Ἁγία Γραφή
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
ΑΥΤΑΙ δὲ αἱ γενέσεις τῶν υἱῶν Νῶε, Σήμ, Χάμ, ᾿Ιάφεθ, καὶ ἐγεννήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν.
Υἱοὶ ᾿Ιάφεθ· Γαμὲρ καὶ Μαγὼγ καὶ Μαδοὶ καὶ ᾿Ιωύαν καὶ ᾿Ελισὰ καὶ Θοβὲλ καὶ Μοσόχ καὶ Θείρας.
ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν, ἕκαστος κατὰ γλῶσσαν ἐν ταῖς φυλαῖς αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
Πατερικές αναφορέςυἱοὶ δὲ Χούς· Σαβὰ καὶ Εὐϊλὰ καὶ Σαβαθὰ καὶ Ρεγμὰ καὶ Σαβαθακά. υἱοὶ δὲ Ρεγμά· Σαβὰ καὶ Δαδάν.
Πατερικές αναφορέςοὗτος ἦν γίγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ Θεοῦ· διὰ τοῦτο ἐροῦσιν, ὡς Νεβρὼδ γίγας κυνηγὸς ἐναντίον Κυρίου.
Πατερικές αναφορέςκαὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ ᾿Ορὲχ καὶ ᾿Αρχὰδ καὶ Χαλάννη ἐν τῇ γῇ Σεναάρ.
Πατερικές αναφορέςἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν ᾿Ασσοὺρ καὶ ᾠκοδόμησε τὴν Νινευΐ καὶ τὴν Ροωβὼθ πόλιν καὶ τὴν Χαλὰχ
Πατερικές αναφορέςκαὶ Μεσραΐν ἐγέννησε τοὺς Λουδιεὶμ καὶ τοὺς ᾿Ενεμετιεὶμ καὶ τοὺς Λαβιεὶμ καὶ τοὺς Νεφθαλιεὶμ καὶ τοὺς Πατροσωνιεὶμ
Πατερικές αναφορέςκαὶ τὸν Χετταῖον καὶ τὸν ᾿Ιεβουσαῖον καὶ τὸν ᾿Αμορραῖον καὶ τὸν Γεργεσαῖον καὶ τὸν Εὐαῖον καὶ τὸν ᾿Αρουκαῖον
καὶ τὸν ᾿Ασενναῖον καὶ τὸν ᾿Αράδιον καὶ τὸν Σαμαραῖον καὶ τὸν ᾿Αμαθί.
καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν Χαναναίων,
καὶ ἐγένετο τὰ ὅραι τῶν Χαναναίων ἀπὸ Σιδῶνος ἕως ἐλθεῖν εἰς Γεραρὰ καὶ Γαζάν, ἕως ἐλθεῖν ἕως Σοδόμων καὶ Γομόρρας, ᾿Αδαμὰ καὶ Σεβωΐμ ἕως Δασά.
Πατερικές αναφορέςοὗτοι υἱοὶ Χάμ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
Καὶ τῷ Σὴμ ἐγεννήθη καὶ αὐτῷ, πατρὶ πάντων τῶν υἱῶν ῞Εβερ, ἀδελφῷ ᾿Ιάφεθ τοῦ μείζονος.
υἱοὶ Σήμ· ᾿Ελὰμ καὶ ᾿Ασσοὺρ καὶ ᾿Αρφαξὰδ καὶ Λοὺδ καὶ ᾿Αρὰμ καὶ Καϊνᾶν.
καὶ ᾿Αρφαξὰδ ἐγέννησε τὸν Καϊνᾶν, καὶ Καϊνᾶν ἐγέννησε τὸν Σαλά, Σαλὰ δὲ ἐγέννησε τὸν ῞Εβερ.
Πατερικές αναφορέςκαὶ τῷ ῞Εβερ ἐγεννήθησαν δύο υἱοί· ὄνομα τῷ ἑνὶ Φαλέγ, ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ, καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ ᾿Ιεκτάν.
Πατερικές αναφορές᾿Ιεκτὰν δὲ ἐγέννησε τὸν ᾿Ελμωδὰδ καὶ Σαλὲθ καὶ τὸν Σαρμὼθ καὶ ᾿Ιαρὰχ καὶ ῾Οδορρὰ καὶ Αἰβὴλ καὶ Δεκλὰ
Πατερικές αναφορέςκαὶ Εὐὰλ καὶ ᾿Αβιμαὲλ καὶ Σαβὰ
καὶ Οὐφεὶρ καὶ Εὐειλὰ καὶ ᾿Ιωβάβ.
πάντες οὗτοι υἱοὶ ᾿Ιεκτάν.
καὶ ἐγένετο ἡ κατοίκησις αὐτῶν ἀπὸ Μασσῆ ἕως ἐλθεῖν εἰς Σαφηρά, ὄρος ἀνατολῶν.
Πατερικές αναφορέςοὗτοι υἱοὶ Σήμ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
Αὗται αἱ φυλαὶ υἱῶν Νῶε κατὰ γενέσεις αὐτῶν, κατὰ ἔθνη αὐτῶν· ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν.
Πατερικές αναφορές