Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΣΟΦΙΑ ΣΕΙΡΑΧ 17

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 17, Εδάφιο 1

1

ΚΥΡΙΟΣ ἔκτισεν ἐκ γῆς ἄνθρωπον καὶ πάλιν ἀπέστρεψεν αὐτὸν εἰς αὐτήν.

Πατερικές αναφορές
2

ἡμέρας ἀριθμοῦ καὶ καιρὸν ἔδωκεν αὐτοῖς καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν τῶν ἐπ᾿ αὐτῆς.

Πατερικές αναφορές
3

καθ᾿ ἑαυτοὺς ἐνέδυσεν αὐτοὺς ἰσχὺν καὶ κατ᾿ εἰκόνα αὐτοῦ ἐποίησεν αὐτοὺς

Πατερικές αναφορές
4

καὶ ἔθηκε τὸν φόβον αὐτοῦ ἐπὶ πάσης σαρκὸς καὶ κατακυριεύειν θηρίων καὶ πετεινῶν.

Πατερικές αναφορές
5

[ἔλαβον χρῆσιν τῶν πέντε τοῦ Κυρίου ἐνεργημάτων, ἕκτον δὲ νοῦν αὐτοῖς ἐδωρήσατο μερίζων καὶ τὸν ἕβδομον λόγον ἑρμηνέα τῶν ἐνεργημάτων αὐτοῦ].

Πατερικές αναφορές
6

διαβούλιον καὶ γλῶσσαν καὶ ὀφθαλμούς, ὦτα καὶ καρδίαν ἔδωκε διανοεῖσθαι αὐτοῖς.

Πατερικές αναφορές
7

ἐπιστήμην συνέσεως ἐνέπλησεν αὐτοὺς καὶ ἀγαθὰ καὶ κακὰ ὑπέδειξεν αὐτοῖς.

Πατερικές αναφορές
8

ἔθηκε τὸν ὀφθαλμὸν αὐτοῦ ἐπὶ τὰς καρδίας αὐτῶν δεῖξαι αὐτοῖς τὸ μεγαλεῖον τῶν ἔργων αὐτοῦ,

9

καὶ ὄνομα ἁγιασμοῦ αἰνέσουσιν,

10

ἵνα διηγῶνται τὰ μεγαλεῖα τῶν ἔργων αὐτοῦ.

11

προσέθηκεν αὐτοῖς ἐπιστήμην καὶ νόμον ζωῆς ἐκληροδότησεν αὐτοῖς.

12

διαθήκην αἰῶνος ἔστησε μετ᾿ αὐτῶν καὶ τὰ κρίματα αὐτοῦ ὑπέδειξεν αὐτοῖς.

13

μεγαλεῖον δόξης εἶδον οἱ ὀφθαλμοὶ αὐτῶν, καὶ δόξαν φωνῆς αὐτῶν ἤκουσε τὸ οὖς αὐτῶν.

14

καὶ εἶπεν αὐτοῖς· προσέχετε ἀπὸ παντὸς ἀδίκου· καὶ ἐνετείλατο αὐτοῖς ἑκάστῳ περὶ τοῦ πλησίον.

15

αἱ ὁδοὶ αὐτῶν ἐναντίον αὐτοῦ διαπαντός, οὐ κρυβήσονται ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ.

17

ἑκάστῳ ἔθνει κατέστησεν ἡγούμενον, καὶ μερὶς Κυρίου ᾿Ισραήλ ἐστιν.

19

ἅπαντα τὰ ἔργα αὐτῶν ὡς ὁ ἥλιος ἐναντίον αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐνδελεχεῖς ἐπὶ τὰς ὁδοὺς αὐτῶν.

20

οὐκ ἐκρύβησαν αἱ ἀδικίαι αὐτῶν ἀπ᾿ αὐτοῦ, καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτῶν ἔναντι Κυρίου.

22

ἐλεημοσύνη ἀνδρὸς ὡς σφραγὶς μετ᾿ αὐτοῦ, καὶ χάριν ἀνθρώπου ὡς κόρην συντηρήσει.

Πατερικές αναφορές
23

μετὰ ταῦτα ἐξαναστήσεται καὶ ἀνταποδώσει αὐτοῖς καὶ τὸ ἀνταπόδομα αὐτῶν εἰς κεφαλὴν αὐτῶν ἀποδώσει·

24

πλὴν μετανοοῦσιν ἔδωκεν ἐπάνοδον καὶ παρεκάλεσεν ἐκλείποντας ὑπομονήν.

Πατερικές αναφορές
25

᾿Επίστρεφε ἐπὶ Κύριον καὶ ἀπόλειπε ἁμαρτίας, δεήθητι κατὰ πρόσωπον καὶ σμίκρυνον πρόσκομμα.

Πατερικές αναφορές
26

ἐπάναγε ἐπὶ ῞Υψιστον καὶ ἀπόστρεφε ἀπὸ ἀδικίας, καὶ σφόδρα μίσησον βδέλυγμα.

Πατερικές αναφορές
27

῾Υψίστῳ τίς αἰνέσει ἐν ᾅδου ἀντὶ ζώντων καὶ ζώντων καὶ διδόντων ἀνθομολόγησιν;

28

ἀπὸ νεκροῦ ὡς μηδὲ ὄντος ἀπόλλυται ἐξομολόγησις· ζῶν καὶ ὑγιὴς αἰνέσει τὸν Κύριον.

Πατερικές αναφορές
29

ὡς μεγάλη ἡ ἐλεημοσύνη τοῦ Κυρίου καὶ ἐξιλασμὸς τοῖς ἐπιστρέφουσιν ἐπ᾿ αὐτόν.

Πατερικές αναφορές
30

οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνθρώποις, ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου.

Πατερικές αναφορές
31

τί φωτεινότερον ἡλίου; καὶ τοῦτο ἐκλείπει· καὶ πονηρὸς ἐνθυμηθήσεται σάρκα καὶ αἷμα.

Πατερικές αναφορές
32

δύναμιν ὕψους οὐρανοῦ αὐτὸς ἐπισκέπτεται, καὶ οἱ ἄνθρωποι πάντες γῆ καὶ σποδός.

Πατερικές αναφορές