Ἁγία Γραφή
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
ΚΑΙ εἶπεν ᾿Ηλιοὺ ὁ προφήτης Θεσβίτης ὁ ἐκ Θεσβῶν τῆς Γαλαὰδ πρὸς ᾿Αχαάβ· ζῇ Κύριος ὁ Θεὸς τῶν δυνάμεων ὁ Θεὸς ᾿Ισραήλ, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετός, ὅτι εἰ μὴ διὰ στόματος λόγου μου.
Πατερικές αναφορέςπορεύου ἐντεῦθεν κατὰ ἀνατολὰς καὶ κρύβηθι ἐν τῷ χειμάρρῳ Χορρὰθ τοῦ ἐπὶ προσώπου τοῦ ᾿Ιορδάνου·
Πατερικές αναφορέςκαὶ ἔσται ἐκ τοῦ χειμάρρου πίεσαι ὕδωρ, καὶ τοῖς κόραξιν ἐντελοῦμαι διατρέφειν σε ἐκεῖ.
Πατερικές αναφορέςκαὶ ἐποίησεν ᾿Ηλιοὺ κατὰ τὸ ρῆμα Κυρίου, καὶ ἐκάθισεν ἐν τῷ χειμάρρῳ Χορρὰθ ἐπὶ προσώπου τοῦ ᾿Ιορδάνου.
Πατερικές αναφορέςκαὶ οἱ κόρακες ἔφερον αὐτῷ ἄρτους τὸ πρωΐ καὶ κρέα τὸ δείλης, καὶ ἐκ τοῦ χειμάρρου ἔπινεν ὕδωρ.
Πατερικές αναφορέςκαὶ ἐγένετο μεθ᾿ ἡμέρας καὶ ἐξηράνθη ὁ χειμάρρους, ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς.
Πατερικές αναφορέςἀνάστηθι καὶ πορεύου εἰς Σαρεπτὰ τῆς Σιδωνίας· ἰδοὺ ἐντέταλμαι ἐκεῖ γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε.
Πατερικές αναφορέςκαὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαρεπτὰ καὶ ἧλθεν εἰς τὸν πυλῶνα τῆς πόλεως, καὶ ἰδοὺ ἐκεῖ γυνὴ χήρα συνέλεγε ξύλα· καὶ ἐβόησεν ὀπίσω αὐτῆς ᾿Ηλιοὺ καὶ εἶπεν αὐτῇ· λαβὲ δή μοι ὀλίγον ὕδωρ εἰς ἄγγος καὶ πίομαι.
Πατερικές αναφορέςκαὶ ἐπορεύθη λαβεῖν, καὶ ἐβόησεν ὀπίσω αὐτῆς ᾿Ηλιοὺ καὶ εἶπε· λήψῃ δή μοι ψωμὸν ἄρτου τοῦ ἐν τῇ χειρί σου.
Πατερικές αναφορέςκαὶ εἶπεν ἡ γυνή· ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας ἀλλ᾿ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ καὶ ὀλίγον ἔλαιον ἐν τῷ καψάκῃ· καὶ ἰδοὺ ἐγὼ συλλέξω δύο ξυλάρια καὶ εἰσελεύσομαι καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ φαγόμεθα καὶ ἀποθανούμεθα.
Πατερικές αναφορέςκαὶ εἶπε πρὸς αὐτὴν ᾿Ηλιού· θάρσει, εἴσελθε καὶ ποίησον κατὰ τὸ ρῆμά σου· ἀλλὰ ποίησόν μοι ἐκεῖθεν ἐγκρυφίαν μικρὸν καὶ ἐξοίσεις μοι ἐν πρώτοις, σαυτῇ δὲ καὶ τοῖς τέκνοις σου ποιήσεις ἐπ᾿ ἐσχάτῳ·
Πατερικές αναφορέςὅτι τάδε λέγει Κύριος· ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει ἕως ἡμέρας τοῦ δοῦναι Κύριον τὸν ὑετὸν ἐπὶ τῆς γῆς.
Πατερικές αναφορέςκαὶ ἐπορεύθη ἡ γυνή, καὶ ἐποίησε· καὶ ἤσθιεν αὐτὴ καὶ αὐτὸς καὶ τὰ τέκνα αὐτῆς.
Πατερικές αναφορέςκαὶ ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐξέλιπε καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἠλαττονήθη κατὰ τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ ᾿Ηλιού.
Πατερικές αναφορέςκαὶ ἐγένετο μετὰ ταῦτα καὶ ἠρρώστησεν ὁ υἱὸς τῆς γυναικὸς τῆς κυρίας τοῦ οἴκου, καὶ ἦν ἡ ἀρρωστία αὐτοῦ κραταιὰ σφόδρα, ἕως οὐχ ὑπελείφθη ἐν αὐτῷ πνεῦμα.
Πατερικές αναφορέςκαὶ εἶπε πρὸς ᾿Ηλιού· τί ἐμοὶ καὶ σοί, ἄνθρωπε τοῦ Θεοῦ; εἰσῆλθες πρός με τοῦ ἀναμνῆσαι ἀδικίας μου καὶ θανατῶσαι τὸν υἱόν μου;
Πατερικές αναφορέςκαὶ εἶπεν ᾿Ηλιοὺ πρὸς τὴν γυναῖκα· δός μοι τὸν υἱόν σου. καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ κόλπου αὐτῆς καὶ ἀνήνεγκεν αὐτὸν εἰς τὸ ὑπερῷον, ἐν ᾧ αὐτὸς ἐκάθητο ἐκεῖ, καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τῆς κλίνης.
Πατερικές αναφορέςκαὶ ἀνεβόησεν ᾿Ηλιού, καὶ εἶπεν· οἴμοι, Κύριε, ὁ μάρτυς τῆς χήρας, μεθ᾿ ἧς ἐγὼ κατοικῶ μετ᾿ αὐτῆς, σὺ κεκάκωκας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς.
Πατερικές αναφορέςκαὶ ἐνεφύσησε τῷ παιδαρίῳ τρὶς καὶ ἐπεκαλέσατο τὸν Κύριον καὶ εἶπε· Κύριε ὁ Θεός μου, ἐπιστραφήτω δὴ ἡ ψυχὴ τοῦ παιδαρίου τούτου εἰς αὐτόν.
Πατερικές αναφορέςκαὶ κατήγαγεν αὐτὸ ἀπὸ τοῦ ὑπερῴου εἰς τὸν οἶκον καὶ ἔδωκεν αὐτὸ τῇ μητρὶ αὐτοῦ· καὶ εἶπεν ᾿Ηλιού· βλέπε, ζῇ ὁ υἱός σου.
Πατερικές αναφορέςκαὶ εἶπεν ἡ γυνὴ πρὸς ᾿Ηλιού· ἰδοὺ ἔγνωκα ὅτι σὺ ἄνθρωπος Θεοῦ καὶ ρῆμα Κυρίου ἐν τῷ στόματί σου ἀληθινόν.
Πατερικές αναφορές