Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΒΑΣΙΛΕΙΩΝ Δ΄ 4

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 4, Εδάφιο 1

1

ΚΑΙ γυνὴ μία ἀπὸ τῶν υἱῶν τῶν προφητῶν ἐβόα πρὸς τὸν ῾Ελισαιὲ λέγουσα· ὁ δοῦλός σου ἀνήρ μου ἀπέθανε, καὶ σὺ ἔγνως ὅτι δοῦλός σου ἦν φοβούμενος τὸν Κύριον· καὶ ὁ δανειστὴς ἦλθε λαβεῖν τοὺς δύο υἱούς μου ἑαυτῷ εἰς δούλους.

Πατερικές αναφορές
2

καὶ εἶπεν ῾Ελισαιέ· τί ποιήσω σοι; ἀνάγγειλόν μοι τί ἔστι σοι ἐν τῷ οἴκῳ. ἡ δὲ εἶπεν· οὐκ ἔστι τῇ δούλῃ σου οὐδὲν ἐν τῷ οἴκῳ, ὅτι ἀλλ᾿ ἢ ὃ ἀλείψομαι ἔλαιον.

Πατερικές αναφορές
3

καὶ εἶπε πρὸς αὐτήν· δεῦρο αἴτησαι σεαυτῇ σκεύη ἔξωθεν παρὰ πάντων τῶν γειτόνων σκεύη κενά, μὴ ὀλιγώσῃς.

Πατερικές αναφορές
4

καὶ εἰσελεύσῃ καὶ ἀποκλείσεις τὴν θύραν κατὰ σοῦ καὶ κατὰ τῶν υἱῶν σου καὶ ἀποχεεῖς εἰς τὰ σκεύη ταῦτα καὶ τὸ πληρωθὲν ἀρεῖς.

Πατερικές αναφορές
5

καὶ ἀπῆλθε παρ᾿ αὐτοῦ, καὶ ἀπέκλεισε τὴν θύραν καθ᾿ ἑαυτῆς καὶ κατὰ τῶν υἱῶν αὐτῆς· αὐτοὶ προσήγγιζον πρὸς αὐτήν, καὶ αὐτὴ ἐπέχεεν ἕως ἐπλήσθησαν τὰ σκεύη.

Πατερικές αναφορές
6

καὶ εἶπε πρὸς τοὺς υἱοὺς αὐτῆς· ἐγγίσατε ἔτι πρός με τὸ σκεῦος· καὶ εἶπον αὐτῇ· οὐκ ἔστιν ἔτι σκεῦος· καὶ ἔστη τὸ ἔλαιον.

Πατερικές αναφορές
7

καὶ ἦλθε καὶ ἀπήγγειλε τῷ ἀνθρώπῳ τοῦ Θεοῦ, καὶ εἶπεν ῾Ελισαιέ· δεῦρο καὶ ἀπόδου τὸ ἔλαιον καὶ ἀποτίσεις τοὺς τόκους σου, καὶ σὺ καὶ οἱ υἱοί σου ζήσεσθε ἐν τῷ ἐπιλοίπῳ ἐλαίῳ.

Πατερικές αναφορές
8

καὶ ἐγένετο ἡμέρα καὶ διέβη ῾Ελισαιὲ εἰς Σωμάν, καὶ ἐκεῖ γυνὴ μεγάλη καὶ ἐκράτησεν αὐτὸν φαγεῖν ἄρτον. καὶ ἐγένετο ἀφ᾿ ἱκανοῦ τοῦ εἰσπορεύεσθαι αὐτὸν ἐξέκλινε τοῦ ἐκεῖ φαγεῖν.

Πατερικές αναφορές
9

καὶ εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς· ἰδοὺ δὴ ἔγνων ὅτι ἄνθρωπος τοῦ Θεοῦ ἅγιος οὗτος διαπορεύεται ἐφ᾿ ἡμᾶς διὰ παντός.

Πατερικές αναφορές
10

ποιήσωμεν δὴ αὐτῷ ὑπερῷον τόπον μικρὸν καὶ θῶμεν αὐτῷ ἐκεῖ κλίνην καὶ τράπεζαν καὶ δίφρον καὶ λυχνίαν. καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι πρὸς ἡμᾶς καὶ ἐκκλινεῖ ἐκεῖ.

Πατερικές αναφορές
11

καὶ ἐγένετο ἡμέρα καὶ εἰσῆλθεν ἐκεῖ καὶ ἐξέκλινεν εἰς τὸ ὑπερῷον καὶ ἐκοιμήθη ἐκεῖ.

Πατερικές αναφορές
12

καὶ εἶπε πρὸς Γιεζὶ τὸ παιδάριον αὐτοῦ· κάλεσόν μοι τὴν Σωμανῖτιν ταύτην· καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη ἐνώπιον αὐτοῦ.

13

καὶ εἶπεν αὐτῷ· εἰπὸν δὴ πρὸς αὐτήν· ἰδοὺ ἐξέστησας ἡμῖν πᾶσαν τὴν ἔκστασιν ταύτην· τί δεῖ ποιῆσαί σοι; εἰ ἔστι λόγος σοι πρὸς τὸν βασιλέα ἢ πρὸς τὸν ἄρχοντα τῆς δυνάμεως; ἡ δὲ εἶπεν· ἐν μέσῳ τοῦ λαοῦ ἐγώ εἰμι οἰκῶ.

Πατερικές αναφορές
14

καὶ εἶπε πρὸς Γιεζί· τί δεῖ ποιῆσαι αὐτῇ; καὶ εἶπε Γιεζὶ τὸ παιδάριον αὐτοῦ· καὶ μάλα υἱὸς οὐκ ἔστιν αὐτῇ, καὶ ὁ ἀνὴρ αὐτῆς πρεσβύτης.

Πατερικές αναφορές
16

καὶ εἶπεν ῾Ελισαιὲ πρὸς αὐτήν· εἰς τὸν καιρὸν τοῦτον, ὡς ἡ ὥρα, ζῶσα σὺ περιειληφυῖα υἱόν. ἡ δὲ εἶπε· μὴ Κύριε, μὴ διαψεύσῃ τὴν δούλην σου.

Πατερικές αναφορές
17

καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνὴ καὶ ἔτεκεν υἱὸν εἰς τὸν καιρὸν τοῦτον, ὡς ἡ ὥρα, ζῶσα, ὡς ἐλάλησε πρὸς αὐτὴν ῾Ελισαιέ.

Πατερικές αναφορές
18

καὶ ἡδρύνθη τὸ παιδάριον· καὶ ἐγένετο ἡνίκα ἐξῆλθε πρὸς τὸν πατέρα αὐτοῦ πρὸς τοὺς θερίζοντας,

Πατερικές αναφορές
19

καὶ εἶπε πρὸς τὸν πατέρα αὐτοῦ· τὴν κεφαλήν μου, τὴν κεφαλήν μου· καὶ εἶπε τῷ παιδαρίῳ· ἆρον αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ.

Πατερικές αναφορές
20

καὶ ᾖρεν αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ, καὶ ἐκοιμήθη ἐπὶ τῶν γονάτων αὐτῆς ἕως μεσημβρίας καὶ ἀπέθανε.

Πατερικές αναφορές
21

καὶ ἀνήνεγκεν αὐτὸν καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τὴν κλίνην τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ ἀπέκλεισε κατ᾿ αὐτοῦ καὶ ἐξῆλθε.

Πατερικές αναφορές
22

καὶ ἐκάλεσε τὸν ἄνδρα αὐτῆς καὶ εἶπεν· ἀπόστειλον δή μοι ἓν τῶν παιδαρίων καὶ μίαν τῶν ὄνων, καὶ δραμοῦμαι ἕως τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ ἐπιστρέψω.

Πατερικές αναφορές
23

καὶ εἶπε· τί ὅτι σὺ πορεύῃ πρὸς αὐτὸν σήμερον; οὐ νεομηνία οὐδὲ σάββατον. ἡ δὲ εἶπεν· εἰρήνη.

Πατερικές αναφορές
24

καὶ ἐπέσαξε τὴν ὄνον καὶ εἶπε πρὸς τὸ παιδάριον αὐτῆς· ἄγε πορεύου, μὴ ἐπίσχῃς μοι τοῦ ἐπιβῆναι, ὅτι ἐὰν εἴπω σοι· δεῦρο καὶ πορεύσῃ καὶ ἐλεύσῃ πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ εἰς ὄρος τὸ Καρμήλιον.

Πατερικές αναφορές
25

καὶ ἐπορεύθη καὶ ἦλθεν ἕως τοῦ ἀνθρώπου τοῦ Θεοῦ εἰς τὸ ὄρος. καὶ ἐγένετο ὡς εἶδεν ῾Ελισαιὲ ἐρχομένην αὐτήν, καὶ εἶπε πρὸς Γιεζὶ τὸ παιδάριον αὐτοῦ· ἰδοὺ δὴ ἡ Σωμανῖτις ἐκείνη·

Πατερικές αναφορές
26

νῦν δράμε εἰς ἀπαντὴν αὐτῆς καὶ ἐρεῖς· εἰ εἰρήνη σοι; εἰ εἰρήνη τῷ ἀνδρί σου; εἰ εἰρήνη τῷ παιδαρίῳ; ἡ δὲ εἶπεν· εἰρήνη.

Πατερικές αναφορές
27

καὶ ἦλθε πρὸς ῾Ελισαιὲ εἰς τὸ ὄρος καὶ ἐπελάβετο τῶν ποδῶν αὐτοῦ. καὶ ἤγγισε Γιεζὶ ἀπώσασθαι αὐτήν, καὶ εἶπεν ῾Ελισαιέ· ἄφες αὐτήν, ὅτι ἡ ψυχὴ αὐτῆς κατώδυνος αὐτῇ, καὶ Κύριος ἀπέκρυψεν ἀπ᾿ ἐμοῦ καὶ οὐκ ἀνήγγειλέ μοι.

Πατερικές αναφορές
28

ἡ δὲ εἶπε· μὴ ᾐτησάμην υἱὸν παρὰ τοῦ Κυρίου μου; ὅτι οὐκ εἶπα· οὐ πλανήσεις μετ᾿ ἐμοῦ;

Πατερικές αναφορές
29

καὶ εἶπεν ῾Ελισαιὲ τῷ Γιεζί· ζῶσαι τὴν ὀσφύν σου καὶ λαβὲ τὴν βακτηρίαν μου ἐν τῇ χειρί σου καὶ δεῦρο· ὅτι ἐὰν εὕρῃς ἄνδρα, οὐκ εὐλογήσεις αὐτόν, καὶ ἐὰν εὐλογήσῃ σε ἀνήρ, οὐκ ἀποκριθήσῃ αὐτῷ· καὶ ἐπιθήσεις τὴν βακτηρίαν μου ἐπὶ πρόσωπον τοῦ παιδαρίου.

Πατερικές αναφορές
30

καὶ εἶπεν ἡ μήτηρ τοῦ παιδαρίου· ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἀνέστη ῾Ελισαιὲ καὶ ἐπορεύθη ὀπίσω αὐτῆς.

Πατερικές αναφορές
31

καὶ Γιεζὶ διῆλθεν ἔμπροσθεν αὐτῆς καὶ ἐπέθηκε τὴν βακτηρίαν ἐπὶ πρόσωπον τοῦ παιδαρίου, καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις· καὶ ἐπέστρεψεν εἰς ἀπαντὴν αὐτοῦ καὶ ἀπήγγειλεν αὐτῷ λέγων· οὐκ ἠγέρθη τὸ παιδάριον.

Πατερικές αναφορές
32

καὶ εἰσῆλθεν ῾Ελισαιὲ εἰς τὸν οἶκον καὶ ἰδοὺ τὸ παιδάριον τεθνηκὸς κεκοιμισμένον ἐπὶ τὴν κλίνην αὐτοῦ.

Πατερικές αναφορές
33

καὶ εἰσῆλθεν ῾Ελισαιὲ εἰς τὸν οἶκον καὶ ἀπέκλεισε τὴν θύραν κατὰ τῶν δύο ἑαυτῶν καὶ προσηύξατο πρὸς Κύριον·

Πατερικές αναφορές
34

καὶ ἀνέβη καὶ ἐκοιμήθη ἐπὶ τὸ παιδάριον καὶ ἔθηκε τὸ στόμα αὐτοῦ ἐπὶ τὸ στόμα αὐτοῦ καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ διέκαμψεν ἐπ᾿ αὐτόν, καὶ διεθερμάνθη ἡ σάρξ τοῦ παιδαρίου.

Πατερικές αναφορές
35

καὶ ἐπέστρεψε καὶ ἐπορεύθη ἐν τῇ οἰκίᾳ ἔνθεν καὶ ἔνθεν καὶ ἀνέβη καὶ συνέκαμψεν ἐπὶ τὸ παιδάριον ἕως ἑπτάκις, καὶ ἤνοιξε τὸ παιδάριον τοὺς ὀφθαλμοὺς αὐτοῦ.

Πατερικές αναφορές
36

καὶ ἐξεβόησε ῾Ελισαιὲ πρὸς Γιεζὶ καὶ εἶπε· κάλεσον τὴν Σωμανῖτιν ταύτην· καὶ ἐκάλεσε, καὶ εἰσῆλθε πρὸς αὐτόν. καὶ εἶπεν ῾Ελισαιέ· λάβε τὸν υἱόν σου.

Πατερικές αναφορές
37

καὶ εἰσῆλθεν ἡ γυνὴ καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ ἔλαβε τὸν υἱὸν αὐτῆς καὶ ἐξῆλθε.

Πατερικές αναφορές
38

καὶ ῾Ελισαιὲ ἐπέστρεψεν εἰς Γάλγαλα, καὶ ὁ λιμὸς ἐν τῇ γῇ, καὶ υἱοὶ τῶν προφητῶν ἐκάθηντο ἐνώπιον αὐτοῦ. καὶ εἶπεν ῾Ελισαιὲ τῷ παιδαρίῳ αὐτοῦ· ἐπίστησεν τὸν λέβητα τὸν μέγαν καὶ ἕψε ἕψεμα τοῖς υἱοῖς τῶν προφητῶν.

Πατερικές αναφορές
39

καὶ ἐξῆλθεν εἰς τὸν ἀγρὸν συλλέξαι ἀριὼθ καὶ εὗρεν ἄμπελον ἐν τῷ ἀγρῷ καὶ συνέλεξεν ἀπ᾿ αὐτῆς τολύπην ἀγρίαν πλῆρες τὸ ἱμάτιον αὐτοῦ καὶ ἐνέβαλεν εἰς τὸν λέβητα τοῦ ἑψέματος, ὅτι οὐκ ἔγνωσαν.

Πατερικές αναφορές
40

καὶ ἐνέχει τοῖς ἀνδράσι φαγεῖν, καὶ ἐγένετο ἐν τῷ ἐσθίειν αὐτοὺς ἐκ τοῦ ἑψέματος καὶ ἰδοὺ ἀνεβόησαν καὶ εἶπαν· θάνατος ἐν τῷ λέβητι, ἄνθρωπε τοῦ Θεοῦ· καὶ οὐκ ἠδύναντο φαγεῖν.

Πατερικές αναφορές
41

καὶ εἶπε· λάβετε ἄλευρον καὶ ἐμβάλετε εἰς τὸν λέβητα· καὶ εἶπεν ῾Ελισαιὲ πρὸς Γιεζὶ τὸ παιδάριον· ἔγχει τῷ λαῷ καὶ ἐσθιέτωσαν· καὶ οὐκ ἐγενήθη ἐκεῖ ἔτι ρῆμα πονηρὸν ἐν τῷ λέβητι.

Πατερικές αναφορές
42

καὶ ἀνὴρ διῆλθεν ἐκ Βαιθσαρισὰ καὶ ἤνεγκε πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ πρωτογεννημάτων εἴκοσιν ἄρτους κριθίνους καὶ παλάθας, καὶ εἶπε· δότε τῷ λαῷ καὶ ἐσθιέτωσαν.

Πατερικές αναφορές
43

καὶ εἶπεν ὁ λειτουργὸς αὐτοῦ· τί δῶ τοῦτο ἐνώπιον ἑκατὸν ἀνδρῶν; καὶ εἶπε· δὸς τῷ λαῷ καὶ ἐσθιέτωσαν, ὅτι τάδε λέγει Κύριος· φάγονται καὶ καταλείψουσι.

Πατερικές αναφορές