Ἁγία Γραφή
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
ΟΥΤΩΣ ἔδειξέ μοι Κύριος ὁ Θεός, καὶ ἰδοὺ ἐπιγονὴ ἀκρίδων ἐρχομένη ἑωθινή, καὶ ἰδοὺ βροῦχος εἷς Γὼγ ὁ βασιλεύς.
Πατερικές αναφορέςκαὶ ἔσται ἐὰν συντελέσῃ τοῦ καταφαγεῖν τὸν χόρτον τῆς γῆς, καὶ εἶπα· Κύριε Κύριε, ἵλεως γενοῦ· τίς ἀναστήσει τὸν ᾿Ιακώβ; ὅτι ὀλιγοστός ἐστι·
Πατερικές αναφορέςΟὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδοὺ ἐκάλεσε τὴν δίκην ἐν πυρὶ Κύριος, καὶ κατέφαγε τὴν ἄβυσσον τὴν πολλὴν καὶ κατέφαγε τὴν μερίδα Κυρίου.
Πατερικές αναφορέςΟὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδοὺ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας.
Πατερικές αναφορέςκαὶ εἶπε Κύριος πρός με· τί σὺ ὁρᾷς, ᾿Αμώς; καὶ εἶπα· ἀδάμαντα· καὶ εἶπε Κύριος πρός με· ἰδοὺ ἐγὼ ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου ᾿Ισραήλ, οὐκέτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν·
Πατερικές αναφορέςκαὶ ἀφανισθήσονται βωμοὶ τοῦ γέλωτος, καὶ αἱ τελεταί τοῦ ᾿Ισραὴλ ἐρημωθήσονται, καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον ῾Ιεροβοὰμ ἐν ρομφαίᾳ. —
Πατερικές αναφορέςΚαὶ ἐξαπέστειλεν ᾿Αμασίας ὁ ἱερεὺς Βαιθὴλ πρὸς ῾Ιεροβοὰμ βασιλέα ᾿Ισραὴλ λέγων· συστροφὰς ποιεῖται κατὰ σοῦ ᾿Αμὼς ἐν μέσῳ οἴκου ᾿Ισραήλ· οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν πάντας τοὺς λόγους αὐτοῦ,
Πατερικές αναφορέςδιότι τάδε λέγει ᾿Αμώς· ἐν ρομφαίᾳ τελευτήσει ῾Ιεροβοάμ, ὁ δὲ ᾿Ισραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ.
Πατερικές αναφορέςκαὶ εἶπεν ᾿Αμασίας πρὸς ᾿Αμώς· ὁ ὁρῶν, βάδιζε ἐκχώρησον σὺ εἰς γῆν ᾿Ιούδα καὶ ἐκεῖ καταβίου καὶ ἐκεῖ προφητεύσεις,
Πατερικές αναφορέςεἰς δὲ Βαιθὴλ οὐκέτι προσθήσεις τοῦ προφητεῦσαι, ὅτι ἁγίασμα βασιλέως ἐστὶ καὶ οἶκος βασιλείας ἐστί.
Πατερικές αναφορέςκαὶ ἀπεκρίθη ᾿Αμὼς καὶ εἶπε πρὸς ᾿Αμασίαν· οὐκ ἤμην προφήτης ἐγὼ οὐδὲ υἱὸς προφήτου, ἀλλ᾿ ἢ αἰπόλος ἤμην καὶ κνίζων συκάμινα·
Πατερικές αναφορέςκαὶ ἀνέλαβέ με Κύριος ἐκ τῶν προβάτων, καὶ εἶπε Κύριος πρός με· βάδιζε προφήτευσον ἐπὶ τὸν λαὸν μου ᾿Ισραήλ.
Πατερικές αναφορέςκαὶ νῦν ἄκουε λόγον Κυρίου. σὺ λέγεις· μὴ προφήτευε ἐπὶ τὸν ᾿Ισραὴλ καὶ οὐ μὴ ὀχλαγωγήσῃς ἐπὶ τὸν οἶκον ᾿Ιακώβ·
Πατερικές αναφορέςδιὰ τοῦτο τάδε λέγει Κύριος· ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει, καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ρομφαίᾳ πεσοῦνται, καὶ ἡ γῆ σου ἐν σχοινίῳ καταμετρηθήσεται, καὶ σὺ ἐν γῇ ἀκαθάρτῳ τελευτήσεις, ὁ δὲ ᾿Ισραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ γῆς γῆς αὐτοῦ.
Πατερικές αναφορές