Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΙΩΒ 34

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 34, Εδάφιο 1

1

ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ελιοὺς λέγει·

4

κρίσιν ἑλώμεθα ἑαυτοῖς, γνῶμεν ἀνὰ μέσον ἑαυτῶν ὅ,τι καλόν.

5

ὅτι εἴρηκεν ᾿Ιώβ· δίκαιός εἰμι, ὁ Κύριος ἀπήλλαξέ μου τὸ κρίμα,

6

ἐψεύσατο δὲ τῷ κρίματί μου, βίαιον τὸ βέλος μου ἄνευ ἀδικίας.

8

οὐχ ἁμαρτὼν οὐδὲ ἀσεβήσας ἢ ὁδοῦ κοινωνήσας μετὰ ποιούντων τὰ ἄνομα τοῦ πορευθῆναι μετὰ ἀσεβῶν;

9

μὴ γὰρ εἴπῃς, ὅτι οὐκ ἔσται ἐπισκοπὴ ἀνδρὸς καὶ ἐπισκοπὴ αὐτῷ παρὰ Κυρίου.

10

διό, συνετοὶ καρδίας ἀκούσατέ μου· μή μοι εἴη ἔναντι Κυρίου ἀσεβῆσαι καὶ ἔναντι Παντοκράτορος ταράξαι τὸ δίκαιον·

Πατερικές αναφορές
11

ἀλλὰ ἀποδιδοῖ ἀνθρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν, καὶ ἐν τρίβῳ ἀνδρὸς εὑρήσει αὐτόν.

Πατερικές αναφορές
12

οἴει δὲ τὸν Κύριον ἄτοπα ποιήσειν; ἢ ὁ Παντοκράτωρ ταράξει κρίσιν, ὃς ἐποίησε τὴν γῆν;

Πατερικές αναφορές
15

τελευτήσει πᾶσα σάρξ ὁμοθυμαδόν, πᾶς δὲ βροτὸς εἰς γῆν ἀπελεύσεται, ὅθεν καὶ ἐπλάσθη.

Πατερικές αναφορές
17

ἰδὲ σὺ τὸν μισοῦντα ἄνομα καὶ τὸν ὀλλύντα τοὺς πονηροὺς ὄντα αἰώνιον δίκαιον.

Πατερικές αναφορές
19

ὃς οὐκ ἐπῃσχύνθη πρόσωπον ἐντίμου, οὐδὲ οἶδε τιμὴν θέσθαι ἁδροῖς θαυμασθῆναι πρόσωπα αὐτῶν.

Πατερικές αναφορές
20

κενὰ δὲ αὐτοῖς ἀποβήσεται τὸ κεκραγέναι καὶ δεῖσθαι ἀνδρός· ἐχρήσαντο γὰρ παρανόμως ἐκκλινομένων ἀδυνάτων.

Πατερικές αναφορές
21

αὐτὸς γὰρ ὁρατής ἐστιν ἔργων ἀνθρώπων, λέληθε δὲ αὐτὸν οὐδὲν ὧν πράσσουσιν,

Πατερικές αναφορές
23

ὅτι οὐκ ἀπ᾿ ἄνδρα θήσει ἔτι·

24

ὁ γὰρ Κύριος πάντας ἐφορᾷ ὁ καταλαμβάνων ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός·

Πατερικές αναφορές
25

ὁ γνωρίζων αὐτῶν τὰ ἔργα καὶ στρέψει νύκτα καὶ ταπεινωθήσονται.

26

ἔσβεσε δὲ ἀσεβεῖς, ὁρατοὶ δὲ ἐναντίον αὐτοῦ,

27

ὅτι ἐξέκλιναν ἐκ νόμου Θεοῦ, δικαιώματα δὲ αὐτοῦ οὐκ ἐπέγνωσαν

28

τοῦ ἐπαγαγεῖν ἐπ᾿ αὐτὸν κραυγὴν πενήτων, καὶ κραυγὴν πτωχῶν εἰσακούσεται.

Πατερικές αναφορές
29

καὶ αὐτὸς ἡσυχίαν παρέξει, καὶ τίς καταδικάσεται; καὶ κρύψει πρόσωπον, καὶ τίς ὄψεται αὐτόν; καὶ κατὰ ἔθνους καὶ κατὰ ἀνθρώπου ὁμοῦ

30

βασιλεύων ἄνθρωπον ὑποκριτὴν ἀπὸ δυσκολίας λαοῦ.

31

ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων· εἴληφα, οὐκ ἐνεχυράσω·

32

ἄνευ ἐμαυτοῦ ὄψομαι, σὺ δεῖξόν μοι, εἰ ἀδικίαν εἰργασάμην, οὐ μὴ προσθήσω.

33

μὴ παρὰ σοῦ ἀποτίσει αὐτήν; ὅτι ἀπώσῃ, ὅτι σὺ ἐκλέξῃ, καὶ οὐκ ἐγώ· καὶ τί ἔγνως, λάλησον.

34

διὸ συνετοὶ καρδίας ἐροῦσι ταῦτα, ἀνὴρ δὲ σοφὸς ἀκήκοέ μου τὸ ρῆμα.

Πατερικές αναφορές
36

οὐ μὴν δὲ ἀλλὰ μάθε, ᾿Ιώβ, μὴ δῷς ἔτι ἀνταπόκρισιν, ὥσπερ οἱ ἄφρονες,

Πατερικές αναφορές
37

ἵνα μὴ προσθῶμεν ἐφ᾿ ἁμαρτίαις ἡμῶν, ἀνομία δὲ ἐφ᾿ ἡμῖν λογισθήσεται, πολλὰ λαλούντων ρήματα ἐναντίον τοῦ Κυρίου.

Πατερικές αναφορές