Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Λόγος εἰς τὸν αὐτοκράτορα Ἀλέξιον τὸν Κομνηνόν

Θεοφύλακτος Βουλγαρίας

Εγκώμιο της βασιλομήτορος και της αυτοκρατορικής οικογένειας

Εξύμνηση της μητέρας του αυτοκράτορα ως πνευματικού και διοικητικού στηρίγματος του κράτους, και προβολή της αδελφικής αρμονίας στην άσκηση της εξουσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 4 από 5

Σωφροσύνη δὲ καὶ εὐκοσμία περὶ τοὺς βασιλείους οἴκους ὅσην περ τοὺς ἱεροὺς ἀπαιτεῖν γινώσκομεν, καὶ μήποτε τοῦτ’ ἔστι τὸ βασίλειον ἱεράτευμα; Ἐθαύμασα τοῦτο πολλάκις ἐγὼ κατ’ ἐμαυτὸν συσκοπούμενος καὶ γὰρ οὖν καὶ αὐτῷ διαπορεῖσθαί μοι παρέστη ἐν ἐπιστασίᾳ γενομένῳ τοῦ πράγματος καὶ μόλις εὗρον τῆς τοιαύτης εὐκοσμίας τὸ ἀρχικώτατον αἴτιον, τὴν μακαρίαν ῥίζαν ὑμῶν, τὴν ὁσίαν μητέρα. Εἰ γὰρ ἡ ἀπαρχὴ ἁγία, πάντως που καὶ τὸ φύραμα. Ἐκείνη που παντὸς ὑμῖν καλοῦ καὶ χορηγὸς καὶ πρόξενος· ἐκείνη καὶ τὴν ἕνωσιν ὑμῖν δίδωσι, κλάδοις μὲν οὖσι καὶ σχιζομένοις εἰς διάφορα πρόσωπα, τῇ ῥίζῃ δὲ ἑνουμένοις καὶ ἀπ’ ἐκείνης ἕλκουσι τὴν πιότητα. Ὁρᾶτε γοῦν πῶς καὶ ὁ λόγος ἅμα τε ἐκείνης ἐμνήσθη καὶ ὑμᾶς ἥνωσε· πρότερον μὲν γὰρ τῆς πρὸς τὸν βασιλέα μόνον ἀπέλαυον προσφωνήσεως· ἐκείνης δ’ ἐπιμνησθείς, εὐθὺς ἐμνήσθην τῆς μεγάλης καὶ τιμίας μοι κεφαλῆς, τοῦ πρώτου μετὰ τὸν πρῶτον καὶ κραταιοῦ βασιλέως μετὰ βασιλέα τὸν κράτιστον.

Ἐκείνης τὰ χρυσᾶ δάκρυα τὴν ἄδακρυν ὑμῖν δίδωσι νίκην· ἐκείνης οἱ πάννυχοι στεναγμοὶ τὰς τῆς χαρᾶς ἐκβοήσεις καὶ τὰ ἐπινίκια ᾄσματα· ἐκείνη σε, βασιλεῦ, τροπαίῳ τῷ κατὰ Σκυθῶν ἐστεφάνωσε. Θέλεις, ᾄσομαί σοι καὶ τὰ τοῦ ᾄσματος, ἐπεί μοι καιρὸς καὶ νίκης καὶ πανηγύρεως; Ἐξέλθετε καὶ ἴδετε ἐν τῷ στεφάνῳ, ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ. Διὰ ταύτην, κἂν μὴ παρῆτε, τοῖς πράγμασι πάρεστε, τὰς ἁπάντων γὰρ φροντίδας ὡς οὐδεὶς ἑνὸς ἀναδέχεται· κἂν παρῆτε, οὐ πάρεστε, τῇ ταύτης μεγαλονοίᾳ τὸ πᾶν ἐπιτρέποντες.

Πολλαὶ γυναῖκες ἐποίησαν δύναμιν· σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Σολομὼν λειτουργεῖ σοι μεθ’ ἡμῶν τὸ ἐγκώμιον, οὗ σὺ τῆς φρονήσεως, βαβαὶ ὅσον, προώδευσας· ἀλλὰ καὶ Δαυίδ σε μητέρα ἐπὶ τέκνοις εὐφραινομένην ψάλλει, οὐχ ἁπλῶς τέκνοις, ὦ σὺ μακάριε, ἀλλὰ πρόσθες καὶ τέκνοις τέκνων, τάχα δὲ κἀκείνων ἐκγόνοις, ἵνα τὴν εὐδαιμονίαν παραστήσω σαφέστερον. Ὦ πανολβία τοῦ ἀνεμπλήστου ὁράματος, μᾶλλον μὲν θαυμασία δι’ ἑαυτήν, μᾶλλον δὲ διὰ τοὺς ἐξ αὐτῆς, οἳ νόμον ἔμπρακτον ἑαυτοὺς προθέντες ἀνθρώποις ἅπασι, δι’ ἑαυτῶν κηρύττουσι τὸ φιλάδελφον, λάλῳ σιωπῇ τὸν βίον ἡμῶν σωφρονίζοντες.

Τὸ γὰρ πρίν, ἀκοινώνητον τὸ χρῆμα τῆς βασιλείας ἢ δυσκοινώνητον διὸ τὰ Θυέστεια δεῖπνα πεπαροιμίασται καὶ οὐδ’ ὁ πολὺς χρόνος τὴν μιαρὰν ἐκείνην συνέστειλε τράπεζαν. Ἀλλ’ οὗτοι μεθ’ ἱλαρότητος ἐκοινώσαντο, καὶ δυοῖν ἑνὸς μέλει καὶ τῷ ἑνὶ τοῖν δυοῖν· οὐ γὰρ ἔχω πῶς ἄλλως φθέγξομαι. Ὅθεν ἐμοὶ δοκεῖν βουληθεὶς ὁ Θεὸς τῶν πραγμάτων ἑτέραν κτίσιν καὶ νεωτέραν ἐνδείξασθαι τῷ τῆς βασιλείας οὐρανῷ τοὺς δύο φωστῆρας τοὺς μεγάλους ἐγκαταπήξασθαι, καὶ τοῦτο ἦν ἄρα τοῦ Ἐκκλησιαστοῦ τὸ σοφόν· ἀγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα; Ὦ μόνοι τοῖς ἴσοις ἀλλήλους ἀμειψάμενοι, μόνοι μὲν νικῶντες ἅπαντας, μόνοι δὲ ἀλλήλων νικώμενοι.

Μακάριοί γε καὶ ἡμεῖς οἱ ἀρχόμενοι καὶ τῶν πρὸ τούτου μακαριώτεροι, τῶν μὲν ὑφ’ ἑνὸς ὅτι ὑπὸ δύο ἀρχόμεθα, τῶν δὲ ὑπὸ δύο ὅτι ὑπὸ τοιούτων. Οἱ δὲ ὑμῖν πλησιάζοντες ἡμῶν μᾶλλον μακαριώτεροι, ὅτι τοὺς ὑμετέρους χαρακτῆρας ταῖς ἑαυτῶν ψυχαῖς ἐνσημαίνονται καὶ κατέχουσι τούτους μᾶλλον ἢ οἱ δακτύλιοι τὰ γλύμματα. Ἢ οὐχὶ καὶ οὗτος ὁ περὶ ὑμᾶς κύκλος πρὸς τὸ μέσον τῆς ἀρετῆς ὑμῶν νένευκε κἀντεῦθεν ἴσας τὰς εὐθείας γνώμας ἐκδέχεται; Σοφίας τε εἰς τὸ ἀκρότατον ἥκουσι καὶ σεμνότητος· πάντες καὶ τοῦ δικαίου κατάμεστοι. Εἶτα, τοιαύτην βασιλείαν οὐ μαντευσαίμην ἐγὼ καὶ ὀρνίθων γάλα παρέξειν ἡμῖν;