Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΑΜΩΣ 8

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 8, Εδάφιο 1

2

καὶ εἶπε· τί σὺ βλέπεις, ᾿Αμώς; καὶ εἶπα· ἄγγος ἰξευτοῦ. καὶ εἶπε Κύριος πρός με· ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου ᾿Ισραήλ, οὐ προσθήσω ἔτι τοῦ παρελθεῖν αὐτόν·

Πατερικές αναφορές
3

καὶ ὀλολύξει τὰ φατνώματα τοῦ ναοῦ· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, πολὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ, ἐπιρρίψω σιωπήν. —

Πατερικές αναφορές
4

᾿Ακούσατε δὴ ταῦτα οἱ ἐκτρίβοντες εἰς τὸ πρωΐ πένητα καὶ καταδυναστεύοντες πτωχοὺς ἀπὸ τῆς γῆς,

Πατερικές αναφορές
5

οἱ λέγοντες· πότε διελεύσεται ὁ μὴν καὶ ἐμπολεμήσομεν καὶ τὰ σάββατα καὶ ἀνοίξομεν θησαυρὸν τοῦ ποιῆσαι μέτρον μικρὸν καὶ τοῦ μεγαλῦναι στάθμια καὶ ποιῆσαι ζυγὸν ἄδικον

Πατερικές αναφορές
6

τοῦ κτᾶσθαι ἐν ἀργυρίῳ καὶ πτωχοὺς καὶ πένητα ἀντὶ ὑποδημάτων καὶ ἀπὸ παντὸς γεννήματος ἐμπορευσόμεθα;

Πατερικές αναφορές
7

ὀμνύει Κύριος κατὰ τῆς ὑπερηφανίας ᾿Ιακώβ, εἰ ἐπιλησθήσεται εἰς νῖκος πάντα τὰ ἔργα ὑμῶν.

Πατερικές αναφορές
8

καὶ ἐπὶ τούτοις οὐ ταραχθήσεται ἡ γῆ, καὶ πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου.

Πατερικές αναφορές
9

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος ὁ Θεός, καὶ δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς·

Πατερικές αναφορές
10

καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος καὶ πάσας τὰς ὠδὰς ὑμῶν εἰς θρῆνον καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφὺν σάκκον καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα καὶ θήσομαι αὐτὸν ὡς πένθος ἀγαπητοῦ καὶ τοὺς μετ᾿ αὐτοῦ ὡς ἡμέραν ὀδύνης.

Πατερικές αναφορές
11

ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτων οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι τὸν λόγον Κυρίου·

Πατερικές αναφορές
12

καὶ σαλευθήσονται ὕδατα ἀπὸ τῆς θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ βορρᾶ ἕως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον τοῦ Κυρίου καὶ οὐ μὴ εὕρωσιν.

Πατερικές αναφορές
13

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκλείψουσιν αἱ παρθένοι αἱ καλαὶ καὶ οἱ νεανίσκοι ἐν δίψει,

Πατερικές αναφορές
14

οἱ ὀμνύοντες κατὰ τοῦ ἱλασμοῦ Σαμαρείας καὶ οἱ λέγοντες· ζῇ ὁ Θεός σου, Δάν, καὶ ζῇ ὁ Θεός σου, Βηρσαβεέ· καὶ πεσοῦνται καὶ οὐ μὴ ἀναστῶσιν ἔτι.

Πατερικές αναφορές