Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχώμιου (Γ΄)

Παχώμιος ὁ Μέγας

Συγκρούσεις με δαιμονικές δυνάμεις, πνευματικά χαρίσματα και θαύματα

Ο διάλογος του Παχωμίου με το δαιμόνιο της κενοδοξίας, η λήψη του χαρίσματος των γλωσσών, θαυματουργικά περιστατικά, καθώς και συμβουλές για την αποφυγή της υπερηφάνειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 7 από 13

117. Ἐγένετό ποτε τὸν μακάριον Παχώμιον καὶ Θεόδωρον τὸν ποθούμενον αὐτῷ περιπατοῦντας ἐν τῇ μονῇ τὴν νύκτα, ἄφνω ἰδεῖν αὐτοὺς ἀπὸ μήκοθεν φαντασίαν τινὰ μεγάλην καὶ ἀπάτης γέμουσαν πολλῆς. Ἦν δὲ τὸ φαινόμενον γυναικὸς σχῆμα κάλλος ἔχουσα ἀνεκλάλητον, ὡς μὴ δύνασθαί τινα μήτε τὸ κάλλος μήτε τὸ σχῆμα μήτε τὴν θέαν τῆς προσούσης αὐτῇ φαντασίας διηγήσασθαι· ὡς τὸν Θεόδωρον, τὴν φαντασίαν ἐκείνην ἰδόντα, πάνυ ταραχθῆναι καὶ ἀλλοιοῦσθαι τῷ προσώπῳ. Ὃν θεασάμενος ὁ μέγας οὕτως δειλιάσαντα, ἔλεγεν αὐτῷ· «Θάρσει ἐν Κυρίῳ, Θεόδωρε, καὶ μὴ ἀγωνιάσῃς.» Καὶ ἤρξαντο ἀμφότεροι εὔχεσθαι πρὸς τὸ ἀπελαθῆναι ἀπ’ αὐτῶν τὴν ἔκπληκτον φαντασίαν ἐκείνην. Εὐχομένων δὲ αὐτῶν, μᾶλλον θαρσαλεώτερον προσῄει αὐτοῖς ἀναιδευομένη. Ἐγγιζούσης δὲ αὐτῆς καὶ τοῦ πλήθους τῶν δαιμόνων προτρεχόντων ἔμπροσθεν αὐτῆς, καὶ τῆς εὐχῆς αὐτῶν μὴ ἀποστρεψάσης αὐτήν, ἐλθοῦσα πρὸς αὐτοὺς λέγει αὐτοῖς· «Τί μάτην κοπιᾶτε; Οὐ δύνασθε ἄρτι κατ’ ἐμοῦ ποιεῖν οὐδέν, διότι ἐξουσίαν ἔλαβον παρὰ τοῦ παντοκράτορος Θεοῦ πειράσαι οὓς θέλω. Πολὺν γὰρ ἔχω χρόνον αἰτουμένη τοῦτο παρ’ αὐτοῦ.» Εἶπε δὲ ὁ ἅγιος Παχώμιος· «Σὺ γὰρ τίς εἶ καὶ πόθεν καὶ τίνα ἦλθες πειράσαι;»

Ἀπεκρίθη ἐκείνη καὶ εἶπεν· «Ἐγώ εἰμι ἡ θυγάτηρ τοῦ διαβόλου, ἡ πᾶσα δύναμις αὐτοῦ ὑπάρχουσα· ἐμοὶ γὰρ πᾶσα φάλαξ δαιμονικὴ δουλεύει· ἐγὼ γάρ εἰμι ἡ τοὺς ἁγίους φωστῆρας εἰς γῆν καταφέρουσα· ἐγώ εἰμι ἡ σκυλεύσασα τὸν Ἰούδαν ἐκ τῆς ἀποστολικῆς περιβολῆς.

Πρὸς σὲ οὖν, Παχώμιε, ἔλαβον ἐξουσίαν τοῦ πολεμῆσαί σε· οὐκ ἠδυνήθην γὰρ στέρξαι τῶν δαιμόνων τὸν ὀνειδισμόν, ὅτι οὐδεὶς οὕτως ἐξενεύρωσέ μέ ποτε ὥσπερ σύ. Παιδίοις γὰρ καὶ γηραιοῦσι καὶ τοῖς νέοις πάντας μοι παρεσκεύασας· συνάξας γὰρ κατ’ ἐμοῦ τοσοῦτον πλῆθος καὶ πολίσας τὴν ἔρημον, τεῖχος ἀρραγὲς τὸν φόβον τοῦ Θεοῦ περιέθηκας αὐτοῖς κύκλῳ, ὡς μὴ δύνασθαι λοιπὸν τοὺς ἡμετέρους ὑπουργοὺς ἐγγίζειν τινὶ ὑμῶν. Πάντα δὲ ταῦτα συνέβη μοι διὰ τὸν ἐνανθρωπήσαντα Κύριον· αὐτὸς γὰρ δέδωκεν ὑμῖν ἐξουσίαν καταπατεῖν τὴν δύναμιν ἡμῶν καὶ ἐμπαίζειν ἡμῖν.» 118. Λέγει αὐτῇ ὁ ἅγιος Παχώμιος· «Ἐμὲ οὖν μόνον ἦλθες πειράσαι, ὡς λέγεις, ἢ καὶ ἄλλους;» Εἶπεν δὲ αὐτῷ ἐκείνη ὅτι· «Καὶ σὲ καὶ τοὺς κατὰ σὲ πάντας.» Εἶπεν αὐτῇ ὁ Παχώμιος· «Οὐκοῦν καὶ Θεόδωρον καὶ τοὺς λοιπούς;» —«Καὶ πρὸς Θεόδωρον καὶ τοὺς λοιποὺς ἔλαβον τὴν ἐξουσίαν· ἀλλ’ οὐ δύναμαι ὑμῖν ἐγγίζειν τὸ σύνολον.» Εἶπεν αὐτῇ· «Διὰ τί οὐ δύνῃ ἐγγίζειν ἡμῖν, εἰ ἔλαβες τὴν ἐξουσίαν ὡς λέγεις;» Εἶπεν ἐκείνη· «Τὴν μὲν ἐξουσίαν ἔλαβον· ἐὰν δὲ πολεμήσω ὑμᾶς, αἰτία ὑμῖν γένωμαι ὠφελείας μᾶλλον ἤπερ βλάβης· καὶ μάλιστα σοί, Παχώμιε, ὅτι κατηξιώθης τοῖς σωματικοῖς ὀφθαλμοῖς θεατὴς γενέσθαι τῆς δόξης τοῦ Θεοῦ. Ἀλλ’ οὐκ εἰς τὸν αἰῶνα ζήσεσθε τοῖς ὑφ’ ὑμῶν νῦν διὰ τῶν εὐχῶν φυλαττομένοις.

Ἔσται γὰρ καιρὸς μετὰ τὸν θάνατον ὑμῶν τῶν νῦν φρουρούντων αὐτοὺς ἀπ’ ἐμοῦ, ἐν ᾧ μέλλω χορεύειν ἐπ’ αὐτούς. Ὑμεῖς γὰρ ἐποιήσατε καταπατεῖσθαί με νῦν ὑπ’ αὐτῶν.» Λέγει αὐτῇ ὁ μέγας· «Πόθεν γὰρ σὺ οἶδας ὅτι οἱ μεθ’ ἡμᾶς οὐκ ἔσονται μᾶλλον γνησίως ὑπὲρ ἡμᾶς δουλεύοντες τῷ Κυρίῳ πρὸς τὸ δύνασθαι αὐτοὺς ἀσφαλίσασθαι τοὺς τότε τῷ τοῦ Θεοῦ φόβῳ;» Ἡ δὲ εἶπεν· «Γινώσκω ὅτι ῥᾴθυμοι ἔσονται καὶ καταφρονηταί.

Καὶ τότε καιρὸν ἕξω ἐγὼ ἐν αὐτοῖς.» Λέγει αὐτῇ ὁ μέγας Παχώμιος· «Ψεύδῃ κατὰ τῆς ἀνοσίας σου κεφαλῆς, μήτε ὅλως προγνωστικὸν ἔχουσα· Θεῷ γὰρ μόνῳ τὸ προγνωστικὸν ἕπεται· σὺ δὲ τοῦ ψεύδους ἄρχεις.» Ἡ δὲ ἀποκριθεῖσα εἶπεν αὐτῷ· «Κατὰ τὸν σὸν λόγον, κατὰ πρόγνωσιν οὐδὲν ἐπίσταμαι· Θεοῦ γὰρ μόνου ἴδιον τὸ προγνῶναι. Κατὰ στοχασμὸν δέ τινα εἶπόν σοι ὅτι οἶδα.» Λέγει αὐτῇ· «Πᾶς στοχασμὸς ἀβέβαιος· σὺ οὖν πῶς στοχάζῃ;» Εἶπεν αὐτῷ ἐκείνη· «Ἐκ τῶν ἤδη προβάντων τὰ μηδέπω γενόμενα στοχάζομαι.» Εἶπεν αὐτῇ ὁ μακάριος· «Πῶς δύναται τοῦτο γενέσθαι, τὸ μηδέπω ἐνθυμηθὲν ἢ λεχθὲν ἢ πραχθέν;» Ἡ δὲ εἶπεν· «Ἔγνων ὅτι ἐπὶ παντὸς πράγματος ἡ ἀρχὴ διατεταμένῳ πόθῳ πρὸς τὰ σπουδαζόμενα ἔχει τὴν ἕδραν, μάλιστα ἐπὶ θείας φυτείας καὶ οὐρανίου κλήσεως, ἥτις θελήματι Θεοῦ βεβαιοῦται, τέρασί τε καὶ σημείοις καὶ ποικίλαις δυνάμεσι τοὺς μετερχομένους αὐτὴν ἀσφαλιζομένη· παλαιουμένη δὲ καὶ γηράσκουσα ἡ ἀρχὴ τῆς μὲν αὐξήσεως ἀποπίπτει, ἀποπίπτουσα δὲ τῆς αὐξήσεως ἢ χρόνῳ ἀναλίσκεται ἢ νόσῳ μαραίνεται ἢ καταφρονήσει ἀμβλύνεται.» 119. Εἶπεν δὲ αὐτῇ Παχώμιος· «Τί οὖν, ὡς σὺ φής, τοὺς μεγάλους ἦλθες πειράσαι καὶ οὐχὶ πάντας τοὺς ἀδελφούς, εἴπερ, ὡς λέγεις, ἴδιόν σου ἔργον ἐστὶν ἀπώλεια ψυχῆς καὶ ὑπερβάλλεις πάντας εἰς κακίαν τοὺς δαίμονας καὶ τοσοῦτον ἰσχύεις ὥστε δύνασθαί σε ...;»

Ἀποκριθεῖσα δὲ εἶπεν αὐτῷ· «Φθάσασα εἶπόν σοι· ἀφ’ οὗ ἡ παντοκρατορικὴ δύναμις τοῦ σωτῆρος ἐπὶ γῆς ἐφάνη, ἐξενευρώθημεν ἡμεῖς, ὥστε ἡμᾶς ὡς στρουθίον ἐμπαίζεσθαι παρὰ τῶν θελόντων δουλεύειν τῷ Κυρίῳ καὶ καταπατεῖσθαι ὑπὸ τῶν πνευματοφόρων ἀνδρῶν. Ἀλλ’ εἰ καὶ ἄτονοι γεγόναμεν παρ’ αὐτοῦ, οὐκ ἀργοῦμεν τῆς ἐνεργείας ἡμῶν· ἀλλ’ οὔτε ἡσυχάζομεν τοῦ ἀντικεῖσθαι ὑμῖν, διότι ἡ φύσις ἡμῶν ἄϋπνός ἐστι. Σπείρομεν οὖν τὴν ἰδίαν κακίαν εἰς τὴν ψυχὴν τοῦ ἀνταγωνιστοῦ. Μάλιστα ἐὰν ἴδωμεν ὅτι ὑποδέχεται, πλέον ὑποκαίομεν αὐτῷ τὰς ἰδίας ἐπιθυμίας, καὶ λοιπὸν ὡς δυνατοὶ καὶ παλαμναῖοι ἐπιβαίνομεν αὐτῷ. Ἐὰν δὲ μὴ θελήσῃ ὑποδέξασθαι ἡμῶν τὸν σπόρον μηδὲ τὰ παρ’ ἡμῶν ὑποβαλλόμενα αὐτῷ ἡδέως καταδέξασθαι τῇ πρὸς τὸν Θεὸν πίστει αὐτοῦ καὶ τῷ νηφαλέῳ τοῦ νοὸς αὐτοῦ, ὡς καπνὸς εἰς ἀέρα διαλυόμενος οὕτως ἐσόμεθα αὐτῷ. Διὰ τοῦτο πρὸς πάντας οὐ δύναμαι πολεμῆσαι διὰ τὸ μὴ πάντας τὴν τελειότητα ἔχειν. Εἰ γὰρ συνεχωρούμην πρὸς πάντας πολεμῆσαι, πολλοὺς ἐπερειδομένους τῇ σῇ σκέπῃ ἐξηπάτησα ἄν.» Τότε ὁ μακάριος ἐνεφύσησεν αὐτῇ εἰπών· «Ὢ τῆς ἀκοιμήτου ὑμῶν κακίας· οὐ παύεσθε γὰρ κατὰ τοῦ γένους τῶν ἀνθρώπων μαινόμενοι, ἕως ἂν ἡ θεία καὶ ἄχραντος χάρις τοῦ Θεοῦ ἀναλώσῃ ὑμᾶς.» Ταῦτα εἰπὼν αὐτῇ ὁ ἅγιος γέρων Παχώμιος ἐπέτρεψεν ἀπελθεῖν αὐτήν, ἐπιτιμήσας καὶ παραγγείλας αὐτῇ μηδ’ ὅλως ἐγγίσαι τῇ μονῇ αὐτοῦ.

Πρωΐας δὲ γεναμένης καλέσας πάντας τοὺς μεγάλους γέροντας, ἀπήγγειλεν αὐτοῖς πάντα ὅσα ἤκουσε καὶ εἶδε παρὰ τοῦ ὀλεθρίου δαίμονος. Ἀπέστειλε δὲ καὶ πρὸς τοὺς ἐν ταῖς ἄλλαις μοναῖς μεγάλους ὑπάρχοντας γέροντας, ἀσφαλιζόμενος αὐτοὺς δι’ ὧν ἀπέστειλε γραμμάτων προσμένειν τῷ φόβῳ τοῦ Θεοῦ καὶ τὴν ὑπόθεσιν τῆς ὀπτασίας γνωρίσας αὐτοῖς.

120. Ἐγένετο δὲ τὸν μακάριον ἄνδρα τοῦτον Παχώμιον ἐν τοῖς κελλίοις τῆς μονῆς περιερχόμενον ἐπισκέπτεσθαι τοὺς ἀδελφοὺς καὶ ἐπανορθοῦσθαι ἑκάστου τὰ νοήματα. Παρέβαλε δὲ καὶ πρός τινα ἀδελφὸν Ῥωμαῖον τῷ γένει ἀπὸ μεγάλου ἀξιώματος τυγχάνοντα, εἰδότα δὲ καὶ τὴν ἑλληνικὴν διάλεκτον καλῶς.

Ἐλθὼν οὖν ἐπὶ τὸ νουθετῆσαι αὐτὸν τὰ πρὸς ὠφέλειαν καὶ γνῶναι τῆς καρδίας αὐτοῦ τὰ κινήματα, αἰγυπτιστὶ ἐλάλει αὐτῷ. Οὐκ ἐγίνωσκε δὲ ὁ ἀδελφὸς τί ἐλάλει ὁ μέγας, διὰ τὸ Ῥωμαῖον αὐτὸν ὑπάρχειν· οὐδὲ ὁ μέγας πάλιν ᾔδει τί ἔλεγεν ὁ Ῥωμαῖος, διὰ τὸ μὴ ἑλληνιστὶ εἰδέναι τὸν μακάριον Παχώμιον. Ἠναγκάσθη οὖν ὁ μέγας καλέσαι ἀδελφὸν τὸν δυνάμενον ἑρμηνεῦσαι τὰ παρ’ ἀμφοτέρων λεγόμενα. Ἐλθόντος οὖν τοῦ ἀδελφοῦ ἐπὶ τὸ ἑρμηνεῦσαι, οὐκ ἐβούλετο ὁ Ῥωμαῖος δι’ ἑτέρου ἐξειπεῖν τὰ τῆς καρδίας αὐτοῦ πλημμελήματα, καὶ εἶπε· «Τῷ μεγάλῳ τὰ τῆς καρδίας μου δι’ ἐμαυτοῦ καὶ οὐ δι’ ἑτέρου ἐξειπεῖν βούλομαι πλημμελήματα, ἀλλ’ οὔτε ἀκοῦσαι αὐτά τινα εἰ μὴ τὸν μέγαν.» Ἀκούσας δὲ ταῦτα, ἐκέλευσεν ἀναχωρῆσαι τὸν ἑρμηνεύοντα ἀδελφόν. Μὴ δυνάμενος δὲ ὁ ἅγιος γέρων διαλεχθῆναι αὐτῷ διὰ τὸ μὴ εἰδέναι παντελῶς αὐτὸν ἑλληνιστί, νεύει αὐτῷ τῇ χειρὶ προσμεῖναι ἕως οὗ ἔλθῃ πρὸς αὐτόν. Καταλείψας οὖν αὐτὸν ὁ μακάριος ἀπῆλθε προσεύξασθαι καθ’ ἑαυτόν. Καὶ ἐκτείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν προσηύξατο πρὸς τὸν Θεὸν λέγων· «Κύριε παντοκράτωρ, εἰ οὐ δύναμαι ὠφελῆσαι τοὺς ἀνθρώπους οὓς ἀποστέλλεις πρός με ἀπὸ τῶν περάτων τῆς γῆς διὰ τὸ ἀγνοεῖν με τὰς γλώσσας αὐτῶν, τίς χρεία παραγίνεσθαι αὐτοὺς ἐνταῦθα διὰ τῆς χάριτός σου καὶ τῆς νουθεσίας ἐμοῦ τοῦ ἁμαρτωλοῦ;

Δός μοι, δέσποτα παντοκράτωρ ἀγαθέ, πρὸς διόρθωσιν τῶν ψυχῶν αὐτῶν εἰδέναι με τὰς γλώσσας αὐτῶν.» Ἐγένετο δὲ ἐπὶ ὥρας τρεῖς προσευχομένου αὐτοῦ καὶ πολλὰ παρακαλέσαντος τὸν Θεὸν περὶ τούτου, ἄφνω ἐκ τοῦ οὐρανοῦ κατεπέμφθη ἐν τῇ χειρὶ αὐτοῦ τῇ δεξιᾷ ὡς ἐπιστόλιον χαρτίον γεγραμμένον· καὶ ἀναγνοὺς αὐτὸ ἔμαθε παραχρῆμα πασῶν τῶν γλωσσῶν τὰς λαλιάς.

Καὶ δόξαν ἀναπέμψας τῷ Κυρίῳ, ἔρχεται πρὸς τὸν ἀδελφὸν ἐκεῖνον τὸν Ῥωμαῖον. Καὶ ἤρξατο αὐτῷ διαλέγεσθαι καὶ ἑλληνιστὶ καὶ ῥωμαϊστὶ ἀπταίστως, ὡς ἀκούσαντα τὸν ἀδελφὸν λέγειν τῷ μεγάλῳ ὅτι· «Πάντας ὑπερβάλλεις τῇ διαλέκτῳ.» Διορθωσάμενος οὖν αὐτὸν ὡς ἔδει καὶ ὑπὲρ τῶν πλημμεληθέντων αὐτῷ προσευξάμενος καὶ μετάνοιαν τὴν προσήκουσαν αὐτῷ ὁρίσας, παραθέμενος αὐτὸν τῷ Κυρίῳ ἐξῆλθεν ἀπ’ αὐτοῦ.

121. Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον ἐξελθεῖν εἰς ἐπίσκεψιν τὸν μακάριον τῶν λοιπῶν μονῶν. Καὶ παραβαλὼν ἐν τῇ μονῇ τῇ λεγομένῃ Μουνχούσεως, εἰσῄει ἐν αὐτῇ. Ἐν δὲ τῷ μέσῳ τῆς μονῆς ἵστατο συκῆ μεγάλη, ἐν ᾗ συκῇ τινα τῶν παιδίων εἰώθει λαθραίως ἀνέρχεσθαι καὶ τίλλειν ἐξ αὐτῆς σῦκα καὶ ἐσθίειν.

Εἰσελθὼν οὖν ὁ μέγας καὶ ἐγγίσας τῇ συκῇ ὁρᾷ ἐν αὐτῇ ἀκάθαρτον πνεῦμα καθήμενον· καὶ εὐθέως ἔγνω τῷ πνεύματι ὅτι τῆς γαστριμαργίας ἐστὶν ὁ δαίμων καὶ ὅτι αὐτός ἐστιν ὁ ἀπατῶν τὰ παιδία. Καλεῖ οὖν τὸν κηπουρὸν καὶ λέγει αὐτῷ· «Ἀδελφέ, κόψον τὴν συκῆν ταύτην, ὅτι σκάνδαλόν ἐστι τοῖς τὴν γνώμην μὴ ἔχουσιν ἑδραίαν καὶ ὅτι ἀπρεπὲς πρᾶγμά ἐστιν ἵνα αὕτη ἵσταται ἐν μέσῳ τῆς μονῆς.» Ὁ δὲ κηπουρὸς ἀκούσας ἐλυπήθη σφόδρα.

122. Ἰωνᾶς δὲ ἐλέγετο ὁ κηπουρός, ὀγδοηκοστὸν πέμπτον ἄγων ἔτος ἐν τῷ μοναστηρίῳ πάνυ σεμνὸν βίον ἀσκήσας. Καὶ μόνος ἔχων πασῶν τῶν ὀπωρῶν τὴν ἐξουσίαν καὶ αὐτὸς μόνος τὰ κάρπιμα δένδρα φυτεύσας τῆς μονῆς, οὐδέποτε ἐν τοῖς τοσούτοις ἔτεσιν ἕως τῆς τελευτῆς αὐτοῦ ἐγεύσατο ὀπώρας οἱασδήποτε τὸ καθόλου, πάντων τῶν ἀδελφῶν καὶ ξένων καὶ τῶν πέριξ οἰκούντων εἰς πλησμονὴν ἐσθιόντων τῷ καιρῷ τῆς ὀπώρας. Εἶχε δὲ ὁ ἀδελφὸς ἐκεῖνος τὸ ἔνδυμα τοιοῦτον· τρεῖς μηλωτὰς συνάψας, εἰς πᾶσαν τοῦ σώματος περιβολὴν αὐταῖς ἠρκεῖτο. Οὔποτε δὲ περιεβάλλετο στρῶμα χειμῶνος ὥρας ἢ θέρους. Οὐδὲ ᾔδει τί ἐστιν ἀνάπαυσις σώματος ἀπὸ τῆς συνεχοῦς ἐργασίας αὐτοῦ, διὰ τὸ προθύμως ἑαυτῷ ἐπιτάττειν εἰς τὸ ἔργον. Ἀλλ’ οὔτε ἑψημένου ἤσθιέν ποτε οὔτε ὀσπρέου οὔτε λαχάνου οὔτε ἄλλου τινὸς ἑψητοῦ, πλὴν ἄρτου καὶ ὄξους μετὰ λαχάνων λεπτῶν ὠμῶν εἰς ὅλην τὴν ζωὴν αὐτοῦ. Καὶ οἱ ἀδελφοὶ πάντες διεβεβαιοῦντο περὶ αὐτοῦ λέγοντες ὅτι οὐδὲ τὸν οἶκον τοῦ νοσοκομείου ᾔδει ὁποῖός ἐστιν οὐδὲ τί ἐσθίουσιν οἱ κακούμενοι ἀδελφοί. Πρὸς δὲ τούτοις πᾶσιν οὐδέποτε ἐπὶ νώτου ἐκοιμήθη ἕως βίου ζωῆς αὐτοῦ· ἀλλ’ ἡμέρας μὲν ἠργάζετο εἰς τοὺς κήπους, περὶ δὲ τὴν δύσιν τοῦ ἡλίου μεταλαβὼν τροφῆς εἰσῄει εἰς τὸ κελλίον αὐτοῦ καὶ καθήμενος ἐπὶ δίφρου εἰς μέσην τῆς κέλλης αὐτοῦ ἔπλεκε σχοινία, ἕως ὅτου ἔκρουσεν εἰς τὴν νυκτερινὴν σύναξιν.

Καὶ οὕτως εἰ συνέβη αὐτὸν ἁρπάσαι ὀλίγου ὕπνου διὰ τὴν τῆς φύσεως ἀνάγκην, καθήμενος καὶ ἐν χερσὶν ἔχων τὰ πλεκόμενα σχοινία οὕτως ἐκοιμᾶτο. Οὐχ ἅπτων δὲ φῶς ἔπλεκεν ταῦτα, ἀλλ’ ἐν τῇ σκοτίᾳ καθήμενος καὶ ἀποστηθίζων τὰς γραφάς. Ἕνα δὲ λεβίτωνα εἶχε μόνον ὃν ἐφόρει ὅταν ἤμελλε μεταλαμβάνειν τῶν θείων μυστηρίων, καὶ εὐθέως ἀπετίθετο αὐτόν, καθαρὸν αὐτὸν διατηρήσας ἐν τοῖς ὀγδοηκονταπέντε ἔτεσι. Καὶ ἄλλα δὲ πολλὰ ἦν τὰ ἐπαίνων ἄξια ἃ ἐποίει ὁ μακάριος γέρων ἐκεῖνος, ἅπερ οὐ κατετάξαμεν τῇδε τῇ διηγήσει, ἵνα μὴ εἰς μῆκος ἄπειρον τὸν λόγον ἐκτείνωμεν.

123. Τοῦτον κατελάβομεν ζῶντα ἡμεῖς οἱ συγγραψάμενοι ταῦτα πρὸς οἰκοδομὴν τῶν ἐντυγχανόντων καὶ ἔγνωμεν αὐτὸν καινοτέρῳ τρόπῳ κοιμηθέντα ἐν Χριστῷ. Καθήμενος γὰρ ἐπὶ τοῦ δίφρου αὐτοῦ καὶ πλέκων τὰ σχοινία κατὰ τὸ ἔθος τετελεύτηκεν, ὡς εὑρεθῆναι τὰ σχοινία ἐν ταῖς χερσὶν αὐτοῦ. Οὐκ ἄφνω δὲ ἐτελεύτησεν ὁ ἅγιος οὗτος ἀνήρ, ἀλλὰ τοῦ Θεοῦ οἰκονομήσαντος οὕτως· ἐνόσησεν καθὼς πάντες οἱ ἄνθρωποι καὶ οὐκ ἐπείσθη ἀπελθεῖν εἰς τὸν τῶν νοσερῶν τόπον, διὰ τὸ μὴ θέλειν αὐτὸν ὑπηρετεῖσθαι παρά τινος καθὼς καὶ οἱ λοιποὶ μηδὲ γεύσασθαί τι τῶν βρωμάτων ὧν ἤσθιον οἱ κακούμενοι ἀδελφοί. Οὔτε μὴν ἐπὶ τοῦ νώτου ἐκοιμήθη κακούμενος, οὔτε δὲ συνεχώρησε καθημένου αὐτοῦ συνήθως ἐπὶ τοῦ δίφρου ὑποβληθῆναί τι ὑποκάτω αὐτοῦ τὸ δυνάμενον ἐν τῇ ἁπαλότητι ἀναπαῦσαι αὐτόν, ἀλλ’ οὐδὲ παραστῆναί τινα εἴασε τελευτῶντος αὐτοῦ· ἀμέλει καὶ κατέχων τὸ ἔργον τῶν σχοινίων ὧνπερ ἔπλεκεν, οὕτως ἀνεπαύσατο.

Θαυμαστὸν δέ ἐστιν ἀκοῦσαι πῶς ἐθάψαμεν αὐτόν· τῶν γὰρ ποδῶν αὐτοῦ μὴ δυνηθέντων ἁπλωθῆναι διὰ τὸ ἀποξυλωθῆναι αὐτούς, μηδὲ τῶν χειρῶν αὐτοῦ δυναμένων προσκολληθῆναι τῷ σώματι αὐτοῦ, μήτε δύνασθαι αὐτὸν ἀποδυθῆναι τοῦ δερματίνου χιτῶνος, ἕνεκεν τούτου ἠναγκάσθημεν ἐντυλίξαι αὐτὸν ὡς φορτίον καὶ οὕτως θάψαι.

124. Πρὸς τοῦτον παραγενόμενος ὁ ἅγιος Παχώμιος, ἔτι ζῶντος αὐτοῦ, εἶπεν αὐτῷ· «Κόψον τὴν συκῆν» περὶ ἧς ἀνωτέρω ἐμνημονεύσαμεν. Ἀκούσας δὲ εἶπεν τῷ μεγάλῳ· «Μηδαμῶς, ὦ πάτερ, ὅτι πλῆθος καρπῶν εἰώθαμεν ἐκ τῆς συκῆς ταύτης ἐκλέγεσθαι τοῖς ἀδελφοῖς.» Ἰδὼν δὲ ὁ μακάριος ὅτι ἐλυπήθη ἐπὶ τούτῳ, οὐκ ἠβουλήθη ἀναγκάσαι αὐτὸν ἐπὶ πλεῖον, ἵνα μὴ περισσοτέρως λυπηθῇ· ᾔδει γὰρ τὸν ἄνδρα καὶ τὸν βίον αὐτοῦ μέγαν καὶ θαυμαστὸν ὑπάρχοντα μικροῖς τε καὶ μεγάλοις. Ἐγένετο δὲ τῇ ἐπαύριον καὶ ἰδοὺ ἡ συκῆ ἐκείνη ἐξηράνθη, ὡς μήτε φύλλον εὐθαλὲς μήτε καρπὸν εὑρεθῆναι ἐν αὐτῇ. Τοῦτο οὖν ἑωρακὼς ὁ μακάριος Ἰωνᾶς ἐλυπήθη μεγάλως, οὐ διὰ τὴν συκῆν, ἀλλὰ διὰ τὴν παρακοήν, ὅτι εἰπόντος τοῦ μεγάλου, εὐθέως οὐκ ἔκοψεν αὐτήν.

125. ᾨκοδόμησεν ὁ μακάριος Παχώμιος εὐκτήριον ἐν τῷ μοναστηρίῳ αὐτοῦ καὶ ἐποίησεν αὐτῷ στοὰς καὶ στύλους διὰ πλίνθων, καὶ πάνυ ἐφιλοκάλησεν αὐτόν. Ἐτέρφθη δὲ ἐπὶ τῷ ἔργῳ αὐτοῦ ὅτι καλῶς ᾠκοδόμησεν αὐτό. Εἰς ἑαυτὸν δὲ γενόμενος διελογίσατο ὅτι ἐκ διαβολικῆς ἐνεργείας γέγονε τὸ θαυμάσαι αὐτὸν ἐπὶ τῇ ὡραιότητι αὐτοῦ. Λαβὼν οὖν σχοινία καὶ δήσας τοὺς στύλους, ἐποίησεν εὐχὴν παρ’ ἑαυτῷ καὶ καλέσας τοῖς ἀδελφοῖς ἐκέλευσεν ἕλκειν τὰ σχοινία· καὶ ἔκλινε πάντας τοὺς στύλους ὥστε σκαμβοὺς αὐτοὺς ἀπομεῖναι. Καὶ λέγει πρὸς τοὺς ἀδελφούς· «Δέομαι ὑμῶν, ἀδελφοί, μὴ βιάζεσθε ἐπὶ τὸ καλλωπίζειν τὸ ἔργον τῶν χειρῶν ὑμῶν, ἀλλὰ μᾶλλον σπουδάσατε ἵνα, εἴ τι ἐκ τῆς χάριτος τοῦ Χριστοῦ καὶ τῆς δωρεᾶς αὐτοῦ γένηται ἐν τῷ ἔργῳ ἑνὸς ἑκάστου ὑμῶν, μὴ πρὸς τοῦ ἔργου τὸν ἔπαινον ὁ νοῦς ὀλισθήσας θήραμα γένηται τῷ διαβόλῳ. Ὅλως γὰρ οὐ δεῖ προσέχειν ἡμᾶς ὡραιότητι καὶ κάλλει τοῦ αἰῶνος τούτου, ἀλλὰ ἀσφαλίζεσθαι τοὺς ὀφθαλμοὺς περιορᾶν καὶ βρώματος καλοῦ καὶ ἐνδύματος καὶ κελλίου χρησίμου καὶ ἕως βιβλίου τερπνοῦ ἔξωθεν. Τὸ γὰρ κάλλος τοῦ πιστοῦ αἱ ἐντολαὶ τοῦ Θεοῦ εἰσιν, ὡς ἐν τῷ ψαλμῷ λέγει· «Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν.»

Καὶ γὰρ ὁ Ἰωσήφ, κἂν ἦν ὡραῖος τῷ εἴδει σφόδρα καὶ μετῆλθεν εἰς βασιλείαν Αἰγύπτου, ἀλλ’ οὐ προσεῖχε τούτοις ἀπολλυμένοις οὖσι καὶ ῥευστοῖς, τὴν ἁγνείαν ἔχων εἰς ὡραιότητα ἤπερ τὴν βασιλείαν. Ἕτεροι δὲ ἐν ταῖς ὡραιότησιν ἔχοντες τὴν τέρψιν ἀπώλοντο θανάτῳ πονηρῷ, ὃν τρόπον Ἀμνὼν καὶ Ἀβεσαλώμ.» 126. Αἱρετικοί τινες μονάζοντες τριχινοφόροι, ἀκούσαντες τὰ περὶ τοῦ ἁγίου Παχωμίου, παραγενόμενοι ἐν τῷ μοναστηρίῳ αὐτοῦ, εἶπον πρός τινας τῶν ἀδελφῶν ὅτι· «Ὁ πατὴρ ἡμῶν ἀπέστειλεν ἡμᾶς πρὸς τὸν μέγαν λέγων· Εἰ ἀληθῶς, καθὼς ἀκούω, ἄνθρωπος εἶ τοῦ Θεοῦ καὶ ὁ Θεός σοι ὑπακούει, δεῦρο κοινῶς διαβῶμεν τὸν ποταμὸν τοῖς ποσὶν ἡμῶν, ἵνα γνῶσι πάντες πότερος ἡμῶν μᾶλλον παρρησίαν ἔχει πρὸς τὸν Θεόν.» Ἀνήγγειλαν οὖν οἱ ἀδελφοὶ τῷ μεγάλῳ ταῦτα. Ὁ δὲ ἠγανάκτησε κατὰ τῶν ἀδελφῶν λέγων· «Ὅλως γὰρ διὰ τί κατεδέξασθε καὶ ἀκοῦσαι αὐτῶν φθεγγομένων ταῦτα; Οὐκ οἴδατε ὅτι τὰ τοιαῦτα προβλήματα ἀλλότριά εἰσι τοῦ Θεοῦ καὶ ξένα παντελῶς τῆς ὀρθῆς πίστεως καὶ τῆς ἡμετέρας πολιτείας; Ἀλλ’ οὐδὲ κοσμικοῖς τοῖς εὖ φρονοῦσιν ἴδια ταῦτα καθέστηκε. Ποῖος γὰρ νόμος Θεοῦ ἐπιτρέπει ἡμῖν ταῦτα λέγειν ἢ ποιεῖν; Τοὐναντίον δὲ διὰ τῶν εὐαγγελίων ἐντέλλεται ὁ Σωτὴρ ὅτι· «Μὴ γνώτω ἡ ἀριστερὰ τί ποιεῖ ἡ δεξιά σου.»

Οὐδὲν γὰρ ἀθλιώτερον τῆς ἀνοίας ταύτης καθέστηκε τὸ καταλεῖψαί με τὰς ἁμαρτίας μου πενθεῖν καὶ πῶς ὀφείλω φυγεῖν τὴν αἰώνιον κόλασιν, ἢ νηπιάζοντα τὰς φρένας ἐπὶ τὰ τοιαῦτα προβλήματα ἐλθεῖν.» Ἀποκριθέντες δὲ οἱ ἀδελφοὶ εἶπον αὐτῷ· «Πῶς οὖν, αἱρετικὸς ὢν καὶ ἀλλότριος τοῦ Θεοῦ ὑπάρχων, προσκαλέσασθαί σε εἰς τοιοῦτον ἐθάρσησεν;» Ὁ δὲ μακάριος εἶπεν αὐτοῖς· «Ἠδύνατο περᾶσαι τὸν ποταμὸν ὡς ἐπὶ ξηρᾶς πεζεύων κατὰ συγχώρησιν τοῦ Θεοῦ, συνεργοῦντος αὐτῷ τοῦ διαβόλου, πρὸς τὸ τὴν αἵρεσιν τῆς ἀσεβείας αὐτῶν μὴ διαλυθῆναι τῷ δράματι τῆς ἐπιχειρήσεως πίστιν τοῖς παρ’ αὐτοῦ ἀπατηθεῖσιν ἐμβάλλοντος. Ἐξελθόντες οὖν εἴπατε αὐτοῖς τοῖς τὴν τοιαύτην ἀγγελίαν ἡμῖν κομίσασιν, ὅτι· Τάδε λέγει ὁ ἄνθρωπος τοῦ Θεοῦ Παχώμιος· Ὁ ἐμὸς ἀγὼν καὶ πᾶσά μου ἡ σπουδὴ αὕτη ἐστίν, οὐ τὸ περᾶσαι τὸν ποταμὸν πεζοποροῦντα, ἀλλὰ πῶς μέλλω διαφυγεῖν τὴν κρίσιν τοῦ Θεοῦ καὶ διελθεῖν τὸν ποταμὸν ἐκεῖνον τοῦ πυρὸς τὸν ἕλκοντα ἔμπροσθεν τοῦ βήματος αὐτοῦ, ὑπερπηδᾶν δὲ τὰς τοιαύτας σατανικὰς ἐνεργείας τῇ τοῦ Κυρίου δυνάμει.»

Καὶ εἰπὼν ταῦτα παρήγγειλε τοῖς ἀδελφοῖς μὴ ἐπὶ τοῖς ἰδίοις κατορθώμασι μέγα φρονεῖν, μήτε ἐπιθυμεῖν ὀπτασίαν ἰδεῖν μήτε δαίμονας θεάσασθαι, μήτε αὐτομολεῖν τοῖς τοιούτοις πράγμασιν μηδὲ πειράζειν διὰ τῶν τοιούτων αἰτήσεων τὸ θεῖον, καθὼς λέγει ἡ γραφή· «Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.» 127. Ἠρωτήθη ποτὲ ὁ ἅγιος Παχώμιος παρά τινος ἀδελφοῦ· «Διὰ τί πρὸ μὲν τῆς ἐπιστάσεως τοῦ ἐνοχλοῦντος δαίμονος, σῶον ἔχοντες τὸ τῆς διανοίας φρόνημα, περὶ ἐγκρατείας τε καὶ σωφροσύνης καὶ τῆς λοιπῆς ἀρετῆς φιλοσοφοῦμεν· γεναμένης δὲ τῆς ὥρας τοῦ ἐπιδείξασθαι τὰ φιλοσοφούμενα, οἷον μακροθυμίαν ἐν τῇ ὥρᾳ τοῦ θυμοῦ καὶ ἀμνησικακίαν ἐν τῇ ὥρᾳ τῆς ὀργῆς καὶ ἀκενόδοξον φρόνημα ἐν καιρῷ ἐπαίνου καὶ ἄλλα ἱκανὰ τοιαῦτα, οὐχ ἱκανοῦμεν;» Πρὸς ὃν ἀποκριθεὶς ὁ μέγας εἶπεν· «Ἐπειδὴ τελείως τὴν πρακτικὴν οὐ μετερχόμεθα, διὰ τοῦτο πᾶσαν τὴν τῶν δαιμόνων ἕξιν τε καὶ μετεμπλοκὴν οὐκ ἐπιστάμεθα πρὸς τὸ δύνασθαι ἡμᾶς, τοῦ ἐνοχλοῦντος τὴν παρουσίαν ἑαυτοῦ σημαίνοντος, ὀξυτέρᾳ τῇ θεωρητικῇ δυνάμει τῆς ψυχῆς ἀποκινῆσαι τὴν περικειμένην σύγχυσιν τῶν τοιούτων λογισμῶν.

Διὰ τοῦτο γάρ, φησί, καθ’ ἑκάστην ἡμέραν τε καὶ ὥραν τῷ θεωρητικῷ μέρει τῆς ψυχῆς καθάπερ ἔλαιον ἐπιχέοντες τὸν πρὸς Θεὸν φόβον, ὃς τῆς πρακτικῆς ὢν ποιητὴς καὶ λύχνος πρὸς τὴν θεωρίαν τῶν ἐπιβαλλομένων ἡμῖν τυγχάνων, ἄσειστον μὲν τὸν νοῦν ἀπεργάζεται πρὸς ὀργὴν καὶ θυμόν, μνησικακίαν τε καὶ κενοδοξίαν καὶ εἰς κακίαν τῶν λοιπῶν αἰχμαλωτευόντων παθῶν, πατεῖν δὲ παρασκευάσει ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» 128. Ἐγένετό ποτε, καθημένου τοῦ μακαρίου Παχωμίου ἅμα καὶ ἄλλοις τῶν μεγάλων ἀδελφῶν ἐν τόπῳ τινὶ τῆς μονῆς, ἀδελφόν τινα ἐν αὐτῇ τῇ ἡμέρᾳ δύο ψιαθία ὑφάναντα, προθεῖναι αὐτὰ ἔμπροσθεν τοῦ κελλίου αὐτοῦ ἄντικρυς τοῦ τόπου εἰς ὃν μετὰ τῶν ἀδελφῶν ὁ μέγας ἐκάθητο. Τοῦτο δὲ ἐποίησε τῷ τῆς κενοδοξίας ἐπαιρόμενος λογισμῷ, οἰόμενος ἐν τούτῳ ἐπαινεθῆναι ὑπὸ τοῦ μεγάλου ἢ καὶ τῶν παριόντων ἀδελφῶν· τοῦ κανόνος ἔχοντος ἓν ψιαθίον ποιεῖν τῆς ἡμέρας, οὗτος σπουδὴν τοιαύτην ἐνεδείξατο.

Γνοὺς δὲ ὁ μακάριος Παχώμιος ὅτι τῆς κενοδοξίας ὁ δαίμων τὸν ἀδελφὸν ἐκίνησε πρὸς ἔνδειξιν ποιῆσαι, στενάξας μέγα εἶπε τοῖς καθημένοις σὺν αὐτῷ ἀδελφοῖς· «Βλέπετε τὸν ἀδελφὸν τοῦτον, ἐργασάμενον μὲν ὅλην τὴν ἡμέραν, ὅλον δὲ τὸν κόπον αὐτοῦ τῷ διαβόλῳ χαρισάμενον, μηδὲν τοῦ κόπου αὐτοῦ εἰς παραμυθίαν τῆς ἰδίας ψυχῆς αὐτοῦ ἐάσαντα, ὅτι τὴν δόξαν τῶν ἀνθρώπων ἤπερ τοῦ Θεοῦ ἠγάπησε· καὶ τῷ μὲν καμάτῳ τὸ ἄθλιον σῶμα συνέτριψε, κενὴν δὲ τὴν ψυχὴν αὐτοῦ τοῦ ἀπὸ τοῦ ἔργου μισθοῦ καθίστησιν.» Καλέσας οὖν τὸν ἀδελφὸν ἐκεῖνον ἐπετίμησε καὶ παρῄνεσε καὶ προσέταξεν αὐτῷ ἵνα, εὐχομένων τῶν ἀδελφῶν, κατέχων τὰ δύο ψιαθία, στὰς ὄπισθεν αὐτῶν, λέγῃ· «Δέομαι ὑμῶν, ἀδελφοί, εὔχεσθε ὑπὲρ τῆς ἀθλίας μου ψυχῆς, ἵνα ὁ πανοικτίρμων Θεὸς ταῖς ὑμετέραις εὐχαῖς ἐλεήσῃ αὐτήν, προκρίνασαν τὰ δύο ψιαθία ταῦτα τῆς βασιλείας αὐτοῦ.» Καὶ πάλιν γευομένων τῶν ἀδελφῶν, τὸν αὐτὸν τρόπον ἱστάμενον ἐν τῷ μέσῳ πάντων μετὰ τῶν ψιαθίων, τὰ αὐτὰ ῥήματα λέγειν ἕως ἂν ἀναστῶσιν ἐκ τῶν τραπεζῶν οἱ ἀδελφοί. Καὶ μετὰ τὸ ποιῆσαι αὐτὸν ἕκαστα, ἐκέλευσεν αὐτὸν ἐγκλεισθῆναι κατὰ μόνας ἐν κελλίῳ καὶ ἐπὶ ἑξαμηνιαίου χρόνου καθ’ ἑκάστην ἡμέραν δύο ψιαθία ποιεῖν αὐτὸν καὶ ἐσθίειν ἄρτον ξηρὸν μετὰ ἅλατος, καὶ μηδένα τῶν ἀδελφῶν συντυγχάνειν αὐτῷ τὸ σύνολον, πλὴν τοῦ κομίζοντος αὐτῷ τὸν ἄρτον.

Καὶ οὕτως διορθωθεὶς ὁ ἀδελφὸς ηὐχαρίστησε τῷ Κυρίῳ.