Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΗΣΑΪΑΣ 16

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 16, Εδάφιο 1

1

ΑΠΟΣΤΕΛΩ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν· μὴ πέτρα ἔρημός ἐστι τὸ ὄρος θυγατρὸς Σιών;

Πατερικές αναφορές
2

ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀφηρημένος, θύγατερ Μωάβ. ἔπειτα δέ, ᾿Αρνῶν, πλείονα

Πατερικές αναφορές
3

βουλεύου, ποίει τε σκέπην πένθους αὐτῇ διὰ παντός· ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσιν, ἐξέστησαν, μὴ ἀπαχθῇς.

Πατερικές αναφορές
4

παροικήσουσί σοι οἱ φυγάδες Μωάβ, ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ᾔρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς.

Πατερικές αναφορές
5

καὶ διορθωθήσεται μετ᾿ ἐλέους θρόνος, καὶ καθιεῖται ἐπ᾿ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυὶδ κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην.

Πατερικές αναφορές
6

᾿Ηκούσαμεν τὴν ὕβριν Μωάβ, ὑβριστὴς σφόδρα, τὴν ὑπερηφανίαν ἐξῇρας. οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως.

Πατερικές αναφορές
7

ὀλολύξει Μωάβ, ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσι· τοῖς κατοικοῦσι δὲ Σὲθ μελετήσεις· καὶ οὐκ ἐντραπήσῃ.

Πατερικές αναφορές
8

τὰ πεδία ᾿Εσεβὼν πενθήσει, ἄμπελος Σεβαμά· καταπίνοντες τὰ ἔθνη, καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως ᾿Ιαζήρ· οὐ μὴ συνάψητε, πλανήθητε τὴν ἔρημον· οἱ ἀπεσταλμένοι ἐγκατελείφθησαν, διέβησαν γὰρ τὴν ἔρημον.

Πατερικές αναφορές
9

διὰ τοῦτο κλαύσομαι ὡς τὸν κλαυθμὸν ᾿Ιαζὴρ ἄμπελον Σεβαμά· τὰ δένδρα σου κατέβαλεν, ᾿Εσεβὼν καὶ ᾿Ελεαλή, ὅτι ἐπὶ τῷ θερισμῷ καὶ ἐπὶ τῷ τρυγητῷ σου καταπατήσω, καὶ πάντα πεσοῦνται.

Πατερικές αναφορές
10

καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων σου, καὶ ἐν τοῖς ἀμπελῶσί σου οὐ μὴ εὐφρανθήσονται καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια, πέπαυται γάρ.

Πατερικές αναφορές
11

διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ ὡς κιθάρα ἠχήσει, καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος, ὃ ἐνεκαίνισας.

Πατερικές αναφορές
12

καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε, ὅτι ἐκοπίασε Μωὰβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν.

Πατερικές αναφορές
14

καὶ νῦν λέγω· ἐν τρισὶν ἔτεσιν ἐτῶν μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ, καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος.

Πατερικές αναφορές