Ἁγία Γραφή
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
ΕΝ τῷ καιρῷ ἐκείνῳ ἀπέστειλε Μαρωδὰχ Βαλαδὰν ὁ υἱὸς τοῦ Βαλαδάν, ὁ βασιλεὺς τῆς Βαβυλωνίας, ἐπιστολὰς καὶ πρέσβεις καὶ δῶρα ᾿Εζεκίᾳ· ἤκουσε γὰρ ὅτι ἐμαλακίσθη ἕως θανάτου καὶ ἀνέστη.
Πατερικές αναφορέςκαὶ ἐχάρη ἐπ᾿ αὐτοῖς ᾿Εζεκίας χαρὰν μεγάλην καὶ ἔδειξεν αὐτοῖς τὸν οἶκον τοῦ νεχωθᾶ καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ τῆς στακτῆς καὶ τῶν θυμιαμάτων καὶ τοῦ μύρου καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης καὶ πάντα, ὅσα ἦν ἐν τοῖς θησαυροῖς αὐτοῦ· καὶ οὐκ ἦν οὐθέν, ὃ οὐκ ἔδειξεν ᾿Εζεκίας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ.
Πατερικές αναφορέςκαὶ ἦλθεν ῾Ησαΐας ὁ προφήτης πρὸς τὸν βασιλέα ᾿Εζεκίαν καὶ εἶπε πρὸς αὐτόν· τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι; καὶ πόθεν ἥκασι πρός σέ; καὶ εἶπεν ᾿Εζεκίας· ἐκ τῆς γῆς πόρρωθεν ἥκασι πρός με, ἐκ Βαβυλῶνος.
Πατερικές αναφορέςκαὶ εἶπεν ῾Ησαΐας· τί εἴδοσαν ἐν τῷ οἴκῳ σου; καὶ εἶπεν ᾿Εζεκίας· πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν, καὶ οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου ᾧ οὐκ εἴδοσαν, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου.
Πατερικές αναφορέςἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ λήψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης, εἰς Βαβυλῶνα ἥξει, καὶ οὐδὲν οὐ μὴ καταλείπωσιν· εἶπε δὲ ὁ Θεὸς
Πατερικές αναφορέςὅτι καὶ ἀπὸ τῶν τέκνων σου, ὧν ἐγέννησας, λήψονται καὶ ποιήσουσι σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων.
Πατερικές αναφορέςκαὶ εἶπεν ᾿Εζεκίας ῾Ησαΐᾳ· ἀγαθὸς ὁ λόγος Κυρίου, ὃν ἐλάλησε· γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου.
Πατερικές αναφορές