Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΣΟΦΙΑ ΣΕΙΡΑΧ 28

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 28, Εδάφιο 1

1

Ο ΕΚΔΙΚΩΝ παρὰ Κυρίου εὑρήσει ἐκδίκησιν, καὶ τὰς ἁμαρτίας αὐτοῦ διατηρῶν διατηρήσει.

2

ἄφες ἀδίκημα τῷ πλησίον σου, καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται.

Πατερικές αναφορές
4

ἐπ᾿ ἄνθρωπον ὅμοιον αὐτῷ οὐκ ἔχει ἔλεος, καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεῖται;

5

αὐτὸς σὰρξ ὢν διατηρεῖ μῆνιν, τίς ἐξιλάσεται τὰς ἁμαρτίας αὐτοῦ;

6

μνήσθητι τὰ ἔσχατα καὶ παῦσαι ἐχθραίνων, καταφθορὰν καὶ θάνατον, καὶ ἔμμενε ἐντολαῖς.

Πατερικές αναφορές
7

μνήσθητι ἐντολῶν καὶ μὴ μηνίσῃς τῷ πλησίον, καὶ διαθήκην ῾Υψίστου καὶ πάριδε ἄγνοιαν.

8

ἀπόσχου ἀπὸ μάχης, καὶ ἐλαττώσεις ἁμαρτίας· ἄνθρωπος γὰρ θυμώδης ἐκκαύσει μάχην,

9

καὶ ἀνὴρ ἁμαρτωλὸς ταράξει φίλους καὶ ἀνὰ μέσον εἰρηνευόντων ἐμβάλλει διαβολήν.

10

κατὰ τὴν ὕλην τοῦ πυρὸς οὕτως ἐκκαυθήσεται, καὶ κατὰ τὴν ἰσχὺν τοῦ ἀνθρώπου ὁ θυμὸς αὐτοῦ ἔσται, καὶ κατὰ τὸν πλοῦτον ἀνυψώσει ὀργὴν αὐτοῦ, καὶ κατὰ τὴν στερέωσιν τῆς μάχης ἐκκαυθήσεται.

Πατερικές αναφορές
11

ἔρις κατασπευδομένη ἐκκαίει πῦρ, καὶ μάχη κατασπεύδουσα ἐκχέει αἷμα.

Πατερικές αναφορές
12

ἐὰν φυσήσῃς εἰς σπινθῆρα, ἐκκαήσεται, καὶ ἐὰν πτύσῃς ἐπ᾿ αὐτόν, σβεσθήσεται· καὶ ἀμφότερα ἐκ τοῦ στόματός σου ἐκπορεύεται.

Πατερικές αναφορές
13

Ψίθυρον καὶ δίγλωσσον καταράσασθε, πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσαν.

Πατερικές αναφορές
14

γλῶσσα τρίτη πολλοὺς ἐσάλευσε καὶ διέστησεν αὐτοὺς ἀπὸ ἔθνους εἰς ἔθνος καὶ πόλεις ὀχυρὰς καθεῖλε καὶ οἰκίας μεγιστάνων κατέστρεψε.

Πατερικές αναφορές
15

γλῶσσα τρίτη γυναῖκας ἀνδρείας ἐξέβαλε καὶ ἐστέρησεν αὐτὰς τῶν πόνων αὐτῶν.

16

ὁ προσέχων αὐτῇ οὐ μὴ εὕρῃ ἀνάπαυσιν, οὐδὲ κατασκηνώσει μεθ᾿ ἡσυχίας.

Πατερικές αναφορές
18

πολλοὶ ἔπεσαν ἐν στόματι μαχαίρας, καὶ οὐχ ὡς οἱ πεπτωκότες διὰ γλῶσσαν.

Πατερικές αναφορές
19

μακάριος ὁ σκεπασθεὶς ἀπ᾿ αὐτῆς, ὃς οὐ διῆλθεν ἐν τῷ θυμῷ αὐτῆς, ὃς οὐχ εἵλκυσε τὸν ζυγὸν αὐτῆς καὶ ἐν τοῖς δεσμοῖς αὐτῆς οὐκ ἐδέθη·

20

ὁ γὰρ ζυγὸς αὐτῆς ζυγὸς σιδηροῦς, καὶ οἱ δεσμοὶ αὐτῆς δεσμοὶ χάλκεοι.

Πατερικές αναφορές
21

θάνατος πονηρὸς ὁ θάνατος αὐτῆς, καὶ λυσιτελὴς μᾶλλον ὁ ᾅδης αὐτῆς.

22

οὐ μὴ κρατήσει εὐσεβῶν, καὶ ἐν τῇ φλογὶ αὐτῆς οὐ καήσονται.

23

οἱ καταλείποντες Κύριον ἐμπεσοῦνται εἰς αὐτήν, καὶ ἐν αὐτοῖς ἐκκαήσεται καὶ οὐ μὴ σβεσθῇ· ἐξαποσταλήσεται ἐπ᾿ αὐτοῖς ὡς λέων, καὶ ὡς πάρδαλις λυμανεῖται αὐτούς.

24

ἴδε περίφραξον τὸ κτῆμά σου ἀκάνθαις, τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον κατάδησον·

Πατερικές αναφορές
25

καὶ τοῖς λόγοις σου ποίησον ζυγὸν καὶ σταθμόν, καὶ τῷ στόματί σου ποίησον θύραν καὶ μοχλόν.

Πατερικές αναφορές
26

πρόσεχε μήπως ὀλισθήσῃς ἐν αὐτῇ, μὴ πέσῃς κατέναντι ἐνεδρεύοντος.