Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΓΕΝΕΣΙΣ 34

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 34, Εδάφιο 1

1

ΕΞΗΛΘΕ δὲ Δείνα ἡ θυγάτηρ Λείας, ἣν ἔτεκε τῷ ᾿Ιακώβ, καταμαθεῖν τὰς θυγατέρας τῶν ἐγχωρίων.

Πατερικές αναφορές
2

καὶ εἶδεν αὐτὴν Συχὲμ ὁ υἱὸς ᾿Εμμὼρ ὁ Εὐαῖος, ὁ ἄρχων τῆς γῆς καὶ λαβὼν αὐτήν, ἐκοιμήθη μετ᾿ αὐτῆς καὶ ἐταπείνωσεν αὐτήν.

Πατερικές αναφορές
3

καὶ προσέσχε τῇ ψυχῇ Δείνας τῆς θυγατρὸς ᾿Ιακὼβ καὶ ἠγάπησε τὴν παρθένον καὶ ἐλάλησε κατὰ τὴν διάνοιαν τῆς παρθένου αὐτῇ.

Πατερικές αναφορές
4

εἶπε Συχὲμ πρὸς ᾿Εμμὼρ τὸν πατέρα αὐτοῦ λέγων· λαβέ μοι τὴν παῖδα ταύτην εἰς γυναῖκα.

Πατερικές αναφορές
5

᾿Ιακὼβ δὲ ἤκουσεν, ὅτι ἐμίανεν ὁ υἱὸς ᾿Εμμὼρ Δείναν τὴν θυγατέρα αὐτοῦ· οἱ δὲ υἱοὶ αὐτοῦ ἦσαν μετὰ τῶν κτηνῶν αὐτοῦ ἐν τῷ πεδίῳ. παρεσιώπησε δὲ ᾿Ιακὼβ ἕως τοῦ ἐλθεῖν αὐτούς.

Πατερικές αναφορές
6

ἐξῆλθε δὲ ᾿Εμμὼρ ὁ πατὴρ Συχὲμ πρὸς ᾿Ιακὼβ λαλῆσαι αὐτῷ.

7

οἱ δὲ υἱοὶ ᾿Ιακὼβ ἦλθον ἐκ τοῦ πεδίου· ὡς δὲ ἤκουσαν, κατενύγησαν οἱ ἄνδρες, καὶ λυπηρὸν ἦν αὐτοῖς σφόδρα, ὅτι ἄσχημον ἐποίησεν ἐν ᾿Ισραὴλ κοιμηθεὶς μετὰ τῆς θυγατρός ᾿Ιακώβ, καὶ οὐχ οὕτως ἔσται.

Πατερικές αναφορές
8

καὶ ἐλάλησεν ᾿Εμμὼρ αὐτοῖς λέγων· Συχὲμ ὁ υἱός μου προείλετο τῇ ψυχῇ τὴν θυγατέρα ὑμῶν· δότε οὖν αὐτὴν αὐτῷ γυναῖκα

Πατερικές αναφορές
9

καὶ ἐπιγαμβρεύσασθε ἡμῖν· τὰς θυγατέρας ὑμῶν δότε ἡμῖν καὶ τὰς θυγατέρας ἡμῶν λάβετε τοῖς υἱοῖς ὑμῶν.

Πατερικές αναφορές
10

καὶ ἐν ἡμῖν κατοικεῖτε, καὶ ἡ γῆ ἰδοὺ πλατεῖα ἐναντίον ὑμῶν· κατοικεῖτε καὶ ἐμπορεύεσθε ἐπ᾿ αὐτῆς καὶ ἐγκτᾶσθε ἐν αὐτῇ.

Πατερικές αναφορές
11

εἶπε δὲ Συχὲμ πρὸς τὸν πατέρα αὐτῆς καὶ πρὸς τοὺς ἀδελφοὺς αὐτῆς· εὕροιμι χάριν ἐναντίον ὑμῶν, καὶ ὃ ἐὰν εἴπητε, δώσομεν.

Πατερικές αναφορές
12

πληθύνατε τὴν φερνὴν σφόδρα, καὶ δώσω καθότι ἂν εἴπητέ μοι, καὶ δώσατέ μοι τὴν παῖδα ταύτην εἰς γυναῖκα.

Πατερικές αναφορές
13

ἀπεκρίθησαν δὲ οἱ υἱοὶ ᾿Ιακὼβ τῷ Συχὲμ καὶ ᾿Εμμὼρ τῷ πατρὶ αὐτοῦ μετὰ δόλου καὶ ἐλάλησαν αὐτοῖς, ὅτι ἐμίαναν Δείνα τὴν ἀδελφὴν αὐτῶν,

Πατερικές αναφορές
14

καὶ εἶπαν αὐτοῖς Συμεὼν καὶ Λευὶ οἱ ἀδελφοὶ Δείνας· οὐ δυνησόμεθα ποιῆσαι τὸ ρῆμα τοῦτο, δοῦναι τὴν ἀδελφὴν ἡμῶν ἀνθρώπῳ, ὃς ἔχει ἀκροβυστίαν· ἔστι γὰρ ὄνειδος ἡμῖν.

Πατερικές αναφορές
15

μόνον ἐν τούτῳ ὁμοιωθησόμεθα ὑμῖν κα’Ι κατοικήσομεν ἐν ὑμῖν, ἐὰν γένησθε ὡς ἡμεῖς καὶ ὑμεῖς ἐν τῷ περιτμηθῆναι ὑμῶν πᾶν ἀρσενικόν.

Πατερικές αναφορές
16

καὶ δώσομεν τὰς θυγατέρας ἡμῶν ὑμῖν καὶ ἀπό τῶν θυγατέρων ὑμῶν ληψόμεθα ἡμῖν γυναῖκας καὶ οἰκήσομεν παρ᾿ ὑμῖν καὶ ἐσόμεθα ὡς γένος ἕν.

Πατερικές αναφορές
17

ἐὰν δὲ μὴ εἰσακούσητε ἡμῶν τοῦ περιτεμέσθαι, λαβόντες τὴν θυγατέρα ἡμῶν ἀπελευσόμεθα.

Πατερικές αναφορές
18

καὶ ἤρεσαν οἱ λόγοι ἐναντίον ᾿Εμμὼρ καὶ ἐναντίον Συχὲμ τοῦ υἱοῦ ᾿Εμμώρ.

Πατερικές αναφορές
19

καὶ οὐκ ἐχρόνισεν ὁ νεανίσκος τοῦ ποιῆσαι τὸ ρῆμα τοῦτο· ἐνέκειτο γὰρ τῇ θυγατρὶ ᾿Ιακώβ· αὐτὸς δὲ ἦν ἐνδοξότατος πάντων τῶν ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ.

Πατερικές αναφορές
20

ἦλθε δὲ ᾿Εμμὼρ καὶ Συχὲμ ὁ υἱὸς αὐτοῦ πρὸς τὴν πύλην τῆς πόλεως αὐτῶν καὶ ἐλάλησαν πρὸς τοὺς ἄνδρας τῆς πόλεως αὐτῶν λέγοντες·

21

οἱ ἄνθρωποι οὗτοι εἰρηνικοί εἰσι, μεθ᾿ ἡμῶν οἰκείτωσαν ἐπὶ τῆς γῆς καὶ ἐμπορευέσθωσαν αὐτήν, ἡ δὲ γῆ ἰδοὺ πλατεῖα ἐναντίον αὐτῶν. τὰς θυγατέρας αὐτῶν ληψόμεθα ἡμῖν γυναῖκας καὶ τὰς θυγατέρας ἡμῶν δώσομεν αὐτοῖς.

22

ἐν τούτῳ μόνον ὁμοιωθήσονται ἡμῖν οἱ ἄνθρωποι τοῦ κατοικεῖν μεθ᾿ ἡμῶν, ὥστε εἶναι λαὸν ἕνα, ἐν τῷ περιτεμέσθαι ἡμῶν πᾶν ἀρσενικόν, καθὰ καὶ αὐτοὶ περιτέτμηνται.

23

καὶ τὰ κτήνη αὐτῶν καὶ τὰ τετράποδα καὶ τὰ ὑπάρχοντα αὐτῶν οὐχ ἡμῶν ἔσται· μόνον ἐν τούτῳ ὁμοιωθῶμεν αὐτοῖς, καὶ οἰκήσουσι μεθ᾿ ἡμῶν.

24

καὶ εἰσήκουσαν ᾿Εμμὼρ καὶ Συχὲμ τοῦ υἱοῦ αὐτοῦ πάντες οἱ ἐμπορευόμενοι τὴν πύλην τῆς πόλεως αὐτῶν καὶ περιετέμοντο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτῶν πᾶς ἄρσην.

25

ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὅτε ἦσαν ἐν τῷ πόνῳ, ἔλαβον οἱ δύο υἱοὶ ᾿Ιακὼβ Συμεὼν καὶ Λευὶ ἀδελφοὶ Δείνας ἕκαστος τὴν μάχαιραν αὐτοῦ καὶ εἰσῆλθον εἰς τὴν πόλιν ἀσφαλῶς καὶ ἀπέκτειναν πᾶν ἀρσενικόν·

Πατερικές αναφορές
26

τόν τε ᾿Εμμὼρ καὶ Συχὲμ τὸν υἱὸν αὐτοῦ ἀπέκτειναν ἐν στόματι μαχαίρας. καὶ ἔλαβον τὴν Δείναν ἐκ τοῦ οἴκου τοῦ Συχὲμ καὶ ἐξῆλθον.

Πατερικές αναφορές
27

οἱ δὲ υἱοὶ ᾿Ιακὼβ εἰσῆλθον ἐπὶ τοὺς τραυματίας καὶ διήρπασαν τὴν πόλιν, ἐν ᾗ ἐμίαναν Δείναν τὴν ἀδελφὴν αὐτῶν,

28

καὶ τὰ πρόβατα αὐτῶν καὶ τοὺς βόας αὐτῶν καὶ τοὺς ὄνους αὐτῶν, ὅσα τε ἦν ἐν τῇ πόλει καὶ ὅσα ἦν ἐν τῷ πεδίῳ, ἔλαβον.

Πατερικές αναφορές
29

καὶ πάντα τὰ σώματα αὐτῶν καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰς γυναῖκας αὐτῶν ᾐχμαλώτευσαν, καὶ διήρπασαν ὅσα τε ἦν ἐν τῇ πόλει καὶ ὅσα ἦν ἐν ταῖς οἰκίαις.

Πατερικές αναφορές
30

εἶπε δὲ ᾿Ιακὼβ πρὸς Συμεὼν καὶ Λευί· μισητόν με πεποιήκατε, ὥστε πονηρόν με εἶναι πᾶσι τοῖς κατοικοῦσι τὴν γῆν, ἔν τε τοῖς Χαναναίοις καὶ ἐν τοῖς Φερεζαίοις· ἐγὼ δὲ ὀλιγοστός εἰμι ἐν ἀριθμῷ, καὶ συναχθέντες ἐπ᾿ ἐμὲ συγκόψουσί με, καὶ ἐκτριβήσομαι ἐγὼ καὶ ὁ οἶκός μου.

Πατερικές αναφορές