Ἁγία Γραφή
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
λάλησον πρὸς τοὺς υἱοὺς ᾿Ισραήλ, λέγων· ψυχὴ ἐὰν ἁμάρτῃ ἔναντι Κυρίου ἀκουσίως ἀπὸ πάντων τῶν προσταγμάτων Κυρίου, ὧν οὐ δεῖ ποιεῖν, καὶ ποιήσει ἕν τι ἀπ᾿ αὐτῶν·
Πατερικές αναφορέςἐὰν μὲν ὁ ἀρχιερεὺς ὁ κεχρισμένος ἁμάρτῃ τοῦ τὸν λαὸν ἁμαρτεῖν, καὶ προσάξει περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, μόσχον ἐκ βοῶν ἄμωμον τῷ Κυρίῳ περὶ τῆς ἁμαρτίας.
Πατερικές αναφορέςκαὶ προσάξει τὸν μόσχον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι Κυρίου, καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι Κυρίου, καὶ σφάξει τὸν μόσχον ἐνώπιον Κυρίου.
Πατερικές αναφορέςκαὶ λαβὼν ὁ ἱερεὺς ὁ χριστὸς ὁ τετελειωμένος τὰς χεῖρας ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ εἰσοίσει αὐτὸ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου
Πατερικές αναφορέςκαὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον εἰς τὸ αἷμα, καὶ προσρανεῖ ἀπὸ τοῦ αἵματος ἑπτάκις ἔναντι Κυρίου, κατὰ τὸ καταπέτασμα τὸ ἅγιον·
Πατερικές αναφορέςκαὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τοῦ θυμιάματος τῆς συνθέσεως τοῦ ἐναντίον Κυρίου, ὅ ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ πᾶν τὸ αἷμα τοῦ μόσχου ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων, ὅ ἐστι παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.
Πατερικές αναφορέςκαὶ πᾶν τὸ στέαρ τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας περιελεῖ ἀπ᾿ αὐτοῦ, τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων
Πατερικές αναφορέςκαὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ᾿ αὐτῶν, ὅ ἐστιν ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ αὐτό,
Πατερικές αναφορέςὃν τρόπον ἀφαιρεῖται αὐτὸ ἀπὸ τοῦ μόσχου τοῦ τῆς θυσίας τοῦ σωτηρίου, καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον τῆς καρπώσεως.
Πατερικές αναφορέςκαὶ τὸ δέρμα τοῦ μόσχου καὶ πᾶσαν αὐτοῦ τήν σάρκα σὺν τῇ κεφαλῇ καὶ τοῖς ἀκρωτηρίοις καὶ τῇ κοιλίᾳ καὶ τῇ κόπρῳ
Πατερικές αναφορέςκαὶ ἐξοίσουσιν ὅλον τὸν μόσχον ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν, οὗ ἐκχεοῦσι τὴν σποδιάν, καὶ κατακαύσουσιν αὐτὸν ἐπὶ ξύλων ἐν πυρί· ἐπὶ τῆς ἐκχύσεως τῆς σποδιᾶς καυθήσεται.
Πατερικές αναφορές᾿Εὰν δὲ πᾶσα συναγωγὴ ᾿Ισραὴλ ἀγνοήσῃ ἀκουσίως καὶ λάθῃ ρῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς καὶ ποιήσωσι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσωσι,
Πατερικές αναφορέςκαὶ γνωσθῇ αὐτοῖς ἡ ἁμαρτία, ἣν ἥμαρτον ἐν αὐτῇ, καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν ἄμωμον περὶ τῆς ἁμαρτίας, καὶ προσάξει αὐτὸν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.
Πατερικές αναφορέςκαὶ ἐπιθήσουσιν οἱ πρεσβύτεροι τῆς συναγωγῆς τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι Κυρίου καὶ σφάξουσι τὸν μόσχον ἔναντι Κυρίου
Πατερικές αναφορέςκαὶ εἰσοίσει ὁ ἱερεὺς ὁ χριστὸς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου·
Πατερικές αναφορέςκαὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον ἀπὸ τοῦ αἵματος τοῦ μόσχου κα’Ι ρανεῖ ἑπτάκις ἔναντι Κυρίου, κατενώπιον τοῦ καταπετάσματος τοῦ ἁγίου·
Πατερικές αναφορέςκαὶ ἀπὸ τοῦ αἵματος ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων τῆς συνθέσεως, ὅ ἐστιν ἐνώπιον Κυρίου, ὅ ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ τὸ πᾶν αἷμα ἐκχεεῖ πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν καρπώσεων, τοῦ πρὸς τῇ θύρᾳ τῆς σκηνῆς τοῦ μαρτυρίου.
Πατερικές αναφορέςκαὶ τὸ πᾶν στέαρ περιελεῖ ἀπ᾿ αὐτοῦ καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον.
καὶ ποιήσει τὸν μόσχον, ὃν τρόπον ἐποίησε τὸν μόσχον τὸν τῆς ἁμαρτίας, οὕτω ποιηθήσεται· καὶ ἐξιλάσεται περί αὐτῶν ὁ ἱερεύς, καὶ ἀφεθήσεται αὐτοῖς ἡ ἁμαρτία.
καὶ ἐξοίσουσι τὸν μόσχον ὅλον ἔξω τῆς παρεμβολῆς καὶ κατακαύσουσι τὸν μόσχον, ὃν τρόπον κατέκαυσαν τὸν μόσχον τὸν πρότερον. ἁμαρτία συναγωγῆς ἐστιν.
ἐὰν δὲ ὁ ἄρχων ἁμάρτῃ, καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου τοῦ Θεοῦ αὐτοῦ, ἣ οὐ ποιηθήσεται, ἀκουσίως, καὶ ἁμάρτῃ καὶ πλημμελήσῃ,
Πατερικές αναφορέςκαὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία, ἣν ἥμαρτεν ἐν αὐτῇ, καὶ προσοίσει τὸ δῶρον αὐτοῦ χίμαρον ἐξ αἰγῶν, ἄρσεν ἄμωμον.
Πατερικές αναφορέςκαὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου, καὶ σφάξουσιν αὐτὸν ἐν τόπῳ, οὗ σφάζουσι τὰ ὁλοκαυτώματα ἐνώπιον Κυρίου· ἁμαρτία ἐστί.
Πατερικές αναφορέςκαὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς ἁμαρτίας τῷ δακτύλῳ ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων καὶ τὸ πᾶν αἷμα αὐτοῦ ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων.
Πατερικές αναφορέςκαὶ τὸ πᾶν στέαρ αὐτοῦ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον, ὥσπερ τὸ στέαρ θυσίας σωτηρίου. καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἀφεθήσεται αὐτῷ.
Πατερικές αναφορέςἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς, ἐν τῷ ποιῆσαι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσῃ,
Πατερικές αναφορέςκαὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία, ἣν ἥμαρτεν ἐν αὐτῇ, καὶ οἴσει χίμαιραν ἐξ αἰγῶν, θήλειαν ἄμωμον οἴσει περὶ τῆς ἁμαρτίας, ἧς ἥμαρτε.
Πατερικές αναφορέςκαὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ ἁμαρτήματος αὐτοῦ καὶ σφάξουσι τὴν χίμαιραν τὴν τῆς ἁμαρτίας ἐν τῷ τόπῳ, οὗ σφάζουσι τὰ ὁλοκαυτώματα.
Πατερικές αναφορέςκαὶ λήψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος αὐτῆς τῷ δακτύλῳ, καὶ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων· καὶ πᾶν τὸ αἷμα αὐτῆς ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου.
Πατερικές αναφορέςκαὶ πᾶν τὸ στέαρ περιελεῖ, ὃν τρόπον περιαιρεῖται στέαρ ἀπὸ θυσίας σωτηρίου, καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας Κυρίῳ· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεύς, καὶ ἀφεθήσεται αὐτῷ.
ἐὰν δὲ πρόβατον προσενέγκῃ τὸ δῶρον αὐτοῦ περὶ τῆς ἁμαρτίας, θῆλυ ἄμωμον προσοίσει αὐτό.
Πατερικές αναφορέςκαὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ τῆς ἁμαρτίας, καὶ σφάξουσιν αὐτὸ ἐν τόπῳ, οὗ σφάζουσι τὰ ὁλοκαυτώματα.
Πατερικές αναφορέςκαὶ λαβὼν ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς ἁμαρτίας τῷ δακτύλῳ, ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῆς ὁλοκαρπώσεως. καὶ πᾶν αὐτοῦ τὸ αἷμα ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως.
Πατερικές αναφορέςκαὶ πᾶν αὐτοῦ τὸ στέαρ περιελεῖ, ὃν τρόπον περιαιρεῖται στέαρ προβάτου ἐκ τῆς θυσίας τοῦ σωτηρίου, καὶ ἐπιθήσει αὐτὸ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὸ ὁλοκαύτωμα Κυρίου. καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας, ἧς ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ.