Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Πρὸς τοὺς αὐτοῦ μαθητὰς ἀτακτήσαντας

Θεοφύλακτος Βουλγαρίας

Έλεγχος της αχαριστίας, της αλαζονείας και της αλογίας των μαθητών

Στηλιτεύεται αυστηρά η υποκρισία, η έπαρση και η ρητορική ανεπάρκεια των απειθών μαθητών, των οποίων η δολιότητα αντιπαραβάλλεται με τη μακροθυμία και την ανοχή του διδασκάλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 3 από 5

Ἀλλὰ ταῦτα μὲν ὁ Λόγος καὶ ὁ νόμος καὶ τὸ μέγα Χριστοῦ μυστήριον, πλὴν ἰσχυρὸν ἕκαστον ἐν τοῖς ἰδίοις, καὶ διὰ τοῦτό μοι καὶ τὰ τῆς διατριβῆς ἀπολαύει τῆς κοσμικῆς φύσεως καὶ οὔπω γαληνιᾷ, οὐδὲ γέγονεν ἕν, τοῦ κρείττονος ἐκνικήσαντος. Διὰ ταῦτα καὶ καταρῶμαι τὴν ἡμέραν ἐν ᾗ ἐγεννήθην, τὴν ἐξ ἁμαρτίας πάντως καὶ εἰς ἁμαρτίαν καὶ ἐν ἁμαρτίαις γέννησιν, καὶ τὴν μητέρα οἰμώζω ὅτι με ἔτεκεν. Ἵνα τί γάρ μοι ἔδειξε κόπους καὶ πόνους; Ἵνα τί δέ με εἰς τοῦτο καιροῦ τετήρηκεν; Ἵν’ ἐπιβλέπω κακίαν πλουσίαν ἐν πτωχοῖς σκεύεσι καὶ τὸν Χαλάνης πύργον οἰκοδομούμενον οὐκέτι γίγασιν ἐκείνοις, οἷς καὶ τὸ τοῦ σώματος μέγεθος καὶ τὸ τοῦ φρονήματος ὑπερνέφελον, ἀλλὰ μειρακίοις ἀτελέσι μὲν τὴν ἡλικίαν, ἐντελέσι δὲ τὴν κακίαν, καὶ τὸ μὲν σῶμα πυγμαίοις, τὴν δὲ πονηρίαν κολοσσιαίοις, καὶ νεαροῖς μὲν τὸ φαινόμενον, παλαιοῖς δὲ τὸ πανουργευόμενον, καὶ διδασκομένοις μὲν τὰ τῆς τέχνης, διδασκάλοις δὲ τῆς κακοτεχνίας; Οὓς κἂν γάλα ποτίσαις, ἰὸν ἀσπίδων ἐπότισας· κἂν μέλι ψωμίσαις, πικρία τὸ ἐσθιόμενον· οὐ γὰρ πρὸς ἃ δίδως οἰκειωθήσονται, ἀλλ’ ἅπερ ἂν λαμβάνουσιν οἰκειώσονται ἢ τοῖς προσάγουσι λοιδορήσονται.

Ἐσθίουσί μου τοὺς ἄρτους, ἀλλ’ ἐπ’ ἐμὲ πτερνισμὸν μεγαλύνουσι· εἰρήνης δοκοῦσι ἄνθρωποι, ἀλλ’ υἱοὶ Ἐφραίμ εἰσιν, ἐντείναντές τε καὶ βάλλοντες· τὸ «χαῖρε ῥαββὶ» φωνοῦσι καὶ φιλοῦσι προστρέχοντες, ἀλλ’ ἐν νυκτὶ προδιδόασιν· ἐνδύουσι χλαμύδα, ἀλλὰ καὶ παίζουσι· γονυπετοῦσιν, ἀλλὰ καὶ παίουσι· σκῆπτρον διδόασιν, ἀλλὰ καὶ προσπτύουσι· βασιλέα προγράφουσιν, ἀλλὰ καὶ τοῖς ἀνόμοις συντάττουσι· τιμῶσι τοῖς χείλεσιν, ἀλλ’ ἡ καρδία αὐτῶν τῆς ἡμετέρας διέστηκε.

Λέγομέν τι χαριεντιζόμενοι τοῖς νεήλυσιν; «Ἔκλυτος ὁ ῥήτωρ.» Στυφλότεροί τισι προσφερόμεθα; «Ἄχαρις ὁ ῥήτωρ· τὸν δεῖνα παρακαθίζει· τῷδε τὰ πλείω προσδιαλέγεται· οὐκ εἶδες ὅτι πρὸς τόνδε ἡμερὸν ἔβλεψεν; Ἡμεῖς δὲ ῥητορικοὶ Κιμμέριοι καὶ ἀνήλιοι παρόσον οὐδὲ βραχύ τι βλεπόμεθα· τῷ δεῖνι πυνθανομένῳ τὴν ἀκοὴν ὑπέσχε καὶ τὴν γλῶτταν προσέδωκεν, ἡμῖν δὲ οὐδὲ τὰ ὄμματα.» Οὐδὲ γὰρ πυνθάνῃ, ὦ βέλτιστε, ἀλλ’ ἐννοεῖς τί τοῖς ἐχθροῖς πυνθανομένοις περὶ ἡμῶν ἀγγελεῖς· οὐδ’ ἐμπορεύῃ τὰ χρήσιμα, ἀλλ’ ἐπιπορεύῃ τοῖς σαπροτέροις· οὐδὲ συλλέγεις τὴν μάργαρον, ἀλλὰ συμπατῶν ἐγκαυχᾷ· οὐδ’ ὡς μαθητιῶντά σε τάττομεν, ἀλλὰ τοῖς μαθητιῶσιν ἐπίβουλον· ἀεὶ γάρ σοι τὸ στόμα πλεονάζει κακίαν καὶ ἡ γλῶσσα περιπλέκει σοι δολιότητα καὶ διεστραμμένη καρδία κακὰ τεκταίνεται καὶ ἐν παντὶ καιρῷ ταραχὰς συνίστησι. Δαυὶδ καὶ Σολομών σε προεζωγράφησαν.

Ἀλλ’ ὢ οἵους εὐεργετήσας ἐλάνθανον, οἵας ἐχίδνας θάλπων ἠγνόησα, οἵους † λακιδεῖς † καὶ γάλακτι καὶ μάζαις ἀνέτρεφον. Ἀνόητον ἐγὼ χρῆμα καὶ τοῖς ἐξαπατῶσιν ἐκκείμενον, οὐκ ἔμαθον ἐξ ἑνός, οὐκ ἔμαθον ἐκ δυεῖν, οὐδ’ ἐκ τῶν τριῶν ἢ τεττάρων ἐσωφρονίσθην, ἀλλ’ ἔτι περιπίπτω τῇ πονηρίᾳ ἀφύλακτός τε καὶ ἄφρακτος. Οὐδὲ γὰρ ᾔδειν ὅτι γένος ἐσμὲν τοῦ παρ’ Ἡσιόδῳ σιδηρέου σκληρότερον, οὐδ’ ὡς οἱ νῦν παῖδες τοὺς γέροντας πατέρας μωμήσαιντο ἀναιδέστερον. Ἢ καὶ αὐτὸς ἐκείνην ηὐξάμην τὴν φωνὴν ἄσμενος· μηκέτ’ ὤφελον ἐγὼ τουτοισὶ μετεῖναι, ἀλλ’ ἢ πρόσθε θανεῖν ἢ ἔπειτα γενέσθαι. Ἔτι καὶ ταῦτα ἐλαφρά τε καὶ εὐκαρτέρητα· τὸ γὰρ τοὺς ἐκ νέου τῇ πονηρίᾳ τιθηνουμένους τὴν τιθηνὸν στέργειν οὐκ ἀπεικός· νῦν δὲ οὓς ἐγέννησα, οὓς ὕψωσα, οὓς ἔχειν τὴν ψυχὴν αὐτὴν δέδωκα, τούτους ἀρτίως εὗρον τὴν κακίαν γυμνώσαντας· γυμνοῦσι γὰρ ταύτην, κἂν πολλὰ παραπεταννύουσιν. Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, ἡ γῆ, υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν καὶ περιΐασι πρὸς ἀγνῶτας, πρὸς οὐκ ἀγνῶτας, πρὸς φίλους, πρὸς τοὺς οὐ φίλους, τὰ ἡμέτερα διασύροντες.

Καὶ τὸ μὲν ἐμόν, οὐδὲν πρᾶγμα· βαλλέτωσαν, κεντείτωσαν, μὴ φειδέσθωσαν, ἡδέως τὰς τῶν τέκνων πληγὰς ὑποδέχομαι· οὐ γὰρ πλήττουσι, τέκνα γάρ εἰσιν· οὐδὲ λυποῦσί με, πατὴρ γάρ εἰμι, ἅμα δὲ καὶ τύπον αὐτοῖς παρέχω πόσον δεῖ μακροθυμεῖν ἐπὶ τοῖς φιλτάτοις ὑβρίζουσιν, ἵν’ εἴ ποτε καὶ αὐτοὶ πλήττοιντο ἢ πρὸς ἡμῶν ἢ πρὸς ἄλλων, μὴ δυσχεραίνοιεν ὡς παρὰ φίλων πληττόμενοι. Ἔτι δὲ καὶ καταιδέσειν αὐτοὺς δοκῶ τῇ χρηστότητι ἡττηθέντας ἡμῶν, οἷς ἡττώμεθα· ὃν γάρ, εἰ μὴ τὰ πάντα τιμῷεν, ἐξαμαρτάνουσιν, τοῦτον ἀνεχόμενον τῶν ὕβρεων ὁρῶντες, οὐκ αἰδεσθήσονται;

Ἄλλος μὲν γὰρ ἂν ἴσως καὶ ἐπεξῆλθε ταῖς ὕβρεσι καί τι πλέον περιειργάσατο, καὶ τοὺς μὲν ἐκόλασε, τοὺς δὲ καὶ προσφοιτᾶν ἀπεκώλυσε καὶ παρρησίᾳ πᾶσιν ἀπελογήσατο καὶ τὰ ἐφ’ οἷς ὡς ἑτεροκλινής, ὢ τῆς ἀγνωμοσύνης, ἐνδιαβάλλεται ἀπετρίψατο. Ῥᾴδιον δὲ πάντως τὸ τῆς ἀπολογίας κἀκ τῆς κατηγορίας αὐτῆς συνιστάμενον. Ὅτι γὰρ τῷ τῶν πλειόνων μέρει τὴν ψῆφον ἐθέμεθα, τάχα δὲ καὶ συνετωτέρων, τάχα δὲ κἀν τῷ λέγειν δοκιμωτέρων, καὶ τὸ τῶν ἰδεῶν βιβλίον ἐξηγήσασθαι κατεθέμεθα, διὰ τοῦτο ἑτεροκλινεῖς ἡμεῖς κἀν ταῖς ἀγοραῖς ἐπιβόητοι.

Ταῦτα μὲν ἄλλου καὶ παθεῖν καὶ ποιῆσαι, μικροψύχου τάχα καὶ μικρογνώμονος καὶ ζῶντος πρὸς τὰς τῶν ὄνων δόξας. Ἐμοὶ δὲ μὴ τοσοῦτον ἕξοι τὰ τῆς παιδείας ὥστ’ ἐπὶ τοῖς παιδαρίοις εἶναι τὸ λυπεῖσθαί με καὶ μὴ λυπεῖσθαι, ὅτε δὴ βούλοιντο· ἔχω γὰρ ἀστεμφῶς πρὸς τὰ τοιαῦτα καὶ ὑπερόπτης εἰμὶ τῆς τῶν πολλῶν ὑπολήψεως. Κἄν τινές μου καταγελῶσιν, ἀλλ’ ἐγὼ οὐ καταγελῶμαι· τοῦτο δὴ τὸ γενναῖον τοῦ Διογένους ἀπόφθεγμα.

Περὶ μὲν οὖν ἡμᾶς ὡς ἂν βούλοιντο διακείσθωσαν. Τὸ δὲ καὶ τοῖς συννόμοις τούτοις ὡς ἐχθροῖς προσφέρεσθαι καὶ πόλεμον ἀκήρυκτον ἀλόγως οὕτω καὶ ἐπὶ κενοῖς ἀναδέχεσθαι καὶ ἀεὶ δάκνειν λαθραίοις δήγμασιν καὶ ἀεὶ τοξεύειν τοῖς ἐκ σκότους τοξεύμασι, τοῦτό μοι ὕβρις ἐσχάτη, τοῦτό με διαβάλλει πρὸς ἅπαντας· δοκῶ γὰρ ἀλόγων εἶναι διδάσκαλος καὶ ἰατρὸς οὐκ ἐξάγων, ἀλλ’ εἰσάγων νοσήματα καὶ ἀντιδότους σκευάζων οὐ παθῶν λυτήρια, ἀλλὰ δηλητήρια, καὶ ἀμπελουργὸς ἀκανθῶν, οἷος ὁ παρὰ τῷ Ἠσαΐα θρηνῶν. Τί γὰρ δήποτε, ὦ ἀνόητοι, φονᾶτε κατ’ ἀλλήλων ἀπανθρώπως καὶ λίαν ἐλεεινῶς καὶ δέον τὴν τοῦ λόγου μάχαιραν ἀκονᾶν κατὰ τὴν Ἡσιόδου ἀγαθὴν ἔριν; Ὑμεῖς δὲ τὸν λόγον μέν, πολλοῦ γε καὶ δεῖ, τὴν ἀλογίαν δὲ θήγετε. Κἂν μὲν ῥητορικῶς ἀλλήλους ἀμύνεσθε, λόγων ἐργάται καλῶς τε καὶ γενναίως γινόμενοι, δεινὸν μὲν καὶ τοῦτο—πῶς γὰρ οὒ κατὰ τῶν οἰκείων χρᾶσθαι τοῖς ὑπὲρ τῶν οἰκείων; —πλὴν ἐδόκει τὸ πρᾶγμα μειρακιώδους φιλοτιμίας ἐπίδειξις, ἐπεὶ καὶ Πλάτων τοὺς τῆς αὐτῆς πολιτείας νέους σπαράττειν ἀλλήλους διαλεκτικοῖς ἐφίησι στόμασι. Νῦν δὲ ἀνοητοτάτους λοιδορίας ὅδε κατὰ τοῦδε συντίθησι.

Καίτοι αἰσχύνομαι μὲν συνασχημονεῖν· οὐ γὰρ ὅτι τοιαῦτα φλυαροῦσι, διὰ τοῦτο καὶ ἡμῖν ἐξαγγελτέα, ἀλλ’ ὅτι μηδ’ αὐτοῖς λεκτέα, διὰ τοῦτο καὶ ἡμῖν σιγητέα. Πλὴν ἀλλ’ ἐν κοινῷ τὴν ἀσχημοσύνην τῶν ῥημάτων προσθήσομεν, ἵν’ εἰδεῖεν οἷα τῆς ἡλικίας ἐπαπολαύουσι καὶ ὡς μαραίνουσι ταύτην οἷς τῇ κακίᾳ θάλλειν σπουδάζουσιν. Ἴδε πηλίκον τὸ ἐκείνου διάβημα τοῦ Αἰαντείου μακρότερον, τὸ δ’ ἐκείνου χελώνης νωθέστερον. Ὁρᾷς δὲ κἀκεῖνον πῶς ὀρθῶς καὶ τεταμένως πορεύεται, μείζω φρονεῖ καὶ τιάρας περσικῆς, πάντας μύρμηκας ἢ κώνωπας ἡγεῖται.

Ὅταν ἐρωτῆσαι δέῃ, τοὺς ὀφθαλμοὺς ἵστησιν ὡσεὶ κέρας ἢ σίδηρον, μυκτὴρ αὐτῷ ὕβριν πνέων καὶ περιφρόνησιν, ἀλλ’ ἤκουσας οἷον ἐπύθετο; Περὶ λέξεως ἠρώτησε τὸν διδάσκαλον. Σὺ δὲ οὐκ ἀποφθερῇ πρὸς τὰ τῆς προπαιδείας ἐργαστήρια, ἵνα σε προβιβάσωσιν οἱ γραμματισταὶ τοῖς σημαινομένοις τῶν λέξεων καὶ ἅμα ἀνακαγχάσαιεν ἂν ὁμοῦ συγκαθημένοι· οὐδὲ γὰρ ἐν ταῖς καθέδραις διασπῶνται ἀλλήλων, τὸ καινὸν στῖφος, οἱ καθ’ Ἑρμοῦ συνασπίζοντες. Γράφει τις συχνάκις ἐγγυμναζόμενος καὶ στομοῖ τὴν γλῶτταν τοῖς τῆς τέχνης χαλκεύμασι. Ποῦ δὲ ἡμῖν ὁ ἀπεραντόλογος οὗτος, τὸ δωδωναῖον; Αὐτίκα δὲ ἡμεῖς κατανεύσομεν ὅτι σὰ τὰ πονήματα, οὕτως ἀπολαύσαις αὐτῶν· οὐδὲ γὰρ ἡμεῖς, ὑμεῖς τοιοῦτόν τι κυήσετε, ὦ ἠλίθιοι. Ὅθεν ἃ μὲν οὐ δύνασθε, οὐδὲ ἄλλοις βούλεσθε· ἃ δ’ οὐ βούλεσθε, οὐδὲ οἴεσθε· ἃ δ’ οὐκ οἴεσθε, οὐδὲ πείθεσθε· ὃ γὰρ βούλεται, τοῦθ’ ἕκαστος καὶ οἴεται, καὶ οἰκεῖον πάθος μέγα πρὸς συγκατάθεσιν. Καὶ ἵνα μὴ τὸν βόρβορον ταράττων αὐτὸς μὲν ἀηδισθείην καὶ ὑμᾶς ἀηδίσαιμι, τοιαῦτα καὶ χείρω τούτων τὰ χρηστὰ ὑμῖν μελετήματα καὶ γυμνάσματα.