Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΩΣΗΕ 5

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 5, Εδάφιο 1

1

ΑΚΟΥΣΑΤΕ ταῦτα, οἱ ἱερεῖς, καὶ προσέχετε, οἶκος ᾿Ισραήλ, καὶ ὁ οἶκος τοῦ βασιλέως, ἐνωτίζεσθε, διότι πρὸς ὑμᾶς ἐστι τὸ κρίμα· ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ ᾿Ιταβύριον,

Πατερικές αναφορές
3

ἐγὼ ἔγνων τὸν ᾿Εφραίμ, καὶ ᾿Ισραὴλ οὐκ ἀπέστη ἀπ᾿ ἐμοῦ· διότι νῦν ἐξεπόρνευσεν ᾿Εφραίμ, ἐμιάνθη ᾿Ισραήλ.

Πατερικές αναφορές
4

οὐκ ἔδωκαν τὰ διαβούλια αὐτῶν τοῦ ἐπιστρέψαι πρὸς τὸν Θεὸν αὐτῶν, ὅτι πνεῦμα πορνείας ἐν αὐτοῖς ἐστι, τὸν δὲ Κύριον οὐκ ἐπέγνωσαν.

Πατερικές αναφορές
5

καὶ ταπεινωθήσεται ἡ ὕβρις τοῦ ᾿Ισραὴλ εἰς πρόσωπον αὐτοῦ, καὶ ᾿Ισραὴλ καὶ ᾿Εφραὶμ ἀσθενήσουσιν ἐν ταῖς ἀδικίαις αὐτῶν, καὶ ἀσθενήσει καὶ ᾿Ιούδας μετ᾿ αὐτῶν.

Πατερικές αναφορές
6

μετὰ προβάτων καὶ μόσχων πορεύσονται τοῦ ἐκζητῆσαι τὸν Κύριον καὶ οὐ μὴ εὕρωσιν αὐτόν, ὅτι ἐκκέκλικεν ἀπ᾿ αὐτῶν,

Πατερικές αναφορές
7

ὅτι τὸν Κύριον ἐγκατέλιπον, ὅτι τέκνα ἀλλότρια ἐγεννήθησαν αὐτοῖς· νῦν καταφάγεται αὐτοὺς ἡ ἐρυσίβη, καὶ τοὺς κλήρους αὐτῶν. —

Πατερικές αναφορές
8

Σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνούς, ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν, κηρύξατε ἐν τῷ οἴκῳ ῏Ων· ἐξέστη Βενιαμίν,

Πατερικές αναφορές
9

᾿Εφραὶμ εἰς ἀφανισμὸν ἐγένετο ἐν ἡμέραις ἐλέγχου· ἐν ταῖς φυλαῖς τοῦ ᾿Ισραὴλ ἔδειξα πιστά.

Πατερικές αναφορές
10

ἐγένοντο οἱ ἄρχοντες ᾿Ιούδα ὡς μετατιθέντες ὅρια, ἐπ᾿ αὐτοὺς ἐκχεῶ ὡς ὕδωρ τὸ ὅρμημά μου.

Πατερικές αναφορές
11

κατεδυνάστευσεν ᾿Εφραὶμ τὸν ἀντίδικον αὐτοῦ, κατεπάτησε κρίμα, ὅτι ἤρξατο πορεύεσθαι ὀπίσω τῶν ματαίων.

Πατερικές αναφορές
13

καὶ εἶδεν ᾿Εφραὶμ τὴν νόσον αὐτοῦ καὶ ᾿Ιούδας τὴν ὀδύνην αὐτοῦ, καὶ ἐπορεύθη ᾿Εφραὶμ πρὸς ᾿Ασσυρίους καὶ ἀπέστειλε πρέσβεις πρὸς βασιλέα ᾿Ιαρείμ· καὶ αὐτὸς οὐκ ἠδυνάσθη ἰάσασθαι ὑμᾶς, καὶ οὐ μὴ διαπαύσῃ ἐξ ὑμῶν ὀδύνη.

Πατερικές αναφορές
14

διότι ἐγώ εἰμι ὡς πανθὴρ τῷ ᾿Εφραὶμ καὶ ὡς λέων τῷ οἴκῳ ᾿Ιούδα· καὶ ἐγὼ ἁρπῶμαι καὶ πορεύσομαι καὶ λήψομαι, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος.

Πατερικές αναφορές
15

πορεύσομαι καὶ ἐπιστρέψω εἰς τὸν τόπον μου, ἕως οὗ ἀφανισθῶσι· καὶ ζητήσουσι τὸ πρόσωπόν μου, ἐν θλίψει αὐτῶν ὀρθριοῦσι πρός με λέγοντες·

Πατερικές αναφορές