Ἁγία Γραφή
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
ἄνθρωπος ἐχόμενος αὐτοῦ κατὰ τάγμα, κατὰ σημαίας, κατ’ οἴκους πατριῶν αὐτῶν, παρεμβαλλέτωσαν οἱ υἱοὶ ᾿Ισραήλ· ἐναντίοι κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ ᾿Ισραήλ.
Πατερικές αναφορέςκαὶ οἱ παρεμβάλλοντες πρῶτοι κατὰ ἀνατολάς, τάγμα παρεμβολῆς ᾿Ιούδα σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν ᾿Ιούδα, Ναασσὼν υἱὸς ᾿Αμιναδάβ·
Πατερικές αναφορέςκαὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς ᾿Ισσάχαρ, καὶ ὁ ἄρχων τῶν υἱῶν ᾿Ισσάχαρ, Ναθαναὴλ υἱὸς Σωγάρ·
Πατερικές αναφορέςδύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
Πατερικές αναφορέςκαὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ζαβουλών, καὶ ὁ ἄρχων τῶν υἱῶν Ζαβουλών, ῾Ελιὰβ υἱὸς Χαιλών·
Πατερικές αναφορέςδύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
πάντες οἱ ἐπεσκεμμένοι ἐκ τῆς παρεμβολῆς ᾿Ιούδα ἑκατὸν ὀγδοήκοντα χιλιάδες καὶ ἑξακισχίλιοι καὶ τετρακόσιοι, σὺν δυνάμει αὐτῶν πρῶτοι ἐξαιροῦσι.
τάγμα παρεμβολῆς Ρουβὴν πρὸς λίβα δύναμις αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ρουβήν, ῾Ελισοὺρ υἱὸς Σεδιούρ·
Πατερικές αναφορέςκαὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Συμεών, καὶ ὁ ἄρχων τῶν υἱῶν Συμεών, Σαλαμιὴλ υἱὸς Σουρισαδαί·
Πατερικές αναφορέςκαὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Γάδ, καὶ ὁ ἄρχων τῶν υἱῶν Γάδ, ῾Ελισὰφ υἱὸς Ραγουήλ·
Πατερικές αναφορέςδύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα.
πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Ρουβήν, ἑκατὸν πεντήκοντα μία χιλιάδες καὶ τετρακόσιοι καὶ πεντήκοντα, σὺν δυνάμει αὐτῶν δεύτεροι ἐξαροῦσι.
καὶ ἀρθήσεται ἡ σκηνὴ τοῦ μαρτυρίου καὶ ἡ παρεμβολὴ τῶν Λευιτῶν μέσον τῶν παρεμβολῶν· ὡς καὶ παρεμβαλοῦσιν, οὕτω καὶ ἐξαροῦσιν ἕκαστος ἐχόμενος καθ’ ἡγεμονίας.
Τάγμα παρεμβολῆς ᾿Εφραὶμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτῶν καὶ ὁ ἄρχων τῶν υἱῶν ᾿Εφραίμ, ᾿Ελισαμὰ υἱὸς ᾿Εμιούδ·
Πατερικές αναφορέςκαὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Μανασσῆ, καὶ ὁ ἄρχων τῶν υἱῶν Μανασσῆ, Γαμαλιὴλ υἱὸς Φαδασσούρ·
Πατερικές αναφορέςκαὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Βενιαμίν, καὶ ὁ ἄρχων τῶν υἱῶν Βενιαμίν, ᾿Αβιδὰν υἱὸς Γαδεωνί·
Πατερικές αναφορέςδύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι.
πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς ᾿Εφραίμ, ἑκατὸν χιλιάδες καὶ ὀκτακισχίλιοι καὶ ἑκατόν, σὺν δυνάμει αὐτῶν τρίτοι ἐξαροῦσι.
Πατερικές αναφορέςΤάγμα παρεμβολῆς Δὰν πρὸς βορρᾶν σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Δάν, ᾿Αχιέζερ υἱὸς ᾿Αμισαδαί·
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι.
καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλὴ ᾿Ασήρ, καὶ ὁ ἄρχων τῶν υἱῶν ᾿Ασήρ, Φαγεὴλ υἱὸς ᾿Εχράν·
Πατερικές αναφορέςκαὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Νεφθαλί, καὶ ὁ ἄρχων τῶν υἱῶν Νεφθαλί, ᾿Αχιρὲ υἱὸς Αἰνάν·
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Δὰν ἑκατὸν καὶ πεντηκονταεπτὰ χιλιάδες καὶ ἑξακόσιοι· ἔσχατοι ἐξαροῦσι κατὰ τάγμα αὐτῶν.
Πατερικές αναφορέςαὕτη ἡ ἐπίσκεψις τῶν υἱῶν ᾿Ισραὴλ κατ’ οἴκους πατριῶν αὐτῶν· πᾶσα ἡ ἐπίσκεψις τῶν παρεμβολῶν σὺν ταῖς δυνάμεσιν αὐτῶν, ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα.
Πατερικές αναφορέςοἱ δὲ Λευῖται οὐ συνεπεσκέπησαν ἐν αὐτοῖς, καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ.
καὶ ἐποίησαν οἱ υἱοὶ ᾿Ισραὴλ πάντα, ὅσα συνέταξε Κύριος τῷ Μωυσῇ·οὕτω παρενέβαλον κατὰ τάγμα αὐτῶν καὶ οὕτως ἐξῇρον, ἕκαστος ἐχόμενοι κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν.