Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΙΩΒ 36

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 36, Εδάφιο 1

3

ἀναλαβὼν τὴν ἐπιστήμην μου μακράν, ἔργοις δέ μου δίκαια ἐρῶ ἐπ᾿ ἀληθείας

Πατερικές αναφορές
5

γίνωσκε δὲ ὅτι ὁ Κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον. δυνατὸς ἰσχύϊ καρδίας

6

ἀσεβῆ οὐ μὴ ζωοποιήσει καὶ κρίμα πτωχῶν δώσει.

7

οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ· καὶ μετὰ βασιλέων εἰς θρόνον καὶ καθιεῖ αὐτοὺς εἰς νῖκος, καὶ ὑψωθήσονται.

Πατερικές αναφορές
8

καὶ οἱ πεπεδημένοι ἐν χειροπέδαις συσχεθήσονται ἐν σχοινίοις πενίας,

9

καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν καὶ τὰ παραπτώματα αὐτῶν, ὅτι ἰσχύσουσιν.

10

ἀλλὰ τοῦ δικαίου εἰσακούσεται· καὶ εἶπεν ὅτι ἐπιστραφήσονται ἐξ ἀδικίας.

Πατερικές αναφορές
11

ἐὰν ἀκούσωσι καὶ δουλεύσωσι, συντελέσουσι τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπρεπείαις.

Πατερικές αναφορές
12

ἀσεβεῖς δὲ οὐ διασῴζει παρὰ τὸ μὴ βούλεσθαι αὐτοὺς εἰδέναι τὸν Κύριον καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν.

13

καὶ ὑποκριταὶ καρδίᾳ τάξουσι θυμόν· οὐ βοήσονται, ὅτι ἔδησεν αὐτούς.

Πατερικές αναφορές
14

ἀποθάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτῶν, ἡ δὲ ζωὴ αὐτῶν τιτρωσκομένη ὑπὸ ἀγγέλων,

Πατερικές αναφορές
15

ἀνθ᾿ ὧν ἔθλιψαν ἀσθενῆ καὶ ἀδύνατον, κρίμα δὲ πρᾳέων ἐκθήσει.

16

καὶ προσέτι ἠπάτησέ σε ἐκ στόματος ἐχθροῦ· ἄβυσσος, κατάχυσις ὑποκάτω αὐτῆς, καὶ κατέβη τράπεζά σου πλήρης πιότητος.

17

οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα,

18

θυμὸς δὲ ἐπ᾿ ἀσεβεῖς ἔσται δι᾿ ἀσέβειαν δώρων, ὧν ἐδέχοντο ἐπ᾿ ἀδικίαις.

19

μή σε ἐκκλινάτω ἑκὼν ὁ νοῦς δεήσεως ἐν ἀνάγκῃ ὄντων ἀδυνάτων, καὶ πάντας τοὺς κραταιοῦντας ἰσχύν.

20

μὴ ἐξελκύσῃς τὴν νύκτα τοῦ ἀναβῆναι λαοὺς ἀντ᾿ αὐτῶν·

21

ἀλλὰ φύλαξαι μὴ πράξῃς ἄτοπα· ἐπὶ τούτων γὰρ ἐξείλω ἀπὸ πτωχείας.

Πατερικές αναφορές
22

ἰδοὺ ὁ ᾿Ισχυρὸς κραταιώσει ἐν ἰσχύϊ αὐτοῦ· τίς γάρ ἐστι κατ᾿ αὐτὸν δυνάστης;

23

τίς δέ ἐστιν ὁ ἐτάζων αὐτοῦ τὰ ἔργα; ἢ τίς ὁ εἰπών· ἔπραξεν ἄδικα;

26

ἰδοὺ ὁ ᾿Ισχυρὸς πολύς, καὶ οὐ γνωσόμεθα· ἀριθμὸς ἐτῶν αὐτοῦ, καὶ ἀπέραντος.

Πατερικές αναφορές
27

ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ, καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεφέλην·

Πατερικές αναφορές
28

ρυήσονται παλαιώματα, ἐσκίασε δὲ νέφη ἐπὶ ἀμυθήτων βροτῶν.[α] ὥραν ἔθετο κτήνεσιν, οἴδασι δὲ κοίτης τάξιν.[β] ἐπὶ τούτοις πᾶσιν οὐκ ἐξίσταταί σου ἡ διάνοια οὐδὲ διαλλάσσεταί σου ἡ καρδία ἀπὸ σώματος;

Πατερικές αναφορές
29

καὶ ἐὰν συνῇ ἀπεκτάσεις νεφέλης, ἰσότητα σκηνῆς αὐτοῦ,

30

ἰδοὺ ἐκτενεῖ ἐπ᾿ αὐτὸν ἠδὼ καὶ ριζώματα τῆς θαλάσσης ἐκάλυψεν·

31

ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς, δώσει τροφὴν τῷ ἰσχύοντι.

32

ἐπὶ χειρῶν ἐκάλυψε φῶς καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι·

33

ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ Κύριος, κτῆσις καὶ περὶ ἀδικίας.