Ἁγία Γραφή
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
ΚΑΙ ἐπιπεσὼν ᾿Ιωσὴφ ἐπὶ πρόσωπον τοῦ πατρὸς αὐτοῦ, ἔκλαυσεν αὐτὸν καὶ ἐφίλησεν αὐτόν.
Πατερικές αναφορέςκαὶ προσέταξεν ᾿Ιωσὴφ τοῖς παισὶν αὐτοῦ τοῖς ἐνταφιασταῖς ἐνταφιάσαι τὸν πατέρα αὐτοῦ, καὶ ἐνεταφίασαν οἱ ἐνταφιασταὶ τὸν ᾿Ισραήλ.
Πατερικές αναφορέςκαὶ ἐπλήρωσαν αὐτοῦ τεσσαράκοντα ἡμέρας· οὕτω γὰρ καταριθμοῦνται αἱ ἡμέραι τῆς ταφῆς. καὶ ἐπένθησεν αὐτὸν Αἴγυπτος ἑβδομήκοντα ἡμέρας.
Πατερικές αναφορές᾿Επεὶ δὲ παρῆλθον αἱ ἡμέραι τοῦ πένθους, ἐλάλησεν ᾿Ιωσὴφ πρὸς τοὺς δυνάστας Φαραὼ λέγων· εἰ εὗρον χάριν ἐναντίον ὑμῶν λαλήσατε περὶ ἐμοῦ εἰς τὰ ὦτα Φαραὼ λέγοντες·
ὁ πατήρ μου ὥρκισέ με λέγων· ἐν τῷ μνημείῳ ᾧ ὤρυξα ἐμαυτῷ ἐν γῇ Χαναάν, ἐκεῖ με θάψεις· νῦν οὖν ἀναβὰς θάψω τὸν πατέρα μου καὶ ἐπανελεύσομαι.
Πατερικές αναφορέςκαὶ εἶπε Φαραὼ τῷ ᾿Ιωσήφ· ἀνάβηθι, θάψον τὸν πατέρα σου, καθάπερ ὥρκισέ σε.
καὶ ἀνέβη ᾿Ιωσὴφ θάψαι τὸν πατέρα αὐτοῦ, καὶ συνανέβησαν μετ᾿ αὐτοῦ πάντες οἱ παῖδες Φαραὼ καὶ οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ καὶ πάντες οἱ πρεσβύτεροι τῆς γῆς Αἰγύπτου.
Πατερικές αναφορέςκαὶ πᾶσα ἡ πανοικία ᾿Ιωσὴφ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ οἰκία ἡ πατρικὴ αὐτοῦ, καὶ τὴν συγγένειαν αὐτοῦ καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑπελίποντο ἐν γῇ Γεσέμ.
Πατερικές αναφορέςκαὶ συνανέβησαν μετ᾿ αὐτοῦ καὶ ἅρματα καὶ ἱππεῖς, καὶ ἐγένετο ἡ παρεμβολὴ μεγάλη σφόδρα.
Πατερικές αναφορέςκαὶ παρεγένοντο εἰς ἅλωνα ᾿Ατάδ, ὅ ἐστι πέραν τοῦ ᾿Ιορδάνου, καὶ ἐκόψαντο αὐτὸν κοπετὸν μέγαν καὶ ἰσχυρὸν σφόδρα· καὶ ἐποίησε τὸ πένθος τῷ πατρὶ αὐτοῦ ἑπτὰ ἡμέρας.
Πατερικές αναφορέςκαὶ εἶδον οἱ κάτοικοι τῆς γῆς Χαναὰν τὸ πένθος ἐπὶ ἅλωνι ᾿Ατὰδ καὶ εἶπαν· πένθος μέγα τοῦτό ἐστι τοῖς Αἰγυπτίοις· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Πένθος Αἰγύπτου, ὅ ἐστι πέραν τοῦ ᾿Ιορδάνου.
Πατερικές αναφορέςκαὶ ἐποίησαν αὐτῷ οὕτως οἱ υἱοὶ αὐτοῦ
καὶ ἀνέλαβον αὐτὸν οἱ υἱοὶ αὐτοῦ εἰς γῆν Χαναὰν καὶ ἔθαψαν αὐτὸν εἰς τὸ σπήλαιον τὸ διπλοῦν, ὃ ἐκτήσατο ῾Αβραὰμ τὸ σπήλαιον ἐν κτήσει μνημείου παρὰ ᾿Εφρὼν τοῦ Χετταίου, κατέναντι Μαμβρῆ.
Πατερικές αναφορέςκαὶ ὑπέστρεψεν ᾿Ιωσὴφ εἰς Αἴγυπτον, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ συναναβάντες θάψαι τὸν πατέρα αὐτοῦ.
Πατερικές αναφορές᾿Ιδόντες δὲ οἱ ἀδελφοὶ ᾿Ιωσὴφ ὅτι τέθνηκεν ὁ πατὴρ αὐτῶν, εἶπαν· μή ποτε μνησικακήσῃ ἡμῖν ᾿Ιωσὴφ καὶ ἀνταπόδομα ἀνταποδῷ ἡμῖν πάντα τὰ κακά, ἃ ἐνεδειξάμεθα εἰς αὐτόν.
Πατερικές αναφορέςκαὶ παραγενόμενοι πρὸς ᾿Ιωσὴφ εἶπαν· ὁ πατήρ σου ὥρκισε πρὸ τοῦ τελευτῆσαι αὐτὸν λέγων·
Πατερικές αναφορέςοὕτως εἴπατε ᾿Ιωσήφ· ἄφες αὐτοῖς τὴν ἀδικίαν καί τὴν ἁμαρτίαν αὐτῶν, ὅτι πονηρά σοι ἐνεδείξαντο· καὶ νῦν δέξαι τὴν ἀδικίαν τῶν θεραπόντων τοῦ Θεοῦ τοῦ πατρός σου. καὶ ἔκλαυσεν ᾿Ιωσὴφ λαλούντων αὐτῶν πρὸς αὐτόν.
Πατερικές αναφορέςὑμεῖς ἐβουλεύσασθε κατ᾿ ἐμοῦ εἰς πονηρά, ὁ δὲ Θεὸς ἐβουλεύσατο περὶ ἐμοῦ εἰς ἀγαθά, ὅπως ἂν γενηθῇ ὡς σήμερον καὶ τραφῇ λαὸς πολύς.
Πατερικές αναφορέςκαὶ εἶπεν αὐτοῖς· μὴ φοβεῖσθε· ἐγὼ διαθρέψω ὑμᾶς καὶ τὰς οἰκίας ὑμῶν. καὶ παρεκάλεσεν αὐτοὺς καὶ ἐλάλησεν αὐτῶν εἰς τὴν καρδίαν.
Πατερικές αναφορέςΚαὶ κατῴκησεν ᾿Ιωσὴφ ἐν Αἰγύπτῳ, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ πανοικία τοῦ πατρὸς αὐτοῦ. καὶ ἔζησεν ᾿Ιωσὴφ ἔτη ἑκατὸν δέκα.
Πατερικές αναφορέςκαὶ εἶδεν ᾿Ιωσὴφ ᾿Εφραΐμ παιδία ἕως τρίτης γενεᾶς, καὶ οἱ υἱοὶ Μαχεὶρ τοῦ υἱοῦ Μανασσῆ ἐτέχθησαν ἐπὶ μηρῶν ᾿Ιωσήφ.
Πατερικές αναφορέςκαὶ εἶπεν ᾿Ιωσήφ τοῖς ἀδελφοῖς αὐτοῦ λέγων· ἐγὼ ἀποθνήσκω· ἐπισκοπῇ δὲ ἐπισκέψεται ὁ Θεὸς ὑμᾶς καὶ ἀνάξει ὑμᾶς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν, ἣν ὤμοσεν ὁ Θεὸς τοῖς πατράσιν ἡμῶν, ῾Αβραάμ, ᾿Ισαὰκ καὶ ᾿Ιακώβ.
Πατερικές αναφορέςκαὶ ὥρκισεν ᾿Ιωσὴφ τοὺς υἱοὺς ᾿Ισραὴλ λέγων· ἐν τῇ ἐπισκοπῇ, ᾗ ἐπισκέψηται ὁ Θεὸς ὑμᾶς, καὶ συνανοίσετε τὰ ὀστᾶ μου ἐντεῦθεν μεθ᾿ ὑμῶν.
Πατερικές αναφορέςκαὶ ἐτελεύτησεν ᾿Ιωσὴφ ἐτῶν ἑκατὸν δέκα· καὶ ἔθαψαν αὐτὸν καὶ ἔθηκαν ἐν τῇ σορῷ ἐν Αἰγύπτῳ.
Πατερικές αναφορές