Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχώμιου (Γ΄)

Παχώμιος ὁ Μέγας

Υψηλές πνευματικές εμπειρίες, θεία οράματα και ποιμαντική μέριμνα

Φοβερά οράματα και πνευματικές ελλάμψεις του Παχωμίου, το χάρισμα της διάκρισης των πνευμάτων, και η λεπτομερής ποιμαντική καθοδήγηση και εκπαίδευση του Θεοδώρου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 9 από 13

136. Ποτὲ ὑφαίνοντος τοῦ μεγάλου Παχωμίου ψιαθίον ἐν Ταβεννήσει, ἦλθε παιδίον τὴν διακονίαν τῆς ἑβδομάδος ποιοῦν ἐν τῇ μονῇ. Καὶ ἰδὸν αὐτὸν ὑφαίνοντα λέγει αὐτῷ· «Οὐχ οὕτως, πάτερ, μὴ στρέφε τὸ λῶμα οὕτως, ἐπειδὴ ὁ ἀββᾶς Θεόδωρος παρέδωκεν ἡμῖν ἄλλον τύπον ὑφαίνειν.» Καὶ εὐθὺς ἀναστὰς λέγει αὐτῷ· «Ναί, δίδαξόν με τὸν τύπον.» Καὶ μετὰ τὸ διδάξαι αὐτόν, ἐκαθέσθη μετὰ χαρᾶς, καταβαλὼν ἐν τούτῳ τὸ πνεῦμα τῆς ὑπερηφανίας. Εἰ γὰρ ἦν ἔχων φρόνημα τῆς σαρκός, οὐκ ἂν ἐμέλετο αὐτῷ, ἀλλ’ ἐπετίμα τὸ παιδίον ὡς παρὰ τὰ μέτρα λαλήσαντα.

137. Ἄλλοτε δὲ πάλιν ὑφαίνων ψιαθίον ὁ μακάριος πατὴρ ἡμῶν, ὤφθη αὐτῷ δαίμων φάσκων εἶναι αὐτὸν τὸν Χριστόν. Οὐκ ἔχουσι δὲ ἐξουσίαν οἱ δαίμονες οὐ μόνον ὀφθῆναί τινι, ἀλλ’ οὐδὲ λογισμὸν κακὸν ὑποβάλλειν ἄνευ συγχωρήσεως Θεοῦ· συγχωροῦνται δὲ ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται. Ἐπεὶ οὖν εἶχεν ὁ ἅγιος τὴν διάκρισιν τοῦ πνεύματος, ὥστε διακρίνειν τὰ πονηρὰ πνεύματα ἀπὸ τῶν ἁγίων, εὐθὺς ἐλογίσατο τοῦτο ὅτι· «Τῇ ὀπτασίᾳ τῶν ἁγίων, τοῦ θεωροῦντος οἱ λογισμοὶ ἐκλείπουσι τέλεον, καὶ οὐδὲν σκοποῦσιν εἰ μὴ τὴν ἁγιότητα τοῦ ὀπτανομένου.

Ἰδοὺ βλέπω ἐγὼ τοῦτο ὅτι φρονῶ καὶ λογίζομαι· δῆλόν ἐστιν ὅτι ψεύδεται· οὐκ ἔστι τῶν ἁγίων.» Ἰδὼν δὲ ταῦτα αὐτὸν ἐνθυμούμενον ὁ δαίμων ἤρξατο περιαίρειν τοὺς λογισμοὺς αὐτοῦ. Καὶ ἀναστὰς τῇ πίστει τοῦ Χριστοῦ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ὡς ἵνα κρατήσῃ αὐτόν, ἅμα καὶ ἐκφυσῶν εἰς τὸ πρόσωπον αὐτοῦ. Καὶ εὐθὺς ὡσεὶ καπνὸς ἐξέλιπεν ἐκεῖνος.

138. Εἶχε δὲ συνήθειαν τοιαύτην ὁ Θεόδωρος ἔρχεσθαι καθ’ ἡμέραν τὰ πρὸς ὀψὲ εἰς Παβώ, μετὰ τὸ ἔργον αὐτοῦ τὸ ἐν Ταβεννήσει, ὅπως ἀκούσας τὰ λεγόμενα λόγια τῶν γραφῶν παρὰ τοῦ ἀββᾶ Παχωμίου, ἀνακάμψῃ διηγήσασθαι αὐτὰ τοῖς ἀδελφοῖς πρὶν κοιμηθῶσι· καὶ τοῦτο ἐποίει ἐπὶ πολὺν χρόνον. Ἐγένετο δὲ ἅπαξ ἐλθόντα αὐτὸν μὴ εὑρεῖν τὸν μέγαν· καὶ ἀναβὰς εἰς τὸ δῶμα ἐμελέτα τὰ ἐκμαθήματα τῆς συνάξεως αὐτοῦ τὰ ἀπὸ τῶν θείων γραφῶν· καὶ μελετῶντος, ἐσείσθη ὁ τόπος ὅπου ἦν. Καὶ διαλογιζόμενος τί ἂν εἴη τοῦτο, κατέβη εἰς τὴν σύναξιν εὔξασθαι· καὶ εἰσελθὼν οὐκ ἠδυνήθη μεῖναι ἀπὸ τοῦ φόβου τοῦ γενομένου ἐκεῖσε· καὶ ἔφριξεν ἐκ τούτου οὐκ ὀλίγα. Ἰδὼν δὲ ὅτι πλεῖον περιττεύει κατ’ αὐτοῦ ὁ φόβος, ἐξεπήδησεν ἔξω τῆς θύρας, καὶ οὐκ ᾔδει τί ἦν. Πρωῒ δὲ μετὰ τὴν σύναξιν εὗρε τὸν ἀββᾶν Παχώμιον ἐξηγούμενον ἀρχαίοις πατράσι κατ’ ἰδίαν τάδε ὅτι· «Παρ’ ὀλίγον ἀπέδωκα ἂν τὴν ψυχήν μου· νυκτὸς γὰρ ἐν τῇ συνάξει εὐχόμενος εὐχήν, παραχρῆμα εἶδον ὀπτασίαν φοβεράν· καὶ τῷ πολλῷ φόβῳ ἐγενόμην ὡς μὴ ὤν. Καὶ ἐδεήθην τοῦ Κυρίου ἵνα μείνῃ ἐν ἐμοὶ καὶ ἐν τοῖς ἀδελφοῖς ὁ φόβος οὗτος ἕως τέλους, μνησθεὶς τῶν περὶ Μωϋσέος πατέρων ὑπὸ τὸ ὄρος Σινᾶ, ὅτε ἦν τὸ πῦρ καὶ τὰ ἄλλα τὰ φοβερά. Καὶ ἔτι μου ὄντος ἐν τῇ ἀνάγκῃ, ἦλθέ τις ἔσω τολμηρῶς· καὶ ἔτυχεν ἐλέους ταχέως ἐξελθών.» Ἀπεκρίθη Θεόδωρος καὶ εἶπεν αὐτῷ· «Ἐγὼ ἤμην.

Μὴ εὑρίσκων γάρ σε ὀψέ, ἐμελέτων ἐπὶ δώματος· καὶ αὐτοῦ σαλευομένου κατέβην εὔξασθαι· καὶ μὴ δυνηθεὶς ἔφυγον ἔξω.» Καὶ ἐθαύμασαν ἀκούσαντες ταῦτα, καὶ μάλιστα ὅτι, τοῦ Κυρίου θέλοντος, ὅταν εἶδε κρυπτόν τι, οὐκ ἐδήλου αὐτοῖς, εἰ μή τί γε εἶδε φθάνοντάς τινας εἰς πίστιν, καὶ ταῦτα τοῖς δοκιμωτέροις εἰς οἰκοδομήν.

Οἱ γὰρ ἅγιοι, καὶ ὄντες ἐπὶ τῆς γῆς, ἐν οὐρανοῖς ἔχουσι τὸ πολίτευμα, καθώς φησιν ὁ ἀπόστολος. 139. Ἐπειδὴ δὲ ἦν παραδεδωκὼς παραδόσεις εἰς σύστασιν τοῦ κανόνος ἐν Ταβεννήσει, ποτὲ ἐν τῷ ἀρτοκοπείῳ ἐλάλησάν τινες, καίπερ παράδοσιν εἶχον τοῦ μὴ λαλεῖν ὅτε ἐργάζονται, ἀλλὰ μελετᾶν κατὰ τὴν ὀφείλουσαν ἐντολὴν τοῦ πατρός. Συνῆκε δὲ τοῦτο ὁ πρεσβύτης τῷ πνεύματι, μακρὰν ὤν, ὅτι παρέβησαν τὴν ἐντολήν. Καὶ παραυτίκα καλεῖ τὸν Θεόδωρον— αὐτὸς γὰρ ἦν τότε πατὴρ τῆς μονῆς—καὶ λέγει αὐτῷ· «Ἀπελθὼν εὐκαίρως ἐρεύνησον καὶ ἴδε εἰ ὡμίλησάν τινες ἐν τῷ ἀρτοκοπείῳ παρὰ τὴν ἐντολὴν ὀψέ.» Καὶ ἀνακρίνας εὗρε πολλούς, καὶ εἶπεν αὐτῷ. Ὁ δὲ σεβάσμιος γέρων λέγει ὅτι· «Νομίζουσιν ἐκεῖνοι ἀνθρώπινα εἶναι ταῦτα· κἂν περὶ ἐλαχίστου δοθῇ ἐντολή, μέγα ἐστίν. Ἑπτὰ ἡμέρας σιωπῶντες τοσοῦτον πλῆθος ἐν τῇ Ἱεριχὼ κυκλεύοντες ὑπήκουσαν τῇ ἐντολῇ· καὶ ὅτε πάλιν ἔλαβον ἐντολὴν τοῦ κράζειν, πάλιν ὑπακούσαντες ἐπλήρωσαν διὰ τοῦ ἐντειλαμένου αὐτοῖς τὰ τοῦ πνεύματος.

Ὅμως καὶ οὗτοι τηρείτωσαν ἐπὶ τὰ ἔμπροσθεν, καὶ συγχωρηθήσεται αὐτοῖς τὸ γενόμενον. Εἰ γὰρ μὴ ἦν ὠφέλιμος ἐκείνη ἡ ἐντολή, οὐκ ἂν παρηγγείλαμεν δι’ αὐτῆς.» 140. Ἐζήτησεν οὖν αὐτὸν Θεόδωρος διὰ πάθος τῆς κεφαλῆς αὐτοῦ διὰ τὸ ἀλγεῖν αὐτήν. Καὶ ἀποκριθεὶς λέγει αὐτῷ· «Νομίζεις ὅτι συμβαίνει πάθος ἢ ἕτερόν τι τοιοῦτον ἄνευ τοῦ Θεοῦ;

Διὸ βάσταζε, καὶ ὅτε θέλει, ἰᾶταί σε. Ἴδε τέως δοκιμάζει σε, ὅπως εὑρεθῇς εὐχαριστῶν αὐτῷ, ὡς ὁ τέλειος τοῦ Θεοῦ ἄνθρωπος Ἰὼβ ὑπομένων πάντα τὰ ἐπελθόντα αὐτῷ εὐλόγει τὸν Θεὸν λέγων· «Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον.» Καὶ γὰρ ὁ σταυροφόρος, κἂν μηδὲν ᾖ πάσχων, ἀρκεῖ αὐτῷ ὁ σταυρὸς καὶ ἡ ἄσκησις· καὶ ὁ πάσχων δύναται κατακείμενος εὐχαριστεῖν καὶ ἀγωνίζεσθαι καρτερίᾳ ψυχῆς καὶ ὑπομονῇ καὶ μακροθυμίᾳ· ἐπεὶ καὶ διπλοῦν ἔχει τὸν στέφανον ὁ τοιοῦτος. Καλὸν γὰρ τὸν πάσχοντα ποιῆσαι ὡς δέκα ἔτη ὑπομένοντα τὸ πάθος καὶ μὴ λέγειν ὅτι· Κεχρόνικα.» Ταῦτα οὖν ἀκούσας ὁ Θεόδωρος μᾶλλον ἐνισχύθη.

141. Ἔπεμπε δὲ αὐτὸν πολλάκις διέρχεσθαι τὰς μονὰς ἐπισκεπτόμενον. Καὶ διελάλησεν ἐν μέσῳ τῶν ἀδελφῶν λέγων ὅτι· «Ἐγὼ καὶ Θεόδωρος τὴν αὐτὴν δουλείαν τῷ Θεῷ λειτουργοῦμεν· καὶ ἔχει τὴν ἐξουσίαν καὶ αὐτὸς διατάξασθαι ὡς πατήρ. Ὑπακούετε οὖν αὐτῷ ἐν φόβῳ Θεοῦ.» Διερχομένου δὲ αὐτοῦ εἰς τὰς μονάς, οἱ ἀδελφοὶ ὁρῶντες αὐτὸν ἠγαλλιῶντο τῷ πνεύματι. Εἶχε γὰρ παρὰ Κυρίου χάριν πολλήν, ὡς προείπαμεν.

Ὁ δὲ πατὴρ ἡμῶν Παχώμιος τέλειος κατὰ πάντα ἦν, ἀλλὰ φοβερὸς καὶ πενθήρης, ἀεὶ μνημονεύων τῶν ἐν βασάνοις ψυχῶν, ὡς περὶ τοῦ πλουσίου ἠκούσαμεν. 142. Ποτὲ δὲ τοῦ Θεοδώρου εἰς τὴν μονὴν ὄντος, ἤνεγκαν αὐτῷ ἀδελφόν, διαβάλλοντες αὐτὸν ὡς κλέπτην, ὡς ἵνα βάλῃ αὐτὸν ἔξω. Οὐκ ἦν δὲ αὐτὸς ποιήσας τὸ κλέμμα, ἀλλ’ ἕτερος ἀνύποπτος καὶ παρὰ ἀνθρώποις πιστὸς λογιζόμενος. Θεωρήσας δὲ ὁ κλέψας ὅτι οὐ μόνον ἐποίησε τὸ πρῶτον ἁμάρτημα, ἀλλὰ καὶ ἄλλου δι’ αὐτὸν κινδυνεύοντος ἐπ’ αὐτὸν φθάνει ἡ ἁμαρτία, παραλαβὼν Θεόδωρον κατ’ ἰδίαν λέγει αὐτῷ· «Ἐγώ εἰμι ὁ τοῦτο ποιήσας.» Ἀπεκρίθη αὐτῷ Θεόδωρος λέγων· «Ἐποίησας μὲν τὸ ἓν πλημμέλημα. Ἐπεὶ δὲ ὡμολόγησας εἰς τὸ ἀθῳῶσαι τὸν ἀναίτιον, λέλυταί σου ἡ ἁμαρτία.» Καὶ λοιπὸν καλεῖ τὸν ἄλλον καὶ λέγει αὐτῷ· «Ἔγνων ὅτι σὺ οὐκ ἐποίησας τοῦτο. Ὅμως κἂν ἔθλιψάν σε οἱ ἀδελφοὶ μὴ ὄντα ὑπεύθυνον, χρεωστεῖς τῷ Κυρίῳ ἐν ἑτέροις σου πταίσμασι. Διὸ εὐχαρίστει αὐτῷ φοβούμενος αὐτόν.» Εἶτα λέγει τοῖς ἀδελφοῖς· «Οὐκ ἠνέγκατέ μοι τὸ κρίμα τοῦτο; Κἀγὼ ἔγνων ὅτι θέλημα Κυρίου ἐστὶ συγχωρῆσαι αὐτῷ καὶ μηκέτι μνημονεύειν.

Πάντες γὰρ ἐλέους χρείαν ἔχομεν ὡς ὄντες ἐν ἁμαρτίαις.» 143. Ποτὲ δὲ ἀκούσας ὁ Θεόδωρος μέλος τερπνὸν ὡς ψαλλόντων λίαν ἡδὺ καὶ αἰσθητόν, ἐξετάζει περὶ τούτου τὸν ἅγιον Παχώμιον· «Ἀκούεις, ἀββᾶ;» Λέγει αὐτῷ· «Ναί.» —«Τί ἐστι;» φησὶν ὁ Θεόδωρος. Καὶ ὁ πατήρ· «Συνέβη τινὰ ψυχὴν καλὴν αἰρομένην εἰς τὸν οὐρανὸν παρελθεῖν ἡμᾶς ἐπάνωθεν καὶ χαρισθῆναι ἡμῖν τέως τὸ ἀκοῦσαι τῶν ψαλλόντων καὶ αἰνούντων τὸν Θεὸν ἔμπροσθεν.» 144. Ἐν ἄλλοτε δὲ ἀμφοτέρων καθημένων περὶ ἀδελφὸν ὀχλούμενον ἤδη ἀποθανεῖν, ὤφθη αὐτοῖς παρὰ Κυρίου ὁ τρόπος τῆς ἐξόδου τῆς ψυχῆς ἀπὸ τοῦ σώματος. Καὶ οὐκ εἰρήκασι ταῦτά τινι, μυστήρια τυγχάνοντα. Οἱ συνόντες οὖν μεγάλοι ἀδελφοὶ ᾐσθάνθησαν αὐτοὺς ὡς ἀτενίζοντας πῶς μετὰ θαύματος ἡσύχως ἁγίους ἐθεώρουν παρόντας τινὰς τῇ ὥρᾳ ἐν ᾗ ἀπέδωκε τὴν ψυχὴν ὁ ἀνακείμενος. Ὅταν δὲ ἠναγκάζοντο οἱ τοιοῦτοι παρά τινων ἀδελφῶν, ἐνίοτε μέρος τι ὧν ἔβλεπον κατὰ τὸ θέλημα τοῦ Κυρίου ἐξηγοῦντο προβλέποντες τὴν μέλλουσαν ὠφέλειαν.

Πολλάκις δὲ ὁ ἅγιος Παχώμιος ἐρωτώμενος λέγειν αὐτοῖς τὰ δεικνύμενα αὐτῷ, ἐδίδασκεν αὐτοὺς μὴ ἀνέχεσθαι ὅλως τοιούτου λογισμοῦ, ὥστε θέλειν τι τῶν ἀοράτων βλέπειν· καὶ γὰρ τὰ ἀόρατα φόβου καὶ θαύματος πλήρη τῷ ἐρευνῶντι ταῦτα.

145. Ἀκούσας δὲ ἄλλος τις ὀνόματι Θεόδωρος, τῆς Ἀλεξανδρέων ἐκκλησίας ἀναγνώστης καὶ ἀσκητής, περὶ τοῦ ἀββᾶ Παχωμίου καὶ τῶν ἀδελφῶν, ἐπεθύμησεν αὐτοὺς ἰδεῖν· καὶ ἐμβὰς εἰς πλοῖον ἦλθεν εἰς Θηβαΐδα. Καὶ οὕτως ἀποδεξάμενος αὐτὸν ὁ ἀββᾶς ἐποίησε μεῖναι ἐν οἰκίᾳ παρά τινι ἀρχαίῳ ἀδελφῷ εἰδότι τὴν ἑλληνικὴν γλῶσσαν, εἰς παραμυθίαν, ἕως ἂν μάθῃ καὶ τὴν θηβαϊκήν· ᾑρήσατο γὰρ διὰ παντὸς συνεῖναι αὐτοῖς. Ἦν γὰρ εὐλαβὴς καὶ ὑπήκοος ὡς εἷς τῶν προβάτων τοῦ Κυρίου καὶ ὑπὲρ δύναμιν προκόπτων ἐν ἀσκήσει. Περὶ γὰρ ὀρθοδοξίας ἱκανὸς ἦν καὶ περιβόητος, καθότι ἐγγὺς γέγονε τῆς ἁλλομένης πηγῆς εἰς ζωὴν αἰώνιον, δηλαδὴ τοῦ ἀρχιεπισκόπου Ἀθανασίου, ἀφ’ οὗ ποτιζόμενος ἔφθασεν εἰς καρποφορίαν τῶν μεγίστων ἀρετῶν. Ἐπὶ γὰρ τοῦ ἀρχιερατικοῦ θρόνου οὐκ αὐτὸς ἐκάθητο ὁ ἄνθρωπος, ἀλλ’ ὁ λέγων· «Ὅπου εἰσὶ δύο ἢ τρεῖς εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν», ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ τῆς ἐκκλησίας θεμέλιος, ὁ καὶ θεμελιώσας αὐτὴν ἐπὶ τὴν πέτραν τῆς πίστεως, Θεὸς καὶ ἄνθρωπος.

146. Οὕτως οὖν τὸν εἰρημένον Θεόδωρον ἰδὼν ὁ ἀββᾶς Παχώμιος καλῶς ἀγωνιζόμενον καὶ ὑπομένοντα, ἠγάπησε πολλά· Καὶ ἐσπούδασε θηβαϊστὶ μαθεῖν αὐτὸν τῇ χάριτι τοῦ Χριστοῦ· Καὶ λοιπὸν ἔταξεν αὐτὸν οἰκιακόν· καὶ ἦν ἡ τάξις αὐτοῦ εὐλαβείας πλήρης. Πολλὰ οὖν παρεκάλει αὐτὸν ὁ ὅσιος πατὴρ συμβιβάζων καὶ διδάσκων τὸ πῶς ὀφείλει κυβερνᾶν ἀνθρώπους· «Μέγα γάρ ἐστι τὸ κατόρθωμα τοῦτο, ἵνα, ἐπὰν ἴδῃς τινὰ ἀμελοῦντα τῆς ἰδίας σωτηρίας, νουθετεῖς αὐτὸν κατ’ ἰδίαν καὶ διορθοῦσαι. Ἐὰν δὲ ἅπαξ ἀγανακτήσῃ, ἄφες ἕως ὁ Θεὸς κατανύξῃ αὐτόν. Ὥσπερ γὰρ ἐάν τις θέλῃ σκόλοπα ἐξενεγκεῖν ἀπὸ ποδός τινος, περιορύσσοντος αὐτοῦ ἐὰν αἱμορροήσῃ καὶ ὀδυνηθῇ, ἀφίεται, καὶ ἐμπλάστρου μᾶλλον ἀπαλλακτικοῦ ἐπιθέντος ἢ ἑτέρου τινὸς ὁμοίου, μεθ’ ἡμέρας αὐτομάτως ὁ σκόλοψ ἐξέρχεται· οὕτως δεῖ καὶ ἐπὶ τῶν παθῶν ποιεῖν.

Καὶ γὰρ μὴ ὀργιζόμενός τις κερδαίνει ψυχήν· μὴ ἀντιλεγόμενος πάλιν τῇ μακροθυμίᾳ πλέον αἰδεσιμώτερος οὖν καὶ ὠφελιμώτερος ἔσται ὁ διδάσκων οὕτως τὸν θεῖον νόμον τῷ ὑπηκόῳ. Ἐὰν δὲ σφάλμα μέγα ἐστί, δήλωσον ἡμῖν, καὶ ὡς θέλει ὁ ἐλεήμων Θεός, ποιοῦμεν. Ὁμοίως δὲ φρόντιζε τῶν ἀσθενῶν ὡς ἑαυτοῦ, καὶ γίνου ἐγκρατευόμενος καὶ τὸν σταυρὸν φέρων πλεῖον αὐτῶν, ὡς τάξιν ἔχων πατρός. Τοὺς δὲ κανόνας τῶν ἀδελφῶν τήρησον σὺ πρῶτος, ἵνα καὶ αὐτοὶ τηρήσωσι. Καὶ εἴ τι ἕτερον διακρῖναι θέλων μὴ δυνηθῇς, δήλωσον ἡμῖν, καὶ ἑκάστου τῶν ζητουμένων εὑρήσομεν τὴν ἀκρίβειαν.» —Καὶ οὕτως ἦν ἑρμηνεύων ὁ Θεόδωρος, ὅτε ἐξηγεῖτο τοῖς ἀδελφοῖς, διὰ τοὺς μὴ ἀκούοντας αἰγυπτιστί. Ἐποίησε δὲ οἰκιακὸς πρὸ τοῦ τελευτῆσαι τὸν ἀββᾶν Παχώμιον ἔτη δεκατρία. Τῆς μὲν οὖν οἰκίας πρωτότοκος μὲν τῶν ἀπὸ Ἀλεξανδρέων οὗτος· καρποφορία δὲ Αὐξώνιος ὁ μέγας καὶ ἕτερος Αὐξώνιος παιδίον καὶ Νέων ὀνόματι· καὶ Ῥωμαίων θεοφόροι Φύρμος καὶ Ῥώμυλος, καὶ Δόμνος Ἀρμένιος, καὶ οἱ λοιποὶ ἅγιοι. Καὶ οἱ μὲν κατέλαβον τὸν ἅγιον ἐν σώματι, ἄλλοι δὲ οὐ κατέλαβον.

147. Ποτὲ δὲ ἀπῆλθεν ὁ πατὴρ ἐν Ταβεννήσει ἕνεκεν ἀναγκαίου πράγματος ψυχῆς. Καὶ ἀσπασάμενος αὐτοὺς ἐκαθέσθη, ὡς ἔθος ἦν αὐτῷ, ἐξηγήσασθαι πᾶσαν τὴν ἀσφάλειαν τῆς σωτηρίας τῶν ψυχῶν καὶ τὴν τῶν ἀντικειμένων πανουργίαν. Ἔλεγε δὲ ὅτι· «Δεῖ, φησί, τὸν μοναχὸν μὴ τῇ φαινομένῃ μόνον τοῦ σώματος ἀσκήσει ἀρκεῖσθαι, νηστείᾳ τυχὸν ἢ ἀγρυπνίᾳ ἤ τινι τοιούτῳ, ἀλλ’ ὀφείλει ἀγωνίζεσθαι καὶ περὶ λογισμῶν διαφόρων· φιλαρχίας, μίσους τε καὶ καταλαλιᾶς, τύφου καὶ τῶν τοιούτων. Ἐξαιρέτως δὲ σπουδάζειν ὀφείλει τὸν φόβον τοῦ Θεοῦ ἔνοικον ἔχειν. Ὥσπερ γὰρ τὸ πῦρ καθαρίζει πάντα ἰὸν τοῦ σιδήρου καὶ κατασκευάζει τὰ εἴδη λαμπρά, οὕτως ὁ φόβος τοῦ Θεοῦ ἀναλίσκει πᾶσαν κακίαν ἀπὸ τοῦ ἀνθρώπου καὶ κατασκευάζει αὐτὸν σκεῦος εἰς τιμὴν εὔχρηστον τῷ Θεῷ καὶ ἔντιμον εἰς πᾶν ἔργον ἀγαθόν. Ἡ δὲ τῆς βλασφημίας ὑποβολὴ τοῦ ἐχθροῦ, ἐὰν εὕρῃ τινὰ μὴ νηφάλεον, κἂν ᾖ ἀγαπῶν τὸν Θεόν, ἐὰν μὴ νήψῃ τελείως ἢ ἐξετάσῃ τινὰ ἐπιστήμονα καὶ μάθῃ τὸ πῶς ὀφείλει νικῆσαι αὐτόν, ἀλλὰ παραδέξηται καὶ συμπεισθῇ τῇ καρδίᾳ, δολία οὖσα τοῦτον ἀπολέσει. Πολλοὶ γὰρ οὕτως ἐθανάτωσαν ἑαυτούς, ὁ μὲν ἀπάνωθεν ὕψους ἑαυτὸν ῥίψας ὡς ἐκστατικός, ὁ δὲ μαχαίρᾳ ἑαυτὸν ἀναρρήξας ἀνέπτυξε τὴν κοιλίαν αὐτοῦ καὶ ἀπέθανεν, ἄλλος εἰς πῦρ ἔρριψεν ἑαυτὸν καὶ ὁλόκαυστος γέγονε, καὶ ἄλλοι ἄλλως.

Μέγα γὰρ κακὸν τὸ μὴ ἀναγγεῖλαι τοῦτο ταχέως τῷ ἔχοντι γνῶσιν πρὸ τοῦ χρονίσαι τὸ πάθος. Αὕτη δὲ ἡ θεραπεία, ἣν ἐδίδαξεν ἡμᾶς ὁ Κύριος διακρίσει πνεύματος· λέγειν ὀφείλομεν ὅτι· «Εἰ, ὅτε τὸν πλησίον λόγῳ ἐλύπουν, συνετρίβετό μου ἡ καρδία, λόγῳ Θεοῦ ἐλεγχομένου μου, καὶ ἐὰν μὴ ταχέως πείσω αὐτόν, οὐκ ἀναπαύομαι· πόσῳ γε μᾶλλον, δαίμονες ἀκάθαρτοι, εἰ λογίσομαι σὺν ὑμῖν τοῖς ἀποστάταις βλασφημίαν εἰς τὸν ποιήσαντά με Θεόν; Ὅμως κἂν ὑποβάλλετέ μοι ταῦτα, οὐχ ἡττῶμαι· οὐ γὰρ ἐμὰ ταῦτά εἰσιν, ἀλλ’ ὑμῶν τῶν μελλόντων κολασθῆναι αἰωνίῳ πυρὶ εἰς αἰῶνα αἰῶνος· ἐγὼ δὲ οὐ παύομαι εὐλογῶν καὶ ὑμνῶν καὶ εὐχαριστῶν τῷ ποιήσαντί με μὴ ὄντα Κυρίῳ Θεῷ μου καὶ διατηροῦντί με ἀπὸ τῆς ἐπιβουλῆς ὑμῶν· ἀπόστητε ἀπ’ ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· Κύριος γὰρ ἐμοὶ βοηθὸς καὶ οὐ παύσομαι ὑμῶν καταρώμενος· ἐπικατάρατοι γάρ ἐστε ἀπὸ Κυρίου Θεοῦ παντοκράτορος.» Καὶ οὕτως μετὰ πίστεως ἡμῶν σφραγιζομένων, ἐκλείπει τοῦτο ὡσεὶ καπνός.» 148. «Περὶ δὲ τῆς αἰτίας ἧς ἦλθον ὧδε πρὸς ὑμᾶς, τὸ ζητούμενον εὑρέθη ἐν ὀστρακίνῳ κάδῳ», αἰνιγματωδῶς λαλῶν περὶ σφάλματος ψυχῆς ἄλλου. Λαλοῦντος οὖν τοῦ ἀββᾶ Παχωμίου, ἦν τις ἀδελφός, Ἠλίας λεγόμενος, ἁπλοῦς τῇ καρδίᾳ· πρὸ ὥρας ἀναλέξας σῦκα ἔκρυψεν ἐν ὀστρακίνῳ κάδῳ, ὅπως μετὰ τὴν νηστείαν φάγῃ αὐτά.

Καὶ ἀκούσας περὶ τούτου, εὐθὺς ἀπῆλθε καὶ ἤνεγκε τὸν κάδον ἐκεῖνον ἐπὶ τῶν ἀδελφῶν καὶ λέγει τῷ πατρί· «Λέγω σοι, ἀββᾶ, εἰ μὴ ταῦτα ἦν, οὐκ ἤρχου ἐνταῦθα.» Καὶ ἐθαύμασε καὶ αὐτὸς καὶ οἱ ἀδελφοὶ πάντες· οὐ γὰρ περὶ αὐτοῦ ἔλεγε μόνον, ἀλλὰ καὶ περὶ ἄλλων πραγμάτων.

Εἶτα λέγει αὐτοῖς ὁ πατήρ· «Οὐχ ὅτε ἡμεῖς θέλομεν εἰδέναι τι τῶν κρυπτῶν βλέπομεν, ἀλλ’ ὅτε ἡ πρόνοια τοῦ Θεοῦ διὰ σωτηρίαν ψυχῶν ἀποκαλύψαι βούλεται. Λέγω δὲ περὶ τοῦ ἐλαχίστου τούτου ὅτι οὐκ ᾔδειν οὔτε ἤκουσα παρά τινος· ἀλλ’ ὁ Κύριος, θέλων τὸν ἀδελφὸν τοῦτον μὴ κυριευθῆναι ὑπὸ βρωμάτων, ἀπεκάλυψεν ἡμῖν πρὸς διόρθωσιν αὐτοῦ.» Ἔσπευδε δὲ ὁ σεβάσμιος γέρων ἀνακάμψαι εἰς Παβώ· ἀναστὰς δὲ μετὰ τῶν ἀδελφῶν ηὔξατο, καὶ ἀπῆλθε μὴ γευσάμενος.

149. Ἦσαν δὲ ἐν τῇ ῥηθείσῃ μονῇ Παβὼ ἀδελφοὶ ἀρχαῖοι, ἁγνοὶ μὲν τῷ σώματι, γογγύζοντες δὲ πολλάκις διὰ τὸ μὴ ἐκ πίστεως ἀκούειν τὰ τοῦ πατρὸς λόγια. Ἐπεὶ δὲ ὁ μέγας πατὴρ ἄνθρωπος ἦν τοῦ Θεοῦ μακρόθυμος καὶ ἀγαπητικὸς καὶ φιλόψυχος, μάλιστα εἰς οὓς ἐκοπίασεν ἐν νουθεσίᾳ καὶ παρακλήσει χρόνον ἱκανόν, οὐκ ἠθέλησε παραβλέπειν αὐτούς, ἀλλ’ ἔδωκεν ἑαυτὸν πενθεῖν πρὸς Κύριον ὑπὲρ αὐτῶν, ταπεινῶν τὴν ψυχὴν αὐτοῦ ἐν νηστείᾳ καὶ ἀγρυπνίᾳ ἄχρι τεσσαράκοντα ἡμέρας, ἄτροφος διατελῶν τὰς ἓξ ἡμέρας. Ἐγένετο δὲ τὸ σῶμα αὐτοῦ λεπτὸν σφόδρα καὶ ἄτονον. Ἰδὼν οὖν ὁ Κύριος τὸν κόπον αὐτοῦ, εἰσήκουσεν αὐτοῦ. Καὶ ἔλαβεν ἕκαστος αἴσθησιν τοῦ ἰαθῆναι ἀπὸ τοῦ ἰδίου σφάλματος· καὶ διορθωσάμενοι κατὰ δύναμιν, οὕτως ἐκοιμήθησαν.

150. Ἦν δέ τις ἄλλος ἀδελφὸς ζέων καὶ δυνατὸς τῷ πνεύματι, ζηλῶν τὴν ὑπομονὴν τοῦ πατρός. Αὐτὸν οὖν ποτε εὐχόμενον ἔκρουσε σκορπίος εἰς τὸν πόδα. Καὶ ἐπιθεὶς τὸν δεδηγμένον πόδα ἐπὶ τὸν σκορπίον, ηὔξατο λέγων· «Εἰ ὁ Θεός με οὐκ ἰᾶται, τίς με ἰάσεται;» Καὶ δοκιμάζων ἑαυτὸν εἰ ὑπομένει, ἤρχετο ἡ ὀδύνη τοῦ ἰοῦ ἐπὶ τὴν καρδίαν αὐτοῦ βασανίζουσα αὐτόν, καὶ παρ’ ὀλίγον ἔμελλε καὶ τὸ πνεῦμα ἀποδοῦναι. Οὕτως οὖν καρτερῶν ἐνίκησε τὴν ὀδύνην ἕως τῆς συνάξεως.

151. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν ἔλεγεν ὁ ἀββᾶς Παχώμιος τοῖς ἀδελφοῖς, ὡς ὅραμα διηγούμενος· «Εἶδόν ποτε μέγαν οἶκον ἔχοντα στύλους πολλοὺς τεταγμένους ἐν αὐτῷ, εἰς ὃν ὑπῆρχον πολλοὶ ἄνθρωποι ἐν τῷ τόπῳ καὶ μὴ βλέποντες ποῦ ἀπέλθωσι, καί τινας αὐτῶν κυκλεύοντας τοὺς στύλους, καὶ νομίζοντας πολλὴν ὁδὸν ἠνυκέναι ὅπως ἔλθωσιν εἰς τὸ φῶς. Καὶ φωνὴ πανταχόθεν ἠκούετο λέγουσα· «Ἰδοὺ τὸ φῶς ὧδέ ἐστι.» Καὶ ἀνέκαμψαν ὡς ἵνα εὕρωσιν αὐτό. Εἶτα πάλιν φωνῆς γεναμένης, ἀνακάμπτουσι πάλιν· καὶ ἦν πολλὴ ταλαιπωρία ἐκεῖσε. Ὕστερον δὲ ὁρῶ λύχνον προπορευόμενον πολλῶν τινων. Τέσσαρες δὲ ἐξ αὐτῶν ἔβλεπον αὐτόν· καὶ πάντες ἀκολουθοῦντες αὐτοῖς, ἕκαστος κρατῶν τὸν ὦμον τοῦ πλησίον αὐτοῦ, ἵνα μὴ πλανηθῇ ἐν τῷ σκότει. Ἐὰν οὖν ἐξ αὐτῶν τις ἀπέλυε τὸν ἔμπροσθεν, σὺν τοῖς ἀκολουθοῦσιν αὐτῷ ἐπλανᾶτο. Ἐπιγνοὺς οὖν ἐγὼ δύο τινὰς ἀπολύσαντας τοῦ μὴ κρατεῖν, ἔκραζον αὐτοῖς· «Κρατήσατε μὴ ἑαυτοὺς ἀπολέσητε.» Ἄλλους δὲ εἶδον, τοῦ λύχνου ὁδηγοῦντος αὐτοῖς, ὅτι ἀνέβησαν οἱ ἀκολουθοῦντες διὰ θυρίδος εἰς τὸ φῶς.» Τοῦτο εἰπὼν ὁ πατήρ, εἴρηκέ τισι πάλιν κατ’ ἰδίαν, ἅτινα καὶ παρ’ αὐτῶν ἠκούσαμεν μετὰ χρόνον πολύν.

Καὶ τὴν σύγκρισιν εἶπον ἡμῖν ὅτι· Ὁ σκοτεινὸς οἶκός ἐστιν ὁ κόσμος οὗτος διὰ τὴν πλάνην τῶν ἀνθρώπων, ἑκάστης αἱρέσεως δοκούσης ἔχειν τὴν εὐθεῖαν ὁδόν· ὁ δὲ λύχνος ἐστὶν ἡ πίστις τοῦ Χριστοῦ ἡ σῴζουσα τοὺς πιστεύοντας καὶ ἄγουσα εἰς τὴν βασιλείαν τοῦ Θεοῦ· οἱ δὲ τέσσαρες οἱ ὁδηγοῦντες πρὸς αὐτήν, οἱ τέσσαρες εὐαγγελισταί.