Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Λόγος εἰς τὸν πορφυρογέννητον κῦρ Κωνσταντῖνον

Θεοφύλακτος Βουλγαρίας

Εγκώμιον της βασίλισσας μητέρας και η ανατροφή του διαδόχου

Προβολή της ευσέβειας, της κρυφής ελεημοσύνης και της φιλομάθειας της αυτοκράτειρας Μαρίας, καθώς και της μέριμνάς της για την παιδεία του διαδόχου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 3 από 6

Τὰ δὲ τῆς μητρός—ἀλλὰ τίς ἄν μοι δῴη τὴν Ἡροδότου γλυκύτητα καὶ τὴν Ἀριστείδου πυκνότητα, ἵνα μηδὲν ἀξιόλεκτον παραλείψαιμι; —ἡ τοίνυν σοι μήτηρ βασιλικὴ μὲν αὕτη καὶ πανολβίου τοῦ σπέρματος, οὐ πατέρας μόνον λαμπροὺς καὶ πάππους καὶ ἐπιπάππους ἀριθμεῖν ἔχουσα, ἀλλὰ μυρίοις ἐπὶ μυρίοις προγόνους βασιλεῖς εὐτυχήσασα, καὶ βασιλικωτέραν δὲ τὴν ψυχὴν ἐκ τῶν οἰκείων πράξεων ἐπιδείξασα, ἣν τὸ σεμνύνειν ἀπὸ τῆς βασιλείας ἐκ τοῦ ἐλύτρου σεμνύνειν τὸν μαργαρίτην ἐστί. Τί γὰρ αὐτῇ τὸ τῆς βασιλείας παράδοξον, ἥτις πάντα λογισαμένη σκύβαλα κατὰ τὸν ἀπόστολον, Χριστὸν μόνον κερδῆσαι εἵλετο, ὑφ’ οὗ καὶ τοῦ θανάτου τῆς σαρκὸς ἀνερρύσθη, τὴν ἐν αὐτῷ κρυπτομένην ζωὴν ἀγαπήσασα; Καὶ οὕτως ἀθρόον τὸ βασιλικὸν μὲν ὕψος ἐνόμισε βάραθρον, τὴν δὲ κατὰ Χριστὸν ταπεινότητα ὕψος τῷ ὄντι οὐράνιον ὥστε μᾶλλον μὲν τῆς μεταβολῆς τὸ ἀθρόον θαυμάζεσθαι, μᾶλλον δὲ τοῦ ἀθρόου τὴν ἐπὶ τὸ ἄκρον μετάστασιν· τὸ μὲν γὰρ ἐπὶ τὸν μονήρη βίον μετενεχθῆναι πολλαῖς καὶ δὴ προσεγένετο, ἀλλὰ γυναικωδέστερον, ἀλλὰ μαλακώτερον· τὸ δ’ οὕτω θερμῶς πτωχεῦσαι τῷ πνεύματι μόνης τῆς μακαρίας Μαρίας καὶ σπούδασμα καὶ μελέτημα.

Ἔτι τοίνυν αἱ μὲν ἄλλαι τάχα καὶ μυρίαις ἀνάγκαις ἐκβιασθεῖσαι τὴν μοναχικὴν πολιτείαν ἐσχηματίσαντο καί τινι κέντρῳ πρὸς τὸν ζυγὸν ὑπήχθησαν ἄκουσαι, τὸ δὲ ἀκούσιον οὐδὲ πιστὸν οὐδὲ μόνιμον· τῇ δὲ καὶ τοῦτο μετὰ τῶν ἄλλων θαύματος πρόξενον, ὅτι μηδενὶ διωκομένη δεινῷ, μηδένα τὸν ἐκβιαζόμενον ἔχουσα ὅτι μὴ μόνον τὸν Χριστοῦ ἔρωτα, εἰς ὀσμὴν μύρων αὐτοῦ ἔδραμε καὶ ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησε καὶ ἐκάθισε. Καίτοι, εἰ καὶ τὰς πένητι βίῳ συσπαργανωθείσας θαυμάζομεν ὅταν ἕλωνται ταύτην τὴν ἀγωγὴν τοῦ βίου τὴν σκληρὰν καὶ ταλαίπωρον, πόσον τὸ θαῦμα τῇ δεσποίνῃ ὀφείλομεν, ἣ τρυφερῶς μὲν γενομένη, τρυφερωτέρας δὲ τῆς διαγωγῆς καὶ τῆς ἄλλης ἀγωγῆς εὐμοιρήσασα, βίον ἀνθείλετο κατάπικρον καὶ κατάπονον, τὰ τρύχινα μὲν τοῖς μαλακοῖς ἀντιτάξασα, τὸ μέλαν δὲ καὶ πενθικὸν τοῖς ὑπερλάμπροις στολίσμασι, ταῖς ἁβραῖς δὲ διαίταις τὸ ὀλιγόσιτόν τε καὶ ἄσιτον καὶ ἁπλῶς ὁδοὺς σκληρὰς διὰ τοὺς τοῦ Κυρίου λόγους ἐφύλαξε.

Τάχα τοίνυν ἵσταταί τις πάλαι τῷ λόγῳ μεμφόμενος ὅτι μὴ τὴν φιλανθρωπίαν διέξεισι καὶ τὸν ἔλεον. Ὁ δὲ λόγος βούλεται μὲν καὶ αὐτός, ἀποδειλιᾷ δὲ πρὸς τοσοῦτον ἀφεῖναι πέλαγος· ποίᾳ γὰρ ἂν καὶ λέξῃ δυνάμει πόσοις τὴν τοῦ λιμοῦ ἀγχόνην διέρρηξας, πόσοις τὴν γύμνωσιν ἔθαλψας, πόσοις παίδων ἀποβολὰς ἐπελάφρυνας, πόσους ἐπὶ πατέρων στερήσεσι παρεκάλεσας, πόσαις ἀνδρῶν θανάτους ἐκούφισας; Οὐδὲ τοῦτο τῆς Ἠσαΐου παρεῖδες φωνῆς, ὦ τρισολβία σύ, τὸ κτεινομένους ἐκπρίασθαι, ἀλλὰ αὐχένων πολλῶν τὸ ξίφος ἀπήγαγες καὶ τὸ τοῦ θανάτου σκότος ἄρτι τοῖς ὀφθαλμοῖς ἐκείνων ἐπιχεόμενον, ὁ τοῦ ἐλέους ἥλιος, ἀπεσκέδασας. Οὐδ’ αἱ νυκτεριναί σου διαδόσεις λανθάνουσι, κἂν σὺ λανθάνειν ἐσπούδασας· ἀλλὰ κἂν ἐν νυκτὶ γίνωνται, τὸ φῶς αὐτῶν διαλάμπει κἀντεῦθεν ὁ πατὴρ δοξάζεται ὁ οὐράνιος. Λανθάνει μέντοι ἡ δεξιά σου πρᾶξις τὴν ἀριστερὰν καὶ τῆς ἐναντίας μερίδος· τὸ μὲν γὰρ ἐφαπλοῦσθαι τὸν ἔλεον τῆς δεξιᾶς ἡ πρᾶξίς ἐστι· τὸ δὲ μὴ ἀγαθὸν ἐπιδείκνυσθαι, μηδὲ σαλπίζειν τὸ φιλανθρώπευμα, τοῦτό ἐστι λανθάνειν τὴν τῆς κενοδοξίας μοῖραν τὴν ἀποπεμπομένην εἰς γέενναν. Οὕτως ἐγὼ τοῦ μὴ γνώτω ἡ ἀριστερὰ τί ποιεῖ ἡ δεξιά σου συνίημι.

Καίτοι γε τίς οὐκ οἶδεν ὡς ὁ νῦν καιρὸς περί τι πρᾶγμα ἐνεωτέρισεν; Οὐκ οἶδα μὲν ὅπως γινόμενον, εὐξαίμην δ’ ἂν ὀρθοῦ σκοποῦ τὸ πρᾶγμα καταστοχάζεσθαι, πλὴν τοῖς ἄλλοις σκανδάλου παραίτιον· ἀρχαῖα μὲν γὰρ ψυχῶν φροντιστήρια τῷ χρόνῳ κεκμηκότα καὶ χειρὸς ἀντιληψομένης δεόμενα παρεώραντο, καινίζονται δέ τινα νεαρά τε καὶ πρόσφατα ἐπὶ τοῖς τῶν καινουργούντων ὀνόμασι, καὶ αὐτὸς ἕκαστος νεουργός τε εἶναι προθυμεῖται καὶ δεσπότης τοῦ νεουργήματος, ὥσπερ ἂν εἴ τις υἱὸν περιορῶν νοσοῦντα νόσημα ἀθεράπευτον ζητοίη σύζυγον ἄλλην, ἵν’ ἐξ ἐκείνης παιδοποιήσηται, μηδὲν ἔχων ἐγκαλεῖν τῷ νοσοῦντι.

Ἀβέλτερε ἄνθρωπε καὶ νοσῶν ὄντως ἀνίατα, παῖδα ἔχων ἀγαθόν, εἶτα τοῦτον ἐξὸν θεραπεῦσαι περιορῶν, ἑτέρου γάμου φροντίσιν ἑαυτὸν ἐπιρρίπτεις καὶ περιττοῖς προΐεσαι δαπανήμασιν. Ἀλλ’ οὐχ ἡ σὴ μήτηρ, ὦ βασιλεῦ, ἑάλω τοῖς τοιούτοις δικτύοις· ἀλλὰ γὰρ πάντας ἀνθρωπίνους λογισμοὺς διαπτύσασα καὶ τὸ ἐπικαλέσασθαι τὸ ὄνομα ἐπὶ τῶν γαιῶν τοῖς γεηροῖς ἀπορρίψασα, ναὸν ἑαυτὴν κατεσκεύασεν, οἷον ὁ ἀρχιτέκτων Παῦλος ἡμῖν ὑποτίθεται, τῷ θεμελίῳ Χριστῷ, καὶ ἄργυρον καὶ λίθους ἤδη τιμίους διὰ τῶν πενήτων ὡς ὑπουργῶν ἐποικοδομήσασα· πολλὰ μὲν γὰρ καὶ τῶν πολιτῶν τοῖς μάλιστα δεομένοις ἐλέους διένειμε, πολλοῖς δὲ καὶ τὸ μοναχικὸν ἐψυχαγώγησε σύνταγμα, ὅσον τε θῆλυ καὶ ὅσον ἄρρεν, ἅπαν κατὰ τοῦ κοσμοκράτορος ἀνδριζόμενον· οὐδὲ τὰς ἀντιπέραν νήσους ἀφῆκας ἐκτὸς εἶναι τῆς σῆς κατασχέσεως, ἀλλὰ κἀνταῦθα τὸν σπόρον σου ἔσπειρας, ὃν ἐν ἀγαλλιάσει καιροῖς ἰδίοις μὴ ἐκλυομένη θερίσειας, ὥστε καί σε λέγειν δύνασθαι· ἐγκαινίζεσθε πρός με, νῆσοι, τὴν ἄρτι γενομένην ὑμῶν σώτειράν τε καὶ θρέπτειραν. Τὰ δ’ εἰς τοὺς καθεκάστην παραβάλλοντάς σοι γινόμενα, πῶς μὲν ἕκαστον αὐτῶν ὑποδέχῃ ὡς ἄγγελον Θεοῦ, ὡς Χριστὸν Ἰησοῦν, πῶς δὲ ἡ δόσις μεθ’ ἱλαρότητος, πῶς δὲ σὺν ταύτῃ καὶ ἡ δαψίλεια, τίς πάντα δυνατὸς ἐξηγήσασθαι, μᾶλλον δὲ τίς πᾶσιν ἐπιβαλλόμενος οὐ καταγέλαστος ἔσεται;

Πρότερον γὰρ ἄν τις ἀριθμήσῃ ποσάκις τῆς ἡμέρας ἀνέπνευσας ἢ ποσάκις ἠλέησας· σοὶ γὰρ ἶσον τὸ ἀναπνεῖν καὶ τὸ ἐλεεῖν. Ἡ δὲ πραότης πόση, τὸ δὲ φιλομαθὲς ὑπὲρ πᾶσαν ἀνθρωπίνην ὑπόληψιν. Ταύτην ποία μὲν βίβλος καὶ τῶν πεπυκνωμένων καὶ στιβαρῶν διέφυγε; Ποῖον δὲ πατρῷον διήγημα; Ἥν ποτε μὲν ἐν τοῖς τελειωτέροις ἐνδιαιτωμένην εὑρήσει τις, οἷόν τινα τροφὴν στερεὰν προσιεμένην τὰ δόγματα, ποτὲ δὲ τοῖς ἁπλουστέροις ἐνδιατρίβουσαν ὡς ἄνθεσι λειμῶνος ἐπιτερποῦς καὶ χαρίεντος καί, συντόμως εἰπεῖν, τῷ νόμῳ τοῦ Κυρίου νυκτὸς καὶ ἡμέρας ἐμμελετᾷ καὶ κοιταζομένη καὶ ἐγειρομένη καὶ περιπατοῦσα τὰ θεῖα μέτεισι λόγια καὶ τρισσῶς ταῦτα πλαξὶ καρδίας ἐναπογράφεται ὡς Δαυὶδ καὶ Μωσῆς καὶ Σολομὼν ἀπεφήνατο.

Τί ἔτι; Καλὸν τεκνογονία καὶ ἀγωγὴ παίδων ἐπαινετὴ καὶ θεάρεστος καὶ τῇ μητρὶ ἀρκοῦσα πρὸς σωτηρίαν, εἴ τι δεῖ Παύλῳ πιστεύειν τὰς μητέρας σῴζεσθαι ἐκ τοῦ τῆς τῶν παίδων ἐπιμελεῖσθαι σωφροσύνης ἐγγυησαμένῳ. Καὶ τίς οὕτω σεμνῶς ἡλικίαν παιδὸς ἐπισφαλῆ διεξάγει; Τίς δὲ πλείονας σωφρονιστὰς ἐφιστᾷ τῷ παιδί, τοὺς μὲν γλῶτταν ἐξευγενίζοντας, τοὺς δὲ τὸν νοῦν καταρτίζοντας, τοὺς δ’ ἱστορίαν ἐρανίζοντας, πάντως δὲ πάντας τῷ νέῳ τι συνεισάγοντας; Ἐρυθριᾷς τοῖς ἐπαίνοις, ὦ περιστερὰ Κυρίου καὶ καλὴ καὶ τελεία; Οὐκοῦν διὰ τοῦτο μᾶλλον ἀξιεπαίνετος· οὐ γὰρ εὐφημητέος ὁ τοὺς ἐπαίνους θηρώμενος, ἀλαζὼν γάρ, ἀλλ’ ὑμνητέος μᾶλλον ὁ τούτους ὑποστελλόμενος, φιλόσοφος γάρ.