Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΒΑΣΙΛΕΙΩΝ Δ΄ 5

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 5, Εδάφιο 1

1

ΚΑΙ Ναιμὰν ὁ ἄρχων τῆς δυνάμεως Συρίας ἦν ἀνὴρ μέγας ἐνώπιον τοῦ κυρίου αὐτοῦ καὶ τεθαυμασμένος προσώπῳ, ὅτι ἐν αὐτῷ ἔδωκε Κύριος σωτηρίαν Συρίᾳ· καὶ ὁ ἀνὴρ ἦν δυνατὸς ἰσχύϊ, λελεπρωμένος.

Πατερικές αναφορές
2

καὶ Συρία ἐξῆλθον μονόζωνοι καὶ ᾐχμαλώτευσαν ἐκ γῆς ᾿Ισραὴλ νεάνιδα μικράν, καὶ ἦν ἐνώπιον τῆς γυναικὸς Ναιμάν.

Πατερικές αναφορές
3

ἡ δὲ εἶπε τῇ κυρίᾳ αὐτῆς· ὄφελον ὁ κύριός μου ἐνώπιον τοῦ προφήτου τοῦ Θεοῦ τοῦ ἐν Σαμαρείᾳ, τότε ἀποσυνάξει αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ.

Πατερικές αναφορές
4

καὶ εἰσῆλθε καὶ ἀπήγγειλε τῷ κυρίῳ ἑαυτῆς καὶ εἶπεν· οὕτως καὶ οὕτως ἐλάλησεν ἡ νεᾶνις ἡ ἐκ γῆς ᾿Ισραήλ.

Πατερικές αναφορές
5

καὶ εἶπε βασιλεὺς Συρίας πρὸς Ναιμάν· δεῦρο εἴσελθε, καὶ ἐξαποστελῶ βιβλίον πρὸς βασιλέα ᾿Ισραήλ· καὶ ἐπορεύθη καὶ ἔλαβεν ἐν τῇ χειρὶ αὐτοῦ δέκα τάλαντα ἀργυρίου καὶ ἑξακισχιλίους χρυσοῦς καὶ δέκα ἀλλασσομένας στολάς.

Πατερικές αναφορές
6

καὶ ἤνεγκε τὸ βιβλίον πρὸς τὸν βασιλέα ᾿Ισραὴλ λέγων· καὶ νῦν ὡς ἂν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς σέ, ἰδοὺ ἀπέστειλα πρός σε Ναιμὰν τὸν δοῦλόν μου, καὶ ἀποσυνάξεις αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ.

Πατερικές αναφορές
7

καὶ ἐγένετο ὡς ἀνέγνω βασιλεὺς ᾿Ισραὴλ τὸ βιβλίον, διέρρηξε τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν· ὁ Θεὸς ἐγὼ τοῦ θανατῶσαι καὶ ζωοποιῆσαι, ὅτι οὖτος ἀποστέλλει πρός με ἀποσυνάξαι ἄνδρα ἀπὸ τῆς λέπρας αὐτοῦ; ὅτι πλὴν γνῶτε δὴ καὶ ἴδετε ὅτι προφασίζεται οὗτός μοι.

Πατερικές αναφορές
8

καὶ ἐγένετο ὡς ἤκουσεν ῾Ελισαιὲ ὅτι διέρρηξεν ὁ βασιλεὺς ᾿Ισραὴλ τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπέστειλε πρὸς τὸν βασιλέα ᾿Ισραὴλ λέγων· ἱνατὶ διέρρηξας τὰ ἱμάτιά σου; ἐλθέτω δὴ πρός με Ναιμὰν καὶ γνώτω ὅτι ἐστὶ προφήτης ἐν ᾿Ισραήλ.

Πατερικές αναφορές
9

καὶ ἦλθε Ναιμὰν ἐν ἵππῳ καὶ ἅρματι καὶ ἔστη ἐπὶ θύρας οἴκου ῾Ελισαιέ.

Πατερικές αναφορές
10

καὶ ἀπέστειλεν ῾Ελισαιὲ ἄγγελον πρὸς αὐτὸν λέγων· πορευθεὶς λοῦσαι ἑπτάκις ἐν τῷ ᾿Ιορδάνῃ, καὶ ἐπιστρέψει ἡ σάρξ σού σοι, καὶ καθαρισθήσῃ.

Πατερικές αναφορές
11

καὶ ἐθυμώθη Ναιμὰν καὶ ἀπῆλθε καὶ εἶπεν· ἰδοὺ εἶπον ὅτι πρός με πάντως ἐξελεύσεται καὶ στήσεται καὶ ἐπικαλέσεται ἐν ὀνόματι Θεοῦ αὐτοῦ καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν τόπον καὶ ἀποσυνάξει τὸ λεπρόν·

Πατερικές αναφορές
12

οὐχὶ ἀγαθὸς ᾿Αβανὰ καὶ Φαρφὰρ ποταμοὶ Δαμασκοῦ ὑπὲρ πάντα τὰ ὕδατα ᾿Ισραήλ; οὐχὶ πορευθεὶς λούσομαι ἐν αὐτοῖς καὶ καθαρισθήσομαι; καὶ ἐξέκλινε καὶ ἀπῆλθεν ἐν θυμῷ.

Πατερικές αναφορές
13

καὶ ἤγγισαν οἱ παῖδες αὐτοῦ καὶ ἐλάλησαν πρὸς αὐτόν· μέγα λόγον ἐλάλησεν ὁ προφήτης πρὸς σέ· οὐχὶ ποιήσεις; καὶ ὅτι εἶπε πρὸς σέ, λοῦσαι καὶ καθαρίσθητι.

Πατερικές αναφορές
14

καὶ κατέβη Ναιμὰν καὶ ἐβαπτίσατο ἐν τῷ ᾿Ιορδάνῃ ἑπτάκις κατὰ τὸ ρῆμα ῾Ελισαιέ, καὶ ἐπέστρεψεν ἡ σάρξ αὐτοῦ ὡς σάρξ παιδαρίου μικροῦ, καὶ ἐκαθαρίσθη.

Πατερικές αναφορές
15

καὶ ἐπέστρεψε πρὸς ῾Ελισαιὲ αὐτὸς καὶ πᾶσα ἡ παρεμβολὴ αὐτοῦ, καὶ ἦλθε καὶ ἔστη ἐνώπιον αὐτοῦ καὶ εἶπεν· ἰδοὺ δὴ ἔγνωκα ὅτι οὐκ ἔστι Θεὸς ἐν πάσῃ τῇ γῇ, ὅτι ἀλλ᾿ ἢ ἐν τῷ ᾿Ισραήλ· καὶ νῦν λαβὲ τὴν εὐλογίαν παρὰ τοῦ δούλου σου.

Πατερικές αναφορές
16

καὶ εἶπεν ῾Ελισαιέ· ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ λήψομαι· καὶ παρεβιάσατο αὐτὸν λαβεῖν, καὶ ἠπείθησε.

Πατερικές αναφορές
17

καὶ εἶπε Ναιμάν· καὶ εἰ μή, δοθήτω δὴ τῷ δούλῳ σου γόμος ζεῦγος ἡμιόνων, ὅτι οὐ ποιήσει ἔτι ὁ δοῦλός σου ὁλοκαύτωμα καὶ θυσίασμα θεοῖς ἑτέροις, ἀλλ᾿ ἢ τῷ Κυρίῳ μόνῳ·

18

καὶ ἱλάσεται Κύριος τῷ δούλῳ σου ἐν τῷ εἰσπορεύεσθαι τὸν κύριόν μου εἰς οἶκον Ρεμμὰν προσκυνῆσαι ἐκεῖ καὶ αὐτὸς ἐπαναπαύσεται ἐπὶ τῆς χειρός μου καὶ προσκυνήσω ἐν οἴκῳ Ρεμμὰν ἐν τῷ προσκυνεῖν αὐτὸν ἐν οἴκῳ Ρεμμάν, καὶ ἱλάσεται δὴ Κύριος τῷ δούλῳ σου ἐν τῷ λόγῳ τούτῳ.

19

καὶ εἶπεν ῾Ελισαιὲ πρὸς Ναιμάν· δεῦρο εἰς εἰρήνην. καὶ ἀπῆλθεν ἀπ’ αὐτοῦ εἰς δεβραθὰ τῆς γῆς.

20

καὶ εἶπε Γιεζὶ τὸ παιδάριον ῾Ελισαιέ· ἰδοὺ ἐφείσατο ὁ κύριός μου τοῦ Ναιμὰν τοῦ Σύρου τούτου τοῦ μὴ λαβεῖν ἐκ χειρὸς αὐτοῦ ἃ ἐνήνοχε· ζῇ Κύριος ὅτι εἰ μὴ δραμοῦμαι ὀπίσω αὐτοῦ καὶ λήψομαι ἀπ᾿ αὐτοῦ τι.

Πατερικές αναφορές
21

καὶ ἐδίωξε Γιεζὶ ὀπίσω τοῦ Ναιμάν, καὶ εἶδεν αὐτὸν Ναιμὰν τρέχοντα ὀπίσω αὐτοῦ καὶ ἐπέστρεψεν ἀπὸ τοῦ ἅρματος εἰς ἀπαντὴν αὐτοῦ καὶ εἶπεν· εἰρήνη·

Πατερικές αναφορές
22

ὁ κύριός μου ἀπέστειλέ με λέγων· ἰδοὺ νῦν ἦλθον πρός με δύο παιδάρια ἐξ ὄρους ᾿Εφραὶμ ἀπὸ τῶν υἱῶν τῶν προφητῶν· δὸς δὴ αὐτοῖς τάλαντον ἀργυρίου καὶ δύο ἀλλασσομένας στολάς.

Πατερικές αναφορές
23

καὶ εἶπε· λαβὲ διτάλαντον ἀργυρίου· καὶ ἔλαβε δύο τάλαντα ἀργυρίου ἐν δυσὶ θυλάκοις καὶ δύο ἀλλασσομένας στολὰς καὶ ἔδωκεν ἐπὶ δύο παιδάρια αὐτοῦ. καὶ ᾖραν ἔμπροσθεν αὐτοῦ.

Πατερικές αναφορές
24

καὶ ἦλθον εἰς τὸ σκοτεινόν, καὶ ἔλαβεν ἐκ τῶν χειρῶν αὐτῶν καὶ παρέθετο ἐν οἴκῳ καὶ ἐξαπέστειλε τοὺς ἄνδρας.

Πατερικές αναφορές
25

καὶ αὐτὸς εἰσῆλθε καὶ παρεστήκει πρὸς τὸν κύριον αὐτοῦ· καὶ εἶπε πρὸς αὐτὸν ῾Ελισαιέ· πόθεν, Γιεζί; καὶ εἶπε Γιεζί· οὐ πεπόρευται ὁ δοῦλός σου ἔνθα καὶ ἔνθα.

Πατερικές αναφορές
26

καὶ εἶπε πρὸς αὐτὸν ῾Ελισαιέ· οὐχὶ ἡ καρδία μου ἐπορεύθη μετὰ σοῦ, ὅτε ἐπέστεψεν ὁ ἀνὴρ ἀπὸ τοῦ ἅρματος εἰς συναντήν σοι; καὶ νῦν ἔλαβες τὸ ἀργύριον, καὶ νῦν ἔλαβες τὰ ἱμάτια καὶ ἐλαιῶνας καὶ ἀμπελῶνας καὶ πρόβατα καὶ βόας καὶ παῖδας καὶ παιδίσκας·

Πατερικές αναφορές
27

καὶ ἡ λέπρα Ναιμὰν κολληθήσεται ἐν σοὶ καὶ ἐν τῷ σπέρματί σου εἰς τὸν αἰῶνα. καὶ ἐξῆλθεν ἐκ προσώπου αὐτοῦ λελεπρωμένος ὡσεὶ χιών.

Πατερικές αναφορές