Ἀλλ’ ἡμεῖς τἀναντία τούτων ταῖς διδασκαλίαις σπουδάζοντες, οὐ μόνον ἀλλήλους ἀγαπᾷν οὐ βουλόμεθα, ἀλλὰ καὶ μισεῖν ὡς πολεμίους τοὺς πλησίον ἐθέλοιμεν· οὐκ εἰδότες, ὡς ἔοικεν, ὡς ἔχθρα καὶ μίσος τοῦ πονηροῦ καθέστηκεν ἔγγονα πνεύματος· ὅθεν καὶ ἀδικοῦμεν τούτους, καὶ θλίβομεν, καὶ μυρίαις διαβολαῖς ἐκτοξεύομεν, καὶ πᾶν εἴ τι κακὸν εἰς αὐτοὺς ἐργαζόμεθα, τῆς ἀγάπης ἅπαξ χηρεύσαντες· ἥτις κατὰ Παῦλον τὸν πάνσοφον, τὸν πλησίον κακὸν οὐκ ἐργάζεται· ἀγάπης γὰρ ἔργον ὄντως πεφώραται κάλλιστον, τὸ τὸν πλησίον κακὸν μὴ ἐργάζεσθαι· ἀλλ’ οὔτε τούτων τὰ θεῖα διδάγματα, τὰ θείας γέμοντα χάριτος, καὶ σωτηρίαν τοῖς ποιηταῖς αὐτοῖς [οὐ] μόνον ἀκροαταῖς παρεχόμενα, οὔτε τὰ σοφὰ πάλιν ὑποδείγματα μετάγειν ἡμᾶς πρὸς ἀγάπην δεδύνηται· οὕτω νοσοῦμεν χαλεπῶς τὸ μισάδελφον, καὶ ἀῤῥωστοῦμεν δεινῶς τὴν πρὸς ἀλλήλους ἀπέχθειαν, ἥτις πάντων κακῶν καὶ πηγὴ κυρίως ἐστὶ καὶ γεννήτρια· διὸ παρακαλῶ, προσφιλέστατοι, ἵνα τὴν ἀποστολικὴν ὁμοῦ καὶ φιλικὴν Πέτρου καὶ Παύλου τῶν θεσπεσίων ἀνδρῶν πανήγυριν ἄγοντες, ζηλοῦμεν αὐτῶν τὴν ἀγάπησιν, καὶ τὴν εἰς ἕν σῶμα ποθοῦμεν συνάφειαν, καθὰ καὶ ἐν τῷ τῆς μιᾶς ἐδεξάμεθα χρίσματι πίστεως, καὶ κακῶν τῶν εἰς ἀλλήλους παυσώμεθα, καὶ τῶν ἀγάπης οὐρανίων αὐτοῖς ἀμειβῶν κοινωνήσοιμεν, φοιτηταὶ χρηματίζοντες γνήσιοι, καὶ ὄντες αὐτῶν παῖδες, καὶ υἱοὶ γνωριζόμενοι, ὡς κρατοῦντες αὐτῶν τὴν ἀγάπησιν, καὶ τιμῶντες ἀκριβῶς τὰ προστάγματα, καὶ μηδὲν παντελῶς τῶν ἱερῶν μαθημάτων αὐτῶν παραφθείροντες.