Ἁγία Γραφή
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
ΚΑΙ ἐλάλησε Κορὲ υἱὸς ᾿Ισσάαρ υἱοῦ Καὰθ υἱοῦ Λευὶ καὶ Δαθὰν καὶ ᾿Αβειρὼν υἱοὶ ῾Ελιὰβ καὶ Αὔν υἱὸς Φαλὲθ υἱοῦ Ρουβήν,
Πατερικές αναφορέςκαὶ ἀνέστησαν ἔναντι Μωυσῆ, καὶ ἄνδρες τῶν υἱῶν ᾿Ισραὴλ πεντήκοντα καὶ διακόσιοι, ἀρχηγοὶ συναγωγῆς, σύγκλητοι βουλῆς καί ἄνδρες ὀνομαστοί,
Πατερικές αναφορέςσυνέστησαν ἐπὶ Μωυσῆν καὶ ᾿Ααρὼν καὶ εἶπαν· ἐχέτω ὑμῖν, ὅτι πᾶσα ἡ συναγωγὴ πάντες ἅγιοι, καὶ ἐν αὐτοῖς Κύριος, καὶ διατί κατανίστασθε ἐπὶ τὴν συναγωγὴν Κυρίου;
Πατερικές αναφορέςκαὶ ἐλάλησε πρὸς Κορὲ καὶ πρὸς πᾶσαν αὐτοῦ τὴν συναγωγὴν λέγων· ἐπέσκεπται καὶ ἔγνω ὁ Θεὸς τοὺς ὄντας αὐτοῦ καὶ τοὺς ἁγίους, καὶ προσηγάγετο πρὸς ἑαυτόν, καὶ οὓς ἐξελέξατο ἑαυτῷ, προσηγάγετο πρὸς ἑαυτόν.
Πατερικές αναφορέςκαὶ ἐπίθετε ἐπ’ αὐτὰ πῦρ, καὶ ἐπίθετε ἐπ’ αὐτὰ θυμίαμα ἔναντι Κυρίου αὔριον· καὶ ἔσται ὁ ἀνήρ, ὃν ἐκλέλεκται Κύριος, οὗτος ἅγιος· ἱκανούσθω ὑμῖν υἱοὶ Λευί.
Πατερικές αναφορέςμὴ μικρόν ἐστι τοῦτο ὑμῖν, ὅτι διέστειλεν ὁ Θεὸς ᾿Ισραὴλ ὑμᾶς ἐκ συναγωγῆς ᾿Ισραὴλ καὶ προσηγάγετο ὑμᾶς πρὸς ἑαυτὸν λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς Κυρίου καὶ παρίστασθαι ἔναντι τῆς σκηνῆς λατρεύειν αὐτοῖς;
Πατερικές αναφορέςκαὶ προσηγάγετό σε καὶ πάντας τοὺς ἀδελφούς σου υἱοὺς Λευὶ μετὰ σοῦ καὶ ζητεῖτε καὶ ἱερατεύειν;
Πατερικές αναφορέςοὕτως σὺ καὶ πᾶσα ἡ συναγωγή σου ἡ συνηθροισμένη πρὸς τὸν Θεόν· καὶ ᾿Ααρὼν τίς ἐστιν, ὅτι διαγογγύζετε κατ’ αὐτοῦ;
Πατερικές αναφορέςκαὶ ἀπέστειλε Μωυσῆς καλέσαι Δαθὰν καὶ ᾿Αβειρὼν υἱοὺς ῾Ελιάβ· καὶ εἶπαν· οὐκ ἀναβαίνομεν·
Πατερικές αναφορέςμὴ μικρὸν τοῦτο, ὅτι ἀνήγαγες ἡμᾶς εἰς γῆν ρέουσαν γάλα καὶ μέλι ἀποκτεῖναι ἡμᾶς ἐν τῇ ἐρήμῳ, ὅτι κατάρχεις ἡμῶν ἄρχων;
Πατερικές αναφορέςεἰ καὶ εἰς γῆν ρέουσαν γάλα καὶ μέλι εἰσήγαγες ἡμᾶς καὶ ἔδωκας ἡμῖν κλῆρον ἀγροῦ καὶ ἀμπελῶνας, τοὺς ὀφθαλμοὺς τῶν ἀνθρώπων ἐκείνων ἂν ἐξέκοψας· οὐκ ἀναβαίνομεν.
Πατερικές αναφορέςκαὶ ἐβαρυθύμησε Μωυσῆς σφόδρα καὶ εἶπε πρὸς Κύριον· μὴ πρόσχῃς εἰς τὴν θυσίαν αὐτῶν· οὐκ ἐπιθύμημα οὐδενὸς αὐτῶν εἴληφα, οὐδὲ ἐκάκωσα οὐδένα αὐτῶν.
Πατερικές αναφορέςκαὶ εἶπε Μωυσῆς πρὸς Κορέ· ἁγίασον τὴν συναγωγήν σου καὶ γίνεσθε ἕτοιμοι ἔναντι Κυρίου σὺ καὶ ᾿Ααρὼν καὶ αὐτοὶ αὔριον.
Πατερικές αναφορέςκαὶ λάβετε ἕκαστος τὸ πυρεῖον αὐτοῦ καὶ ἐπιθήσετε ἐπ’ αὐτὰ θυμίαμα καὶ προσάξετε ἔναντι Κυρίου ἕκαστος τὸ πυρεῖον αὐτοῦ, πεντήκοντα καὶ διακόσια πυρεῖα, καὶ σὺ καὶ ᾿Ααρὼν ἕκαστος τὸ πυρεῖον αὐτοῦ.
Πατερικές αναφορέςκαὶ ἔλαβεν ἕκαστος τὸ πυρεῖον αὐτοῦ καὶ ἐπέθηκαν ἐπ’ αὐτὰ πῦρ καὶ ἐπέβαλον ἐπ’ αὐτὰ θυμίαμα. καὶ ἔστησαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου Μωυσῆς καὶ ᾿Ααρών.
Πατερικές αναφορέςκαὶ ἐπισυνέστησεν ἐπ’ αὐτοὺς Κορὲ τὴν πᾶσαν αὐτοῦ συναγωγὴν παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. καὶ ὤφθη ἡ δόξα Κυρίου πάσῃ τῇ συναγωγῇ.
Πατερικές αναφορέςκαὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ εἶπαν· Θεός, Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, εἰ ἄνθρωπος εἷς ἥμαρτεν, ἐπὶ πᾶσαν τὴν συναγωγὴν ὀργὴ Κυρίου;
Πατερικές αναφορέςκαὶ ἀνέστη Μωυσῆς καὶ ἐπορεύθη πρὸς Δαθὰν καὶ ᾿Αβειρών, καὶ συνεπορεύθησαν μετ’ αὐτοῦ πάντες οἱ πρεσβύτεροι ᾿Ισραήλ.
Πατερικές αναφορέςκαὶ ἐλάλησε πρὸς τὴν συναγωγὴν λέγων· ἀποσχίσθητε ἀπὸ τῶν σκηνῶν τῶν ἀνθρώπων τῶν σκληρῶν τούτων, καὶ μὴ ἅπτεσθε ἀπὸ πάντων, ὧν ἐστιν αὐτοῖς, μὴ συναπόλησθε ἐν πάσῃ τῇ ἁμαρτίᾳ αὐτῶν.
Πατερικές αναφορέςκαὶ ἀπέστησαν ἀπὸ τῆς σκηνῆς Κορὲ κύκλῳ· καὶ Δαθὰν καὶ ᾿Αβειρὼν ἐξῆλθον καὶ εἱστήκεισαν παρὰ τὰς θύρας τῶν σκηνῶν αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ ἡ ἀποσκευὴ αὐτῶν.
Πατερικές αναφορέςκαὶ εἶπε Μωυσῆς· ἐν τούτῳ γνώσεσθε ὅτι Κύριος ἀπέστειλέ με ποιῆσαι πάντα τὰ ἔργα ταῦτα, ὅτι οὐκ ἀπ’ ἐμαυτοῦ·
Πατερικές αναφορέςεἰ κατὰ θάνατον πάντων ἀνθρώπων ἀποθανοῦνται οὗτοι, εἰ καὶ κατ’ ἐπίσκεψιν πάντων ἀνθρώπων ἐπισκοπὴ ἔσται αὐτῶν, οὐχὶ Κύριος ἀπέσταλκέ με·
Πατερικές αναφορέςἀλλ’ ἢ ἐν φάσματι δείξει Κύριος, καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς καταπίεται αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ τὰς σκηνὰς αὐτῶν καὶ πάντα, ὅσα ἐστὶν αὐτοῖς, καὶ καταβήσονται ζῶντες εἰς ᾅδου, καὶ γνώσεσθε, ὅτι παρώξυναν οἱ ἄνθρωποι οὗτοι τὸν Κύριον.
Πατερικές αναφορέςκαὶ ἠνοίχθη ἡ γῆ καὶ κατέπιεν αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας μετὰ Κορὲ καὶ τὰ κτήνη αὐτῶν.
Πατερικές αναφορέςκαὶ κατέβησαν αὐτοὶ καὶ ὅσα ἐστὶν αὐτῶν ζῶντα εἰς ᾅδου, καὶ ἐκάλυψεν αὐτοὺς ἡ γῆ, καὶ ἀπώλοντο ἐκ μέσου τῆς συναγωγῆς.
Πατερικές αναφορέςκαὶ πᾶς ᾿Ισραὴλ οἱ κύκλῳ αὐτῶν ἔφυγον ἀπὸ τῆς φωνῆς αὐτῶν, ὅτι λέγοντες· μή ποτε καταπίῃ ἡμᾶς ἡ γῆ.
Πατερικές αναφορέςκαὶ πῦρ ἐξῆλθε παρὰ Κυρίου καὶ κατέφαγε τοὺς πεντήκοντα καὶ διακοσίους ἄνδρας τοὺς προσφέροντας τὸ θυμίαμα.
Πατερικές αναφορές