Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχωμίου (τέταρτος)

Παχώμιος ὁ Μέγας

Επέκταση των μονών και παιδαγωγικές παρεμβάσεις

Η επέκταση των κοινοβίων, η ανάθεση διοικητικών και πνευματικών καθηκόντων στον Θεόδωρο, και οι αυστηρές νουθεσίες του Παχωμίου προς αμελείς αδελφούς για τη διόρθωσή τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 10 από 11

56. Τοιαῦτα μὲν ὁ Παχώμιος εἰώθει λέγειν τε καὶ διδάσκειν· Θεοδώρῳ δέ, περὶ οὗ πρόσθεν εἴπομεν, ἐπιμελὲς ἦν προσέχειν τε τοῖς ἐκείνου διδάγμασι καὶ κατ’ ἴχνος βαδίζειν τοῦ διδασκάλου. Ἦν δέ τις ἀδελφὸς ἐν τῇ μονῇ ὃς ὑπὸ τοῦ Παχωμίου πολλὰ νουθετούμενος διὰ τὴν ψυχικὴν πάντως ὠφέλειαν, οὐ μετρίως ἔφερε τὰς νουθεσίας, ὥστε καὶ ἀναχώρησιν ἀπὸ τῆς μονῆς ἤδη βουλεύεσθαι.

Ὅπερ αἰσθόμενος ὁ Θεόδωρος πάνυ σοφῶς μετῆλθε τοῦτον καὶ ὠφελίμως· πλησιάζων γὰρ τῷ ἀδελφῷ προσεποιεῖτο δυσχεραίνειν καὶ αὐτὸς καὶ μάλα λυπεῖσθαι κατὰ τοῦ σφετέρου πατρός· «Ὁρᾷς γάρ, φησίν, ὡς ἀπότομός ἐστι κομιδῇ καὶ οὐδενὶ φορητός.

Οὐκ οἶδα δὲ εἰ ἐπὶ πλέον δυνήσομαι τούτου ἀνέχεσθαι καὶ μένειν ἐνταῦθα.» Ὁ δέ· «Τί λέγεις;» πρὸς τὸν Θεόδωρον ἀπεκρίθη, «καὶ σὺ τὰ αὐτὰ πάσχεις ἐμοί, καὶ πρὸς τὰς τοῦ γέροντος ἀπείρηκας ἐπιπλήξεις;» —«Ναί, φησίν, ἔγωγε, ὁ Θεόδωρος· τί δὲ καὶ σὺ τὰ ὅμοια πέπονθας;» —«Καὶ μάλιστα,» εἶπεν ὁ μοναχός. «Φέρε οὖν, πρὸς ἐκεῖνον πάλιν ὁ Θεόδωρος, ἀλλήλους παραμυθώμεθα καὶ ἔτι τοῦ γέροντος ἀνασχώμεθα· καὶ εἰ μὲν ἀμείψει τὸν τρόπον καὶ χρηστότερος ἡμῖν γένηται, μείνωμεν ὑπ’ αὐτῷ· εἰ δ’ οὐχί, ἀναχωρήσαντές που ἀλλαχόσε ἐν ἀναπαύσει τε πάντως ἐσόμεθα καὶ τῶν πολλῶν αἰτιαμάτων ἐλεύθεροι γενησόμεθα.» Ὑπὸ τούτων τῶν συναινετικῶν λόγων τοῦ συνετοῦ Θεοδώρου ῥᾴων ὁ ἀδελφὸς ἐκεῖνος ἐγένετο καὶ ἀπέστη τέως τοῦ τῆς ἀναχωρήσεως λογισμοῦ. Καὶ ὁ Θεόδωρος τῷ Παχωμίῳ ταῦτα δηλοῖ, ἀγνοοῦντος τοῦ ἀδελφοῦ. Ὁ δὲ Παχώμιος· «Κάλεσον, ἔφη, μοι τοῦτον, καὶ ὅταν παραστῇ, προσποιοῦ μέμφεσθαί μοι καὶ ὀνειδίζειν διὰ τὸ τοῦ ἤθους δῆθεν ἀπότομον καὶ σκληρόν· κἀγὼ πέποιθα, Θεοῦ συνεργοῦντος, παρακαλέσαι τε καὶ καταπραΰναι τὸν ἀδελφόν.»

Γίνεται ταῦτα· καὶ τοῦ Θεοδώρου, ἐπὶ παρουσίᾳ καὶ τοῦ ἄλλου ἀδελφοῦ, ὀνειδίζοντος τῷ γέροντι τὴν σκληρότητα, ἐκεῖνος εὐθὺς συγχώρησιν ἐζήτει παρ’ αὐτοῦ· «Εἰ γὰρ καὶ ὡς ἄνθρωπος, φησίν, ἥμαρτον, ἀλλ’ ὡς πατὴρ ἀξιῶ συγγνώμης τυχεῖν· ἢ γὰρ οὐκ ὀφείλετε ὡς ἀγαπητὰ τέκνα νουθεσίαν πατρὸς ὑπομένειν;» Τοῦ δὲ Θεοδώρου πάλιν πρὸς ἐλέγχους καθισταμένου καὶ ἀντιλέγοντος, ἔνευσεν αὐτῷ ἠρέμα ὁ ἄλλος ἀδελφὸς παύσασθαι καὶ μὴ πλέον ἀντιφθέγξασθαι τῷ πατρί, ὡς τάχα παρακληθεὶς ἱκανῶς ὑπὸ τῆς τοῦ καθηγητοῦ ταπεινώσεως. Καὶ οὕτως ἀπέπαυσε τὸν ἀδελφὸν ὁ Θεόδωρος, σοφῇ χρησάμενος πανουργίᾳ τῆς κατὰ τοῦ πατρὸς λύπης, κἀν τῷ μοναστηρίῳ πάλιν προσμένειν χωρὶς ἐνδοιασμοῦ τινος παρεσκεύασεν.

57. Ἐπανιτέον δὲ αὖθις πρὸς τὸν μέγαν. Κατέσχε τοῦτόν ποτε οἷα ἄνθρωπον καὶ σῶμα περικείμενον διακαὴς πυρετός, ὥστε ἐφ’ ἡμέρας δύο ἄτροφον παντελῶς διαμεῖναι μηδὲ ἀναστῆναι ὅλως δυνάμενον. Κατὰ δὲ τὴν τρίτην ἡμέραν κατὰ μικρὸν ἑαυτὸν βιασάμενος ἐξανέστη, καὶ πόθῳ τοῦ Θεοῦ εἰς προσευχὴν καταστὰς εὐθέως κουφίζεται καὶ τῆς νόσου παντάπασιν ἀπαλλάττεται. Τοῦ οἰκονόμου δὲ τῆς μονῆς προσελθόντος αὐτῷ καὶ πυνθανομένου εἰ χρῄζει τροφῆς, περιζωσάμενος τὴν ὀσφῦν ἀπῄει τε εἰς τὴν τράπεζαν καὶ συνειστιάθη τοῖς ἀδελφοῖς.

58. Πληθυνθέντων δὲ μάλα τῶν περὶ αὐτόν, ὁρῶν τὴν μονὴν στενοχωρουμένην, μετήγαγέ τινας αὐτῶν εἰς ἑτέραν κώμην, ἠρημωμένην καὶ ταύτην, ἥτις ἐκαλεῖτο Παβοῦ· ἐν ᾗ καὶ μοναστήριον ᾠκοδόμησεν, οἰκονόμον τε κατέστησεν ἐν αὐτῷ καὶ μετ’ ἐκεῖνον ἑτέρους τούτου συνεργοὺς καὶ τἄλλα δὴ ὅσα ἐν τῇ μεγάλῃ μονῇ τῆς Ταβεννήσεως ὑπὸ τοῦ ἀγγέλου ἐθεσμοθετήθη. Μετὰ δὲ ταῦτα προσῆλθέ τις αὐτῷ γηραιὸς ἀσκητὴς ἑτέρας μονῆς ἐξηγούμενος, Ἐπώνιχος τοὔνομα· ἐκαλεῖτο δὲ Χηνοβόσκια ἡ τούτου μονή· ἠξίωσε δὲ τὸν Παχώμιον ἀποστεῖλαι καὶ εἰς αὐτὴν τῶν οἰκείων τινὰς μοναχῶν, καὶ τοὺς αὐτοὺς πνευματικοὺς νόμους καὶ διορισμοὺς κἀκεῖ καταστῆσαι· ὃ δὴ καὶ πεποίηκεν ὁ μέγας. Καὶ εἰς τετάρτην δὲ πάλιν μονήν, τὴν οὕτω προσαγορευομένην Μογχοσήν, τὰ αὐτὰ ἔθιμα κατεστήσατο, ὑπὸ τῶν ὄντων ἐκεῖσε δυσωπηθεὶς ἀδελφῶν. Ἦν δέ τις ἐν τῇ μονῇ ταύτῃ μοναχὸς ἀρχαῖος, τά τε ἄλλα πνευματικὸς καὶ τῇ πρὸς Θεὸν ἀγάπῃ σφόδρα συνδεδεμένος· Ἰωνᾶς ἦν ὄνομα τούτῳ.

59. Τοσούτων δὲ ἤδη μοναστηρίων ὑπὸ τὴν αὐτοῦ γενομένων ἐπιστασίαν καὶ πρόνοιαν, διττὴν αὐτῶν ἐποιεῖτο τὴν ἐπιμέλειαν ὁ πατήρ, τάς τε σωματικὰς χρείας τούτοις περιποιούμενος καὶ τὰς ψυχικὰς ἐπάγων διορθώσεις καὶ προκοπάς, καὶ παρακαλῶν μνημονεύειν ἀεὶ τῶν πρὸς αὐτοὺς λεγομένων· ὃ δὴ καὶ διετέλουν ποιοῦντες. Μετὰ γὰρ τοὺς θείους ὕμνους καὶ τὰς εὐχὰς ἐκάθηντο συλλαλοῦντες περὶ ὧν ἤκουσαν ἐκείνου διδάσκοντος καὶ τὴν μνήμην ὡς οἷόν τε τῶν λαληθέντων ἀθροίζοντες, ἵνα μηδὲν αὐτοὺς λάθῃ διαφυγόν. Ἀργοῦ δὲ ῥήματος ἢ κοσμικοῦ οὐδὲ εἰς ἔννοιαν ἤρχοντο. Ἀργυρίου δὲ καὶ χρυσίου καὶ αὐτὴν τὴν ὄψιν τὴν τοῖς πολλοῖς ποθεινήν, συνόλως ἀπεστρέφοντο· πολλοὶ δὲ αὐτῶν καὶ ἔφθασαν τοῦ βίου ὑπεξελθεῖν πρὶν ἢ ταῦτα ἰδεῖν ὅλως ἐν ὀφθαλμοῖς· μόνοις γὰρ τοῖς διακονηταῖς ἐγνωρίζοντο τὰ τοιαῦτα.

60. Διερχόμενος δὲ περί τινας τάφους ὁ μέγας ἤκουσέ τινων κλαιόντων ἐπὶ νεκροῖς· καὶ λέγει πρὸς τὸν Θεόδωρον (συνῆν γὰρ αὐτῷ τὰ πολλά)· «Οὗτοι μὲν κλαίουσι νεκροὺς οὓς ἀναστῆσαι οὐκ ἂν δυνηθεῖεν· φέρε δὴ καὶ ἡμεῖς πρῶτον μὲν ἑαυτούς, ἔπειτα δὲ καὶ τοὺς πλησίον πενθήσωμεν· καὶ ἴσως ἐξεγερεῖ κειμένους ὁ Κύριος κατὰ τὸ εἰρημένον· Ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.»

61. Καὶ κάλλει δὲ σωματικῷ καὶ ὡραιότητι μηδαμῶς προσέχειν ἐδίδασκεν, ἀλλ’ ἀπέχειν τὸν ὀφθαλμὸν παντάπασι θεαμάτων τοιούτων, ὑπερορᾶν δὲ καὶ βρώματος ἡδέος καὶ ἐνδύματος στιλπνοῦ, ἔτι δὲ καὶ οἰκήματος εὐπρεποῦς, ἀλλὰ καὶ βιβλίου τερπνοῦ καὶ κεκοσμημένου τὰ ἐκτός, πρὸς μόνον δὲ τὸ κάλλος τῶν ἐντολῶν τοῦ Θεοῦ ἀτενίζειν καὶ τοῦτο ποθεῖν ἐξ ὅλης ψυχῆς.

62. Ἦν δέ τις ἐν τῇ μονῇ ἀδελφός, δοκῶν μὲν ἑαυτῷ ἀγωνιστὴς εἶναι καὶ ἀσκητής, οὐ καλῶς δὲ τὸ καλὸν μετιὼν οὐδὲ κατὰ τὸν θεῖον σκοπόν. Τοῦτον παραλαβών ποτε ὁ μέγας ἰδίως· «Οὐκ οἶδας, ἀδελφέ, φησί, τί ὁ Κύριος ἐν τοῖς εὐαγγελίοις λέγει σαφῶς ὅτι· Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός; Καὶ σὺ τοίνυν ἐπάκουσόν μου εἰσηγουμένου σοι τὰ συνοίσοντα· ὁρῶ γάρ σε ὑπὸ τοῦ ἀντικειμένου φθονούμενον καὶ πρὸς τὸν τῆς ὑπερηφανίας κρημνὸν συνωθούμενον ἀτεχνῶς. Τί οὖν; συμβουλεύω σοι ἀποστῆναι μὲν τοῦ ἰδίου θελήματος καὶ τῆς καθ’ ἑαυτὸν ἀσκήσεως ταύτης, τοῖς δὲ λοιποῖς ἀδελφοῖς συνεύχεσθαί τε καὶ συνεσθίειν, ἕως ἂν ὁ τῆς ὑπερηφανίας δαίμων ἀπὸ σοῦ παντάπασιν ἀποστῇ.» Τούτοις ἐκεῖνος τοῖς τοῦ καθηγητοῦ παραινετικοῖς λόγοις πεισθείς, πρὸς μὲν τὸ παραχρῆμα πεισθῆναι ἔδοξε. Μετὰ μικρὸν δὲ πρὸς τὸν ἴδιον, φασίν, ἔμετον ἐπανῆλθε, καὶ πρὸς ἑαυτὸν εἰρηκώς· «Ποῦ γέγραπται· μὴ νηστεύσῃς, μὴ ἀσκήσῃς, μὴ εὔξῃ;» πάλιν εἴχετο κατὰ κράτος τῆς κατὰ μόνας ἀσκήσεως, μᾶλλον δὲ οἰήσεως, εἰπεῖν οἰκειότερον, καὶ ματαιοπονίας. Καλέσας τοίνυν ὁ Παχώμιος τὸν Θεόδωρον· «Οἶδας, φησί, τέκνον, ὅτι με λίαν λυπεῖ ὁ ἀδελφὸς οὑτοσὶ παρακούων τῆς ἐμῆς παραινέσεως; Ἀπελθὼν οὖν ἐπίσκεψαι τοῦτον καὶ γνῶθι τί πράττων τυγχάνει.»

Εὑρὼν οὖν αὐτὸν ὁ Θεόδωρος προσευχόμενον ἐκτενῶς ἐν τῇ ἰδίᾳ κέλλῃ, ἐδήλωσε τῷ μεγάλῳ· ὁ δὲ πάλιν αὐτὸν ἀποστέλλει ἐπιτάξας· «Κώλυσον αὐτὸν εὔχεσθαι καὶ εὐθὺς ἐν αὐτῷ φανεῖταί σοι ἡ τοῦ δαίμονος ἐνέργεια.» Ἀπελθὼν οὖν ὁ Θεόδωρος ἐποίησεν ὡς ἐκελεύσθη· καὶ ὁ δαίμων εὐθὺς πρὸς αὐτὸν ἀνεβόησε δι’ ἐκείνου· «Ὦ ἀσεβέστατε, εὔξασθαί με κωλύεις;» Εἶτα καὶ ξύλον ἀράμενος ἐπανετείνατο ὡς τὴν κεφαλὴν ἐκείνου πατάξων· ὁ δὲ παρὰ τοῦ Θεοδώρου ἐπιτιμηθεὶς ἐν τῷ τοῦ Κυρίου ὀνόματι, τῆς φορᾶς ἐπεσχέθη. Καὶ λέγει πρὸς τὸν Θεόδωρον ὁ δαίμων διὰ τοῦ ἀσκητοῦ· «Βούλει μαθεῖν ὅ τι καὶ οἱ τὰ λιγυρὰ καὶ ἐν ἡδονῇ ψάλλοντες ὑπ’ ἐμοῦ ἐνεργούμενοι ψάλλουσι;

Δεῦρο πρόσσχες τῷ ψάλλοντι νῦν πῶς τὴν αὐτὴν λέξιν ἐννεάκις λαλεῖ.» Ἦν γάρ τις μοναχὸς ἐν κελλίῳ τῆς μωσαϊκῆς ᾠδῆς τὴν ἀρχὴν ἐπὶ στόματος φέρων, καὶ τὸ «ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται» πολλάκις ἀνακυκλῶν καὶ ᾄδων ὡς ἐδόκει πρὸς τὸ τερπνότερον. Τῷ οὖν Θεοδώρῳ ἀκηκοότι τῆς ψαλμῳδίας ἐκείνης τοῦ μοναχοῦ, θαυμάζειν ἐπῄει, ἀλλὰ μὴν καὶ φοβεῖσθαι ἀναλογιζομένῳ τὸ ποικίλον καὶ πολυμήχανον τῆς τῶν δαιμόνων ἐπιβουλῆς.

Οὐ μὴν ἀλλ’ ὁ μέγας Παχώμιος πολλὰ τοῦ Θεοῦ δεηθεὶς περὶ τοῦ ἀδελφοῦ ἐκείνου τοῦ ὑπερηφάνου, μόλις ἠδυνήθη ἀπαλλάξαι αὐτὸν τοῦ τοιούτου νοσήματος· καὶ οὕτω σωφρονισθεὶς ἐκεῖνος ὑπήκοος ἦν τοῦ λοιποῦ τῷ κοινῷ πατρὶ καὶ εἰς πάντα καταπειθής.

63. Τὸν δέ γε Θεόδωρον τοῦτον πολλάκις καὶ εἰς τὰς ἄλλας μονὰς ὁ μέγας διέπεμπεν ἐπισκοπῆς ἕνεκεν, λέγων αὐτῷ τε κἀκείνῳ τὴν αὐτὴν εἶναι διακονίαν, καὶ καθάπερ αὐτῷ οὕτω καὶ τῷ Θεοδώρῳ ὑπακούειν τοὺς ἀδελφοὺς παρακαλῶν. Ἀμέλει καὶ τοῦ Θεοδώρου ἐπισκοποῦντος αὐτούς, ἔχαιρον καὶ ἠγάλλοντο τῷ πνεύματι· πλήρης γὰρ ἦν χάριτος ὁ ἀνήρ. Παχώμιος μὲν γὰρ εἰ καὶ τῇ τελειότητι ὑπερεῖχεν, ἀλλὰ φοβερὸς ἦν τῷ εἴδει καὶ σκυθρωπάζων ἀεὶ ἅτε μνημονεύων τῶν ἐκεῖσε κολάσεων.

64. Συνὼν δὲ αὐτῷ ποτε ὁ Θεόδωρος ἤκουσε μελῳδίας ψαλλόντων τινῶν, ἀμήχανον ἐχούσης τὴν ἡδονὴν καὶ οὐκ ἐοικυῖαν ὅλως ἀνθρωπίνῃ φωνῇ· ἔφη οὖν πρὸς τὸν γέροντα· «Ἀκούεις, ἀββᾶ;» Ὁ δέ· «Ναί, φησί, τέκνον.» —«Τί οὖν ἐστι τοῦτο;» ἐρωτήσαντος πάλιν τοῦ Θεοδώρου, «Ψυχὴ δικαίου τινός, ἀπεκρίνατο ὁ Παχώμιος, νῦν ἀπαλλαγεῖσα τοῦ σώματος καὶ δι’ ἡμῶν αὐτῶν παρελθοῦσα, πρὸς τὰ οὐράνια αἴρεται· καὶ περὶ ταύτην ἡ μελῳδία τῶν ἀγόντων αὐτὴν καὶ παραπεμπόντων ἀγγέλων αἰνούντων δι’ αὐτῆς τὸν Θεόν· ἡμῖν δὲ τέως ἐκ Θεοῦ κεχάρισται τὸ ταύτης ἀκοῦσαι.» Καὶ ἄλλοτε πάλιν ἀδελφῷ ἀποθνῄσκοντι παρακαθημένων ἀμφοτέρων αὐτῶν, ὤφθη αὐτοῖς παρὰ Κυρίου ὅπως ἡ ψυχὴ ἀπολυθείη τοῦ σώματος· οὐ μὴν καὶ πρὸς ἑτέρους εἰρήκασι τὸ μυστήριον, ἀλλὰ τῶν ἀδελφῶν οἱ συνόντες αὐτοῖς τότε, βλέποντες τούτους πρὸς τὸν ἀέρα μετὰ θαύματος ἀτενίζοντας ὅτι πολλοῦ, συνῆκαν τὸ γεγονός.

65. Ἦν δέ τις ἐν τοῖς ἀδελφοῖς ὀνόματι Σιλβανός, κομιδῇ νέαν ἄγων τὴν ἡλικίαν, ὃν ἀμελῶς ὁ πατὴρ βλέπων διάγοντα καὶ προπετεστέρῳ πολλάκις τῷ γέλωτι χρώμενον, προσκαλεσάμενος ἤλεγξεν· «Οὐκ ἐγώ σοι, λέγων, ἐξ ἀρχῆς μονάσαι βουλομένῳ προείρηκα ὁποῖόν τι τὸ πρᾶγμα τοῦτο τῆς μοναχικῆς καταστάσεώς ἐστιν, ὡς οὐκ εὐχερὲς οὐδὲ ῥᾴδιον, καὶ διεμαρτυράμην δοκιμάσαι πρότερον σεαυτὸν εἰ ἄρα δυνήσῃ φέρειν τουτονὶ τὸν ζυγὸν καὶ οὕτως αὐτὸν ὑπεισελθεῖν, καὶ ὡμολόγησας ἐνώπιον τοῦ Θεοῦ· «Δυνήσομαι»;

Διὰ τί οὖν οὐ προσέχεις σεαυτῷ, ἀλλ’ ἐκκεχυμένως ζῇς ὥσπερ καὶ τῶν κοσμικῶν οἱ ἀπροσεκτικώτεροι, καὶ πρὸς ἡδονὰς ἑαυτὸν ἀνῆκας καὶ γέλωτας; Ὅμως ἐπειδὴ οὕτως ἔχεις, ἄπιθι πρὸς τοὺς ἰδίους γονεῖς καὶ μηκέτι μείνῃς ἐνθάδε.» Ἀκούσας οὖν ὁ νέος ἤρξατο κλαίειν σφοδρῶς· οὐ γὰρ ἠνείχετο τὴν μοναδικὴν πολιτείαν καταλιπεῖν καὶ εἰς τὸν κόσμον αὖθις ἀνθυποστρέψαι.

Πολὺς τοίνυν ἐγίνετο τὴν παράκλησιν δεόμενος τοῦ πατρὸς καὶ συγχωρηθῆναι ἀξιῶν ὡς οὐκέτι πλημμελῶς διάξων, ἀλλὰ μοναχικῶς βιωσόμενος. Παραδίδωσιν οὖν αὐτὸν ὁ μέγας Ψενάμμωνί τινι μοναχῷ, ἀνδρὶ καλῷ τε καὶ ἀγαθῷ· παρ’ ᾧ παιδευόμενός τε καὶ νουθετούμενος, τοιοῦτος ἐγεγόνει καὶ εἰς τοσαύτην ἐληλύθει ἐπίδοσιν ἀρετῆς ὥστε, καθημένων ποτὲ τῶν ἀδελφῶν, εἰπεῖν πρὸς αὐτοὺς τὸν Παχώμιον ὅτι· «Ἔστι τις ἐν ἡμῖν μοναχὸς οἷον ἐξ ὅτου γέγονα μοναχὸς οὐκ εἶδον ἐγώ· ὥσπερ γὰρ ἔριον λευκόν, ἐὰν πορφύρᾳ βαφῇ, ἀνεξάλειπτον ἔχει τὸ τῆς βαφῆς χρῶμα παντάπασιν, οὕτως καὶ ἡ τούτου ψυχή, τὴν ἀπὸ τοῦ ἁγίου πνεύματος βαφὴν δεξαμένη, ἀναλλοίωτος ἀπὸ τῆς ἀγαθῆς ἕξεως διαμένει· κἂν ἐπαινέσῃς αὐτόν, οὐ διαχυθήσεται· κἂν ψέξῃς, οὐκ ἀνιαθήσεται· ἀλλ’ ὁ αὐτός ἐστιν ἀεὶ μεταβολὴν μὴ δεχόμενος.» Τοῦ δὲ Θεοδώρου εἰπόντος· «Δεῖξον ἡμῖν τουτονί· μὴ Πετρωνίου καὶ Κορνηλίου μείζων ἐστίν;» ἀπεκρίθη ὁ μέγας πρὸς αὐτόν· «Τί ἄλλους καταλέγεις; Σοῦ αὐτοῦ μείζων. ἐκεῖνος. Κατὰ μὲν γὰρ ἡλικίαν καὶ ἄσκησιν πατέρες αὐτοῦ εἶναι δοκεῖτε· κατὰ δὲ τὴν βαθυτάτην ταπείνωσιν καὶ τὴν καθαρωτάτην συνείδησιν, ὑμῶν ἐκεῖνος προέχων ἐστί. Καὶ ὑμεῖς μὲν τὸν θῆρα τὸν ὑμῖν πολεμοῦντα τοῖς ποσὶν ὑμῶν δήσαντες ὑπεθήκατε· κἂν ἀμελήσητε, λυθεὶς ἐπανασταίη πάλιν ὑμῖν. Σιλβανὸς δὲ τελέως αὐτὸν κατειργάσατο καὶ ἀπώλεσεν.»

Ἐτῶν δὲ διαγενομένων ἑπτὰ ἐξ ὅτου Σιλβανὸς πρὸς τὴν ἀμείνω μετέβαλε πολιτείαν, ἐν τοιαύτῃ καταστάσει πρὸς Κύριον ἐξεδήμησε, πολλὴν μάλα τῷ Παχωμίῳ ἐπὶ τῇ τελειώσει αὐτοῦ τὴν εὐφροσύνην καταλιπών.