Ἁγία Γραφή
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
ΛΟΓΟΙ ᾿Αμώς, οἳ ἐγένοντο ἐν ᾿Ακκαρεὶμ ἐκ Θεκουέ, οὓς εἶδεν ὑπὲρ ῾Ιερουσαλὴμ ἐν ἡμέραις ᾿Οζίου βασιλέως ᾿Ιούδα καὶ ἐν ἡμέραις ῾Ιεροβοὰμ τοῦ ᾿Ιωὰς βασιλέως ᾿Ισραήλ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ.
Πατερικές αναφορέςΚαὶ εἶπε· Κύριος ἐκ Σιὼν ἐφθέγξατο καὶ ἐξ ῾Ιερουσαλὴμ ἔδωκε φωνὴν αὐτοῦ, καὶ ἐπένθησαν αἱ νομαὶ τῶν ποιμένων, καὶ ἐξηράνθη ἡ κορυφὴ τοῦ Καρμήλου. —
Πατερικές αναφορέςΚαὶ εἶπε Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Δαμασκοῦ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθ᾿ ὧν ἔπριζον πρίοσι σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας τῶν ἐν Γαλαάδ·
Πατερικές αναφορέςκαὶ συντρίψω μοχλοὺς Δαμασκοῦ καὶ ἐξολοθρεύσω κατοικοῦντας ἐκ πεδίου ῏Ων, καὶ κατακόψω φυλὴν ἐξ ἀνδρῶν Χαρράν, καὶ αἰχμαλωτευθήσεται λαὸς Συρίας ἐπίκλητος, λέγει Κύριος. —
Πατερικές αναφορέςΤάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Γάζης καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς, ἕνεκεν τοῦ αἰχμαλωτεῦσαι αὐτοὺς αἰχμαλωσίαν τοῦ Σαλωμὼν τοῦ συγκλεῖσαι εἰς τὴν ᾿Ιδουμαίαν.
Πατερικές αναφορέςκαὶ ἐξολοθρεύσω κατοικοῦντας ἐξ ᾿Αζώτου, καὶ ἐξαρθήσεται φυλὴ ἐξ ᾿Ασκάλωνος, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ ᾿Ακκάρων, καὶ ἀπολοῦνται οἱ κατάλοιποι τῶν ἀλλοφύλων, λέγει Κύριος. —
Πατερικές αναφορέςΤάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Τύρου καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτήν, ἀνθ᾿ ὧν συνέκλεισαν αἰχμαλωσίαν τοῦ Σαλωμὼν εἰς τὴν ᾿Ιδουμαίαν καὶ οὐκ ἐμνήσθησαν διαθήκης ἀδελφῶν·
Πατερικές αναφορέςκαὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη Τύρου, καὶ καταφάγεται τὰ θεμέλια αὐτῆς. —
Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις τῆς ᾿Ιδουμαίας καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς, ἕνεκα τοῦ διῶξαι αὐτοὺς ἐν ρομφαίᾳ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐλυμήνατο μητέρα ἐπὶ γῆς καὶ ἥρπασεν εἰς μαρτύριον φρίκην αὐτοῦ καὶ τὸ ὅρμημα αὐτοῦ ἐφύλαξεν εἰς νῖκος.
Πατερικές αναφορέςΤάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν ᾿Αμμὼν καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθ᾿ ὧν ἀνέσχιζον τὰς ἐν γαστρὶ ἐχούσας τῶν Γαλααδιτῶν, ὅπως ἐμπλατύνωσι τὰ ὅρια αὐτῶν·
Πατερικές αναφορέςκαὶ ἀνάψω πῦρ ἐπὶ τείχη Ραββάθ, καὶ καταφάγεται θεμέλια αὐτῆς μετὰ κραυγῆς ἐν ἡμέρᾳ πολέμου, καὶ σεισθήσεται ἐν ἡμέραις συντελείας αὐτῆς·
Πατερικές αναφορέςκαὶ πορεύσονται οἱ βασιλεῖς αὐτῆς ἐν αἰχμαλωσίᾳ, οἱ ἱερεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶ ἐπὶ τὸ αὐτό, λέγει Κύριος.
Πατερικές αναφορές