἰκείοις ἐνδιαπρέπειν ὅροις. διὸ καὶ πάθος φρικτὸν ὁρῶσα μητρικοῖς ὀφθαλμοῖς προκείμενον θέαμα, κατὰ πληγὴν ῥομφαίας τὴν ψυχὴν ἐτέμνετό τε καὶ κατεμερίζετο.

Τί ἐστι ‘μὴ στενάζετε κατ’ ἀλλήλων, ἵνα μὴ κριθῆτε’; ‘Μὴ στενάζετε κατ’ ἀλλήλων, ἵνα μὴ κριθῆτε.’ καὶ πῶς ἔνι προπηλακιζόμενον ἢ τῶν οἰκείων ἐλαυνόμενον ἢ τυπτόμενον μὴ κατὰ τῶν αἰτίων στενάζειν; μὴ ἀμύνεσθαι μὲν γὰρ μηδ’ ἀντεπεξιέναι, εἰ καὶ χαλεπόν, ὅμως οὖν τοῖς γε φιλοσοφοῦσι καὶ ταῖς θείαις ἐντολαῖς ἠσφαλισμένοις ἔνεστι δυνατόν· τὸ δὲ μηδὲ στένειν κατὰ τῶν ἠδικηκότων πῶς ἂν εὑρήσῃ χώραν ἐν φύσει ῥεούσῃ καὶ θνητῇ;

Ἢ πολλῷ τοῦ προτέρου ῥᾷον· εἰ γὰρ καὶ ἐξὸν θυμὸν ἐμπλῆσαι καὶ ἀντιλυπῆσαι καὶ τὴν ζημίαν πᾶσαν ἀνακαλέσασθαι, τούτων δὲ τηλικούτων ὄντων καὶ σφόδρα γενναίας ψυχῆς δεομένων ὥστε παριδεῖν καὶ κρείττω προσπαθείας καὶ ἀντιπαθείας ἀνθρωπίνης γενέσθαι, ἃ δὴ πολλάκις καὶ τοὺς μεγαλοφρονεῖν σπουδὴν ποιουμένους καταπαλαίειν ἴσμεν καὶ περιγίνεσθαι, εἰ καὶ πολλοὺς ὁ τῆς ἀληθοῦς φιλοσοφίας ἔρως καὶ ὁ θεῖος φόβος ἀνωτέρω τῶν εἰρημένων ἐποίησε παθῶν—εἰ οὖν τούτων τῶν ἀσχέτων δυνατὸς ἐγένου κρατῆσαι παθῶν, πῶς οὐχὶ πολλῷ μᾶλλον καὶ τὸ στενάζειν ἐλάσεις ἀπὸ σοῦ, πρᾶγμα οὕτως εὐτελὲς καὶ μηδὲν κέρδος δυνάμενον παρασχεῖν;

Ἄλλως τε δὲ ὁ στενάζων, εἰ μὲν ἐφ’ ᾧ τὴν δίκην λαβεῖν σπουδάζων οὐκ ἔλαβεν, οὗτος τῇ γε αὐτοῦ ῥύμῃ καὶ κρίσει καὶ τῷ τῆς ὁρμῆς ἀνταπέδωκεν ἀκρατεῖ, εἰ θέμις δ’ εἰπεῖν, καὶ βαρύτερον, ὅς γε καὶ συμφορὰν ἡγεῖται τοῦ ἀντιλυπῆσαι τὸν λελυπηκότα ἐκπεσεῖν· εἰ δὲ στένει μέν, οὐ βούλεται δ’ ἄμυναν λαβεῖν, ἐν ἀνδρείῳ φρονήματι γυναικῶν ὀλιγωρίας ὑπέρχεται σκηνήν. ὥστε νῆψαι δεῖ μόνον καὶ εἰς ἑαυτὸν ἐπιστραφῆναι, καὶ ἡ σκηνὴ διαλέλυται. καὶ τὸ σοφὸν ἄρα καὶ τὸ ῥᾴδιον, εἰ βούλει δὲ καὶ τὸ λυσιτελοῦν καὶ σωτήριον ἡ τοῦ ἀδελφοθέου βρύει παραίνεσις.

Τί ἐστι ‘μοιχοὶ καὶ μοιχαλίδες’; Τὴν πρὸς τὰ πάθη τῶν ἁμαρτημάτων ῥοπὴν ὁ ἀπόστολος εἰς δύο τέμνει διαφοράς· καὶ γὰρ μοιχός ἐστιν ὁ μὴ μόνον ἑαυτὸν διαζεύξας τῆς θείας στοργῆς καὶ συναφείας, ἀλλὰ καὶ ὁ τὴν ἁρμοσθεῖσαν Χριστῷ τῷ ἀληθινῷ νυμφίῳ ψυχὴν ἐκεῖθεν ἀποσπάσαι σπουδὴν συνεισαγαγὼν καὶ τῇ πρὸς ἑαυτὸν συναφείᾳ μοιχαλίδος αὐτὴν ἐγκλήματι περιβαλών· τὸ γὰρ ἀπὸ θεοῦ ἀποστάσιον μοιχόν τε ποιεῖ τὸν ἀποστήσαντα καὶ μοιχαλίδα τὴν ἐπακολουθήσασαν αὐτοῦ ταῖς ἀπάταις ψυχήν. μοιχαλὶς δ’ ἂν εἴη κυρίως ἥτις διεζεύχθη μὲν τῶν θείων ἔργων καὶ προσταγμάτων καὶ πρὸς τὰς κοσμικὰς ἀπέκλινεν ἡδονάς, εἴτε τινὸς αὐτὴν ἐξαπατῶντος, εἴτε καὶ οἴκοθεν οἰστρηλατουμένη· συναρμοσθεῖσα γὰρ αὕτη διὰ τοῦ βαπτίσματος τῷ Χριστῷ, καὶ τὰς νυμφικὰς καὶ ἀειπαρθένους καὶ ἀμιάντους ἐνυβρίσασα παστάδας, εἰκότως ἡ τοιαύτη ψυχὴ μοιχαλίδος ὑποδυομένη πρᾶξιν καὶ κλῆσίν ἐστιν τῇ πράξει ἐναρμοζομένην ἀναδέχεσθαι.

Πολύτροπον δὲ καὶ τὸ τοῦ μοιχοῦ καὶ τὸ τῆς μοιχαλίδος· ἄν τε γὰρ ἔρωτα χρημάτων προτιμήσῃ Χριστοῦ καὶ παρακαλεῖν ἄλλους εἰς τὴν ὁμοίαν πρᾶξιν ἐπιχειρῇ, μοιχός ἐστιν καὶ μοιχαλὶς ἡ πειθομένη· ἄν τε δόξαν τὴν ἐν τῷ βίῳ, ἄν τε ῥεούσας ἄλλας ἡδονάς, ἄν τέ τινος ἄλλης χρείας ἢ τέρψεως καταγοητευούσης τὸ αὐτεξούσιον τῆς ψυχῆς καὶ ὑποταττούσης τῷ φρονήματι τῆς σαρκός, μοιχαλίς ἐστιν ἡ τοιαύτη ἀθλία ψυχὴ καὶ τῶν μοιχαλίδων αἷς ἐνέχονται χρεωστεῖ παρασχεῖν τὰς ποινάς. πολλαὶ μὲν οὖν εἰσιν μοιχαλίδες, καὶ ὀλίγον ἐλάττους μοιχοί· πράττειν μὲν γὰρ ἃ μὴ δεῖ πολλοῖς ἐστιν δι’ ἀπροσεξίαν ἑλέσθαι, ἑτέρους δὲ εἰς τὴν αὐτὴν ἀνερεθίζειν πρᾶξιν καὶ εἰς παράκλησιν τῆς ἐκθέσμου μιμήσεως ἄγειν καὶ παράδειγμα τοῖς ἄλλοις μηδαμῶς ἐπερυθριᾶν τὸ οἰκεῖον ἁμάρτημα ποιεῖσθαι, οὐκ ἔστι τῶν πολλῶν, ἀλλὰ τῶν εἰς ἄκραν πώρωσιν ἐληλακότων. διὸ καὶ ὁ ἀπόστολος ‘μοιχοί’ φησιν ‘καὶ μοιχαλίδες’· τὸ τῶν μοιχῶν ὡς ἐπὶ κακίᾳ τὸ πρωτεῖον ἐχόντων προτάττει τῶν μοιχαλίδων· πᾶς γὰρ ἁμαρτίας διδάσκαλος τῶν εἰς ἑαυτοὺς τὴν ἁμαρτίαν περιγραφόντων διπλοῦν αὑτῷ τὸ ἔγκλημα ἐπιγράφεται, καὶ οἷς αὐτὸς ὄλωλεν καὶ οἷς ἑτέρους ἐπεχείρησε συναπολλύναι.

Τί δηλοῖ τὸ τοῦ ἀποστόλου ‘ὑποτάγητε πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν κύριον ὡς ἐλεύθεροι’; Τοῦτο δὴ τὸ ῥητὸν τοῖς ἀνωτέροις συνάπτεται· οἷον ‘ὑποτάγητε πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν κύριον ὡς ἐλεύθεροι’, τοῦτ’ ἔτιν μὴ διὰ τὸν ἐπηρτημένον ὑμῖν ἀπὸ τῆς πολιτείας φόβον. οἱ γὰρ οὕτως ὑποτασσόμενοι τὴν τῶν δούλων τάξιν ὑπέρχονται καὶ ὡς δοῦλοι τὴν ὑποταγὴν ἐπιδείκνυνται, φοβούμενοι μὲν τὰς πολιτικὰς πληγάς, φοβούμενοι δὲ τὰς τῶν νόμων ἀπειλάς, καὶ τῷ δέει πρὸς τὴν ὑποταγὴν συνωθούμενοι· ὁ δὲ διὰ τὸν κύριον ὑποτασσόμενος, οἷον ὁ πειθαρχῶν ταῖς δεσποτικαῖς ἐντολαῖς, ἐλεύθερος μέν ἐστιν παντὸς περιγείου φόβου, ἐλεύθερος δὲ πάσης αἰτίας, ἐλεύθερος δὲ ὑποψίας ἐπισειούσης ποινάς, τῷ πόθῳ δὲ τῷ δεσποτικῷ καὶ τῇ συντηρήσει τῶν ἐντολῶν ἐξευγενίζων ἑαυτοῦ τὴν ψυχήν, καὶ οὕτως τῇ ἀνθρωπίνῃ ἐξουσίᾳ φέρων ἑκούσιον τὴν ὑποταγήν.

Ἄλλως τε δὲ ἐπείπερ ἅπαξ ἐξαγορασθέντας ἡμᾶς τῷ τιμίῳ αἵματι αὐτοῦ τῆς τοῦ διαβόλου τυραννίδος ἐλευθέρους ἀπέφηνεν ὁ Χριστός, ἵνα μή τις λέγῃ, ‘εἰ γεγόναμεν ἐλεύθεροι, πῶς πάλιν ὑποτάττεις τοῖς ἐγκοσμίοις ἄρχουσιν ἡμᾶς;’ ὡς ἐλεύθεροι λέγω, φησίν, ὑποτάγητε, τοῦτ’ ἔστιν ἑκόντες, ἀπὸ γνώμης, ἐκ προαιρέσεως· ὥσπερ γὰρ δούλων τὸ ἀκούσιον καὶ κατηναγκασμένον καὶ ἀπροαίρετον, οὕτως ἐλευθέρων τὸ ἑκούσιον καὶ χωρὶς ἀνάγκης καὶ αὐτοπροαίρετον. ὅταν οὖν ἑκόντες ὑποτασσώμεθα, τοῖς δεσποτικοῖς νόμοις πειθόμενοι, τὴν ἐλευθερίαν μᾶλλον κρατύνομεν καὶ ἀξίους ἡμᾶς τῆς δωρεᾶς ταύτης παριστῶμεν καὶ ἐπιδεικνύμεθα· οἷς γὰρ τὸν δεσπότην τιμῶμεν, τοῖς αὐτοῦ νόμοις ἀγόμενοι, περιχαρῶς τὸ δῶρον ὁμολογοῦμεν ὑποδέξασθαι καὶ τὴν φιλοτιμίαν θαυμάζειν δι’ ὧν τὸ σέβας τῷ δεδωκότι προσάγομεν ἀπροφάσιστον. πῶς δὲ καὶ ἄλλως οὐ σωτήριον, ἑκουσιότητι γνώμης τὴν ἐν τῇ πολιτείᾳ τάξιν διαφυλάττειν καὶ τὸ κατ’ ἀξίαν νέμειν τοῖς ὑπερέχουσι; καὶ γὰρ ὡς ἀληθῶς οἱ τοιοῦτοι ἐλευθέρας τε φέρουσιν ἐκ πάσης ἀταξίας καὶ στάσεως τὰς ψυχὰς καὶ τῆς θεόθεν δεδομένης ἡμῖν ἐλευθερίας ἄξιοι πᾶσιν ἐπιδείκνυνται.

οἱ δὲ γνώμῃ μὲν μοχθηρᾷ, τόλμῃ δὲ πονηρᾷ καὶ ταραχαῖς χαιρούσῃ τὴν ἐλευθερίαν ἐπιφημίζοντες καὶ διὰ τοῦτο στάσει τὴν εὐνομίαν λύοντες, οὗτοι προκάλυμμα πονηρίας καὶ αὐθαδείας τὴν ἐλευθερίαν προβαλλόμενοι, δοῦλοι μέν εἰσιν ἀλογίστων παθῶν, δοῦλοι δὲ ταραχῆς καὶ θορύβων καὶ τῆς ἐλευθερίας κατήγοροι καὶ διὰ τοῦτο ταύτης ἀνάξιοι.

Βούλεται δὲ ἡμᾶς διὰ ταύτης τῆς παραινέσεως ὁ ἀπόστολος ἐν πᾶσι τοῖς κατὰ τὸν βίον συναλλάγμασι καὶ τοῖς ἄλλοις πολιτεύμασιν, ὅσα μὴ τὴν θείαν ἀγάπην καὶ πίστιν ἐπιλυμαίνεται, πειθηνίους εἶναι τοῖς νόμοις παρασκευάζειν καὶ οἷς ἡ τῶν νόμων κατεπιστεύθη κυριότης καὶ πρόνοια, εὐγνώμονάς τε εἶναι καὶ μὴ παρορᾶν τοὺς ὑπερέχοντας, κἂν εἰς τοὐναντίον αὐτοῖς τῆς ἀληθείας τὸ σέβας ἀποδιακέκριται. διὰ τί; ἓν μέν, ἵνα καὶ αὐτοὶ πρὸς τὴν εὐσέβειαν οἱ διαφωνοῦντες, ὁρῶντες ἡμῶν τὴν εὐγνωμοσύνην καὶ τὸ τῶν τρόπων εὐγενὲς καὶ πειθήνιον, ἅμα μὲν ἡμῶν ἐπερυθριῶσι τῇ πολιτείᾳ καὶ τοῖς ἤθεσιν, ἅμα δὲ τὸ μὴ πείθεσθαι αὐτοῖς κατὰ τὸ σέβας μὴ αὐθαδείας ἔργον νομίζουσι μηδὲ γνώμης ἀτεράμονος ἐπιτήδευμα, ἀλλ’ ἔρωτος ὑπὲρ λόγον θείου καὶ θείας δυνάμεως καὶ ἐνεργείας· ἅμα δὲ ὡς ἂν δυνηθεῖεν διὰ τῆς ἡμέρου καὶ ἐπιεικοῦς ἡμῶν πολιτείας, εἴπερ ἄρα βουληθεῖεν, ἀναβλέψαι πρὸς τὸ τοῦ σεβάσματος ἡμῶν ἄφραστον κάλλος, καὶ τῷ ἐκεῖθεν ἔρωτι πτερωθέντες βδελύξωνται μὲν τὸν δαιμονιώδη καὶ εἰδωλικὸν οἶστρον, τὴν συνάφειαν δὲ καὶ τὸν πόθον ἀνταλλάξωνται τῆς νύμφης Χριστοῦ ἐκκλησίας.

Ἀλλ’ αἰτία μὲν αὕτη πρώτη τῆς ἀποστολικῆς νουθεσίας. εἰ βούλει δὲ καὶ δευτέραν· ἵνα διώκοντες καὶ ἐλαύνοντες καὶ τιμωρούμενοι τοὺς πιστοὺς οἱ τὰ Ἑλλήνων τιμῶντες μὴ εἰς ἄλλας τινὰς αἰτίας τὸν διωγμὸν ἔχωσιν ἀναφέρειν, μηδ’ ὡς στασιώδεις καὶ ταραχοποιοὺς ὑπάγωσι δίκαις, ἀλλὰ δι’ αὐτὴν τὴν εὐσέβειαν καὶ τὸ μὴ ἀνέχεσθαι τὸ θεῖον σέβας εἰς τὴν ὕλην καὶ τὰ κτίσματα κατάγειν. τοῦτο δὲ καὶ αὐτὸς ἐδήλωσεν εἰπών· ‘ἵνα ἐν ᾧ καταλαλῶσιν ἡμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύσαντες δοξάσωσι τὸν θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς’· καὶ πάλιν, ‘οὕτως ἐστὶν τὸ θέλημα τοῦ θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν’. στάσιν τις τῶν Ἑλληνιστῶν ἢ καὶ Ἰουδαῖος ἐπικαλεῖ σοι; τὸ εἰρηνικὸν ἐπίδειξον· ἀνήκοον διαβάλλει καὶ ἀπειθῆ; διὰ τῆς ὑποταγῆς ἐπιστόμισον· ἀλαζόνα καὶ αὐθάδη; τῷ ταπεινῷ καὶ ἡμέρῳ τοῦ φρονήματος τὴν γλωσσαλγίαν διέλεγξον· τάξιν πολιτικὴν διαλύοντα; διὰ τοῦ μηδὲν ἐν τούτοις ἀγνωμονεῖν τὴν συκοφαντίαν στηλίτευσον. οὕτως ἄφρων ἀνὴρ δύναται φιμοῦσθαι, οὕτως θεοῦ δοξάζεται δοῦλος, οὕτως νικᾷ τὸν κόσμον, κἂν μαστίζεται, κἂν στρεβλοῦται, κἂν ἀνασκολοπίζεται, ὁ τὸ κατὰ τῆς ἁμαρτίας τρόπαιον ἀνύβριστον συνδιασῴζων ἑαυτῷ. ὁ κατὰ ταῦτα πολιτευόμενος τὰ προστάγματα ἐλεύθερα φέρει καθαρῶς καὶ τὰ ἔργα καὶ τοὺς λόγους, καὶ πρό γε τούτων αὐτὴν τὴν ψυχήν.