Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΗΣΑΪΑΣ 20

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 20, Εδάφιο 1

1

ΤΟΥ ἔτους οὗ εἰσῆλθεν Τανάθαν εἰς ῎Αζωτον, ἡνίκα ἀπεστάλη ὑπὸ ᾿Αρνᾶ βασιλέως ᾿Ασσυρίων καὶ ἐπολέμησε τὴν ῎Αζωτον καὶ ἔλαβεν αὐτήν,

Πατερικές αναφορές
2

τότε ἐλάλησε Κύριος πρὸς ᾿Ησαΐαν υἱὸν ᾿Αμὼς λέγων· πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου· καὶ ποίησον οὕτως πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος.

Πατερικές αναφορές
3

καὶ εἶπε Κύριος· ὃν τρόπον πεπόρευται ὁ παῖς μου ῾Ησαΐας γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη, τρία ἔτη ἔσται εἰς σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰθίοψιν·

Πατερικές αναφορές
4

ὅτι οὕτως ἄξει βασιλεὺς ᾿Ασσυρίων τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ Αἰθιόπων, νεανίσκους καὶ πρεσβύτας, γυμνοὺς καὶ ἀνυποδέτους, ἀνακεκαλυμμένους τὴν αἰσχύνην Αἰγύπτου.

Πατερικές αναφορές
5

καὶ αἰσχυνθήσονται ἡττηθέντες οἱ Αἰγύπτιοι ἐπὶ τοῖς Αἰθίοψιν, ἐφ᾿ οἷς ἦσαν πεποιθότες οἱ Αἰγύπτιοι, ἦσαν γὰρ αὐτοῖς δόξα.

6

καὶ ἐροῦσιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ἰδοὺ ἡμεῖς ἦμεν πεποιθότες τοῦ φυγεῖν εἰς αὐτοὺς εἰς βοήθειαν, οἳ οὐκ ἠδύναντο σωθῆναι ἀπὸ βασιλέως ᾿Ασσυρίων· καὶ πῶς ἡμεῖς σωθησόμεθα;

Πατερικές αναφορές