Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΙΩΒ 6

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 6, Εδάφιο 1

1

ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ιὼβ λέγει·

2

εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν,

Πατερικές αναφορές
3

καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται. ἀλλ᾿ ὡς ἔοικε τὰ ρήματά μού ἐστι φαῦλα·

Πατερικές αναφορές
4

βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με.

Πατερικές αναφορές
5

τί γάρ; μὴ διακενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ᾿ ἢ τὰ σῖτα ζητῶν; εἰ δὲ καὶ ρήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα;

Πατερικές αναφορές
6

εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστι γεῦμα ἐν ρήμασι κενοῖς;

Πατερικές αναφορές
7

οὐ δύναται γὰρ παύσασθαί μου ἡ ὀργή· βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος·

Πατερικές αναφορές
8

εἰ γὰρ δώῃ καὶ ἔλθοι μου ἡ αἴτησις, καὶ τὴν ἐλπίδα μου δώῃ ὁ Κύριος.

Πατερικές αναφορές
10

εἴη δέ μου πόλις τάφος, ἐφ᾿ ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ᾿ αὐτῆς, οὐ φείσομαι· οὐ γὰρ ἐψευσάμην ρήματα ἅγια Θεοῦ μου.

Πατερικές αναφορές
11

τίς γάρ μου ἡ ἰσχύς, ὅτι ὑπομένω; ἢ τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή;

Πατερικές αναφορές
15

οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσπερ χειμάρρους ἐκλείπων ἢ ὥσπερ κῦμα παρῆλθόν με.

Πατερικές αναφορές
16

οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασί μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς·

Πατερικές αναφορές
18

οὕτω κἀγὼ καταλείφθην ὑπὸ πάντων. ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην.

Πατερικές αναφορές
21

ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως, ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε·

Πατερικές αναφορές
25

ἀλλ᾿ ὡς ἔοικε, φαῦλα ἀληθινοῦ ρήματα, οὐ γὰρ παρ᾿ ὑμῶν ἰσχὺν αἰτοῦμαι·

Πατερικές αναφορές
26

οὐδὲ ἔλεγχος ὑμῶν ρήμασί με παύσει, οὐδὲ γὰρ ὑμῶν φθέγμα ρήματος ἀνέξομαι.

Πατερικές αναφορές
30

οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον· ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ;

Πατερικές αναφορές