Ἁγία Γραφή
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
ΕΝ ἔτει τρίτῳ τῆς βασιλείας Βαλτάσαρ τοῦ βασιλέως ὅρασις ὤφθη πρός με, ἐγὼ Δανιήλ, μετὰ τὴν ὀφθεῖσάν μοι τὴν ἀρχήν.
Πατερικές αναφορέςκαὶ ἤμην ἐν Σούσοις τῇ βάρει, ἥ ἐστιν ἐν χώρᾳ Αἰλὰμ καὶ εἶδον ἐν ὁράματι καὶ ἤμην ἐπὶ τοῦ Οὐβὰλ
καὶ ᾖρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον· καὶ ἰδοὺ κριὸς εἷς ἑστηκὼς πρὸ τοῦ Οὐβάλ. καὶ αὐτῷ κέρατα ὑψηλά, καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλὸν ἀνέβαινεν ἐπ' ἐσχάτων.
Πατερικές αναφορέςκαὶ εἶδον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν καὶ βορρᾶν καὶ νότον, καὶ πάντα τὰ θηρία οὐ στήσεται ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ, καὶ ἐποίησε κατὰ τὸ θέλημα αὐτοῦ καὶ ἐμεγαλύνθη.
Πατερικές αναφορέςκαὶ ἐγὼ ἤμην συνίων καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς καὶ οὐκ ἦν ἁπτόμενος τῆς γῆς, καὶ τῷ τράγῳ κέρας θεωρητὸν ἀναμέσον τῶν ὀφθαλμῶν αὐτοῦ.
Πατερικές αναφορέςκαὶ ἦλθεν ἕως τοῦ κριοῦ τοῦ τά κέρατα ἔχοντος, οὗ εἶδον, ἑστῶτος ἐνώπιον τοῦ Οὐβὰλ καὶ ἔδραμε πρὸς αὐτὸν ἐν ὁρμῇ τῆς ἰσχύος αὐτοῦ.
Πατερικές αναφορέςκαὶ εἶδον αὐτὸν φθάνοντα ἕως τοῦ κριοῦ, καὶ ἐξηγριάνθη πρὸς αὐτὸν καὶ ἔπαισε τὸν κριὸν καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ τοῦ στῆναι ἐνώπιον αὐτοῦ· καὶ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνεπάτησεν αὐτόν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ.
Πατερικές αναφορέςκαὶ ὁ τράγος τῶν αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα, καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα, καὶ ἀνέβη ἕτερα κέρατα τέσσαρα ὑποκάτω αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ.
Πατερικές αναφορέςκαὶ ἐκ τοῦ ἑνὸς αὐτῶν ἐξῆλθε κέρας ἓν ἰσχυρὸν καὶ ἐμεγαλύνθη περισσῶς πρὸς τὸν νότον καὶ πρὸς τὴν ἀνατολὴν καὶ πρὸς τὴν δύναμιν·
Πατερικές αναφορέςκαὶ ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ, καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως τοῦ οὐρανοῦ καὶ ἀπὸ τῶν ἄστρων, καὶ συνεπάτησαν αὐτά,
Πατερικές αναφορέςκαὶ ἕως οὗ ὁ ἀρχιστράτηγος ρύσεται τὴν αἰχμαλωσίαν, καὶ δι' αὐτὸν θυσία ἐταράχθη, καὶ ἐγενήθη καὶ κατευοδώθη αὐτῷ, καὶ τὸ ἅγιον ἐρημωθήσεται·
Πατερικές αναφορέςκαὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία, καὶ ἐρρίφη χαμαὶ ἡ δικαιοσύνη, καὶ ἐποίησε καὶ εὐοδώθη.
Πατερικές αναφορέςκαὶ ἤκουσα ἑνὸς ἁγίου λαλοῦντος, καὶ εἶπεν εἷς ἅγιος τῷ φελμουνὶ τῷ λαλοῦντι· ἕως πότε ἡ ὅρασις στήσεται, ἡ θυσία ἡ ἀρθεῖσα καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθεῖσα, καὶ τὸ ἅγιον καὶ ἡ δύναμις συμπατηθήσεται;
Πατερικές αναφορέςκαὶ εἶπεν αὐτῷ· ἕως ἐσπέρας καὶ πρωΐ ἡμέραι δισχίλιαι καὶ τριακόσιαι, καὶ καθαρισθήσεται τὸ ἅγιον. -
Πατερικές αναφορέςΚαὶ ἐγένετο ἐν τῷ ἰδεῖν με, ἐγὼ Δανιήλ, τὴν ὅρασιν καὶ ἐζήτουν σύνεσιν, καὶ ἰδοὺ ἔστη ἐνώπιον ἐμοῦ ὡς ὅρασις ἀνδρός.
Πατερικές αναφορέςκαὶ ἤκουσα φωνὴν ἀνδρὸς ἀναμέσον τοῦ Οὐβάλ, καὶ ἐκάλεσε καὶ εἶπε· Γαβριήλ, συνέτισον ἐκεῖνον τὴν ὅρασιν.
Πατερικές αναφορέςκαὶ ἦλθε καὶ ἔστη ἐχόμενος τῆς στάσεώς μου, καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐθαμβήθην, καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ εἶπε πρός με· σύνες, υἱὲ ἀνθρώπου· ἔτι γὰρ εἰς καιροῦ πέρας ἡ ὅρασις.
Πατερικές αναφορέςκαὶ ἐν τῷ λαλεῖν αὐτὸν μετ' ἐμοῦ πίπτω ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν, καὶ ἥψατό μου καὶ ἔστησέ με ἐπὶ πόδας
καὶ εἶπεν· ἰδοὺ ἐγὼ γνωρίζω σοι τὰ ἐσόμενα ἐπ' ἐσχάτων τῆς ὀργῆς· ἔτι γὰρ εἰς καιροῦ πέρας ἡ ὅρασις.
ὁ τράγος τῶν αἰγῶν βασιλεὺς ῾Ελλήνων· καὶ τὸ κέρας τὸ μέγα, ὃ ἦν ἀναμέσον τῶν ὀφθαλμῶν αὐτοῦ, αὐτός ἐστιν ὁ βασιλεὺς ὁ πρῶτος.
Πατερικές αναφορέςκαὶ τοῦ συντριβέντος, οὗ ἔστησαν τέσσαρα κέρατα ὑποκάτω, τέσσαρες βασιλεῖς ἐκ τοῦ ἔθνους αὐτοῦ ἀναστήσονται καὶ οὐκ ἐν τῇ ἰσχύϊ αὐτοῦ.
Πατερικές αναφορέςκαὶ ἐπ' ἐσχάτων τῆς βασιλείας αὐτῶν, πληρουμένων τῶν ἁμαρτιῶν αὐτῶν, ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπῳ καὶ συνίων προβλήματα.
Πατερικές αναφορέςκαὶ κραταιὰ ἡ ἰσχὺς αὐτοῦ καὶ θαυμαστὰ διαφθερεῖ καὶ κατευθυνεῖ καὶ ποιήσει καὶ διαφθερεῖ ἰσχυροὺς καὶ λαὸν ἅγιον.
Πατερικές αναφορέςκαὶ ὁ ζυγὸς τοῦ κλοιοῦ αὐτοῦ κατευθυνεῖ· δόλος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐν καρδίᾳ αὐτοῦ μεγαλυνθήσεται καὶ δόλῳ διαφθερεῖ πολλοὺς καὶ ἐπὶ ἀπωλείας πολλῶν στήσεται καὶ ὡς ὠὰ χειρὶ συντρίψει.
Πατερικές αναφορέςκαὶ ἡ ὅρασις τῆς ἑσπέρας καὶ τῆς πρωΐας τῆς ρηθείσης ἀληθής ἐστι· καὶ σὺ σφράγισον τὴν ὅρασιν, ὅτι εἰς ἡμέρας πολλάς.
Πατερικές αναφορέςκαὶ ἐγὼ Δανιὴλ ἐκοιμήθην καὶ ἐμαλακίσθην ἡμέρας καὶ ἀνέστην καὶ ἐποίουν τὰ ἔργα τοῦ βασιλέως· καὶ ἐθαύμαζον τὴν ὅρασιν, καὶ οὐκ ἦν ὁ συνίων.
Πατερικές αναφορές