Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΠΑΡΟΙΜΙΑΙ 28

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 28, Εδάφιο 1

2

δι᾿ ἁμαρτίας ἀσεβῶν κρίσεις ἐγείρονται, ἀνὴρ δὲ πανοῦργος κατασβέσει αὐτάς.

3

ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς. ὥσπερ ὑετὸς λάβρος καὶ ἀνωφελής,

4

οὕτως οἱ ἐγκαταλείποντες τὸν νόμον ἐγκωμιάζουν ἀσέβειαν, οἱ δὲ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος.

Πατερικές αναφορές
5

ἄνδρες κακοὶ οὐ νοήσουσι κρίμα, οἱ δὲ ζητοῦντες τὸν Κύριον συνήσουσιν ἐν παντί.

6

κρείσσων πτωχὸς πορευόμενος ἐν ἀληθείᾳ, πλουσίου ψευδοῦς.

7

φυλάσσει νόμον υἱὸς συνετός, ὃς δὲ ποιμαίνει ἀσωτίαν ἀτιμάζει πατέρα.

Πατερικές αναφορές
8

ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν, τῷ ἐλεῶντι πτωχοὺς συνάγει αὐτόν.

Πατερικές αναφορές
9

ὁ ἐκκλίνων τὸ οὖς αὐτοῦ μὴ εἰσακοῦσαι νόμου, καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται.

Πατερικές αναφορές
10

ὃς πλανᾷ εὐθεῖς ἐν ὁδῷ κακῇ, εἰς διαφθορὰν αὐτὸς ἐμπεσεῖται· οἱ δὲ ἄνομοι διελεύσονται ἀγαθά, καὶ οὐκ εἰσελεύσονται εἰς αὐτά.

Πατερικές αναφορές
11

σοφὸς παρ᾿ ἑαυτῷ ἀνὴρ πλούσιος, πένης δὲ νοήμων καταγνώσεται αὐτοῦ.

Πατερικές αναφορές
12

διὰ βοήθειαν δικαίων πολλὴν γίνεται δόξα, ἐν δὲ τόποις ἀσεβῶν ἁλίσκονται ἄνθρωποι.

Πατερικές αναφορές
13

ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται, ὁ δὲ ἐξηγούμενος ἐλέγχους ἀγαπηθήσεται.

Πατερικές αναφορές
14

μακάριος ἀνήρ, ὃς καταπτήσσει πάντα δι᾿ εὐλάβειαν, ὁ δὲ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς.

Πατερικές αναφορές
15

λέων πεινῶν καὶ λύκος διψῶν, ὃς τυραννεῖ, πτωχὸς ὤν, ἔθνους πενιχροῦ.

16

βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης, ὁ δὲ μισῶν ἀδικίαν μακρὸν χρόνον ζήσεται.

Πατερικές αναφορές
17

ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ὁ ἐγγυώμενος, φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ.[α] παίδευε υἱὸν καὶ ἀγαπήσει σε, καὶ δώσει κόσμον τῇ σῆ ψυχῇ· οὐ μὴ ὑπακούσει ἔθνει παρανόμῳ.

18

ὁ πορευόμενος δικαίως βεβοήθηται, ὁ δὲ σκολιαῖς ὁδοῖς πορευόμενος ἐμπλακήσεται.

Πατερικές αναφορές
19

ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν πλησθήσεται ἄρτων, ὁ δὲ διώκων σχολὴν πλησθήσεται πενίας.

20

ἀνὴρ ἀξιόπιστος πολλὰ εὐλογηθήσεται, ὁ δὲ κακὸς οὐκ ἀτιμώρητος ἔσται.

Πατερικές αναφορές
21

ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων, οὐκ ἀγαθός· ὁ τοιοῦτος ψωμοῦ ἄρτου ἀποδώσεται ἄνδρα.

Πατερικές αναφορές
22

σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος, καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ.

Πατερικές αναφορές
23

ὁ ἐλέγχων ἀνθρώπου ὁδοὺς χάριτας ἕξει μᾶλλον τοῦ γλωσσοχαριτοῦντος.

Πατερικές αναφορές
24

ὃς ἀποβάλλεται πατέρα ἢ μητέρα, καὶ δοκεῖ μὴ ἁμαρτάνειν, οὗτος κοινωνός ἐστιν ἀνδρὸς ἀσεβοῦς.

Πατερικές αναφορές
25

ἄπιστος ἀνὴρ κρίνει εἰκῆ, ὃς δὲ πέποιθεν ἐπὶ Κύριον ἐν ἐπιμελείᾳ ἔσται.

Πατερικές αναφορές
26

ὃς πέποιθε θρασείᾳ καρδίᾳ, ὁ τοιοῦτος ἄφρων· ὃς δὲ πορεύεται σοφίᾳ σωθήσεται.

27

ὃς δίδωσι πτωχοῖς, οὐκ ἐνδεηθήσεται, ὃς δὲ ἀποστρέφει τὸν ὀφθαλμὸν αὐτοῦ, ἐν πολλῇ ἀπορίᾳ ἔσται.

Πατερικές αναφορές
28

ἐν τόποις ἀσεβῶν στένουσι δίκαιοι, ἐν δὲ τῇ ἐκείνων ἀπωλείᾳ πληθυνθήσονται δίκαιοι.

Πατερικές αναφορές