Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΑΡΙΘΜΟΙ 20

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 20, Εδάφιο 1

1

ΚΑΙ ἦλθον οἱ υἱοὶ ᾿Ισραὴλ πᾶσα ἡ συναγωγὴ εἰς τὴν ἔρημον Σίν, ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ κατέμεινεν ὁ λαὸς ἐν Κάδης, καὶ ἐτελεύτησεν ἐκεῖ Μαριὰμ καὶ ἐτάφη ἐκεῖ.

Πατερικές αναφορές
2

καὶ οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ, καὶ ἠθροίσθησαν ἐπὶ Μωυσῆν καὶ ᾿Ααρών.

Πατερικές αναφορές
3

καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωυσῆν λέγοντες· ὄφελον ἀπεθάνομεν ἐν τῇ ἀπωλείᾳ τῶν ἀδελφῶν ἡμῶν ἔναντι Κυρίου·

Πατερικές αναφορές
4

καὶ ἱνατί ἀνηγάγετε τὴν συναγωγὴν Κυρίου εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι ἡμᾶς καὶ τὰ κτήνη ἡμῶν;

Πατερικές αναφορές
5

καὶ ἱνατί τοῦτο; ἀνηγάγετε ἡμᾶς ἐξ Αἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον, τόπος οὗ οὐ σπείρεται, οὐδὲ συκαῖ, οὐδὲ ἄμπελοι, οὔτε ροαί, οὔτε ὕδωρ ἐστὶ πιεῖν.

Πατερικές αναφορές
6

καὶ ἦλθε Μωυσῆς καὶ ᾿Ααρὼν ἀπὸ προσώπου τῆς συναγωγῆς ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἔπεσον ἐπὶ πρόσωπον, καὶ ὤφθη ἡ δόξα Κυρίου πρὸς αὐτούς.

Πατερικές αναφορές
8

λάβε τὴν ράβδον σου καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ ᾿Ααρὼν ὁ ἀδελφός σου καὶ λαλήσατε πρὸς τὴν πέτραν ἐναντίον αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς, καὶ ἐξοίσετε αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας, καὶ ποτιεῖτε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτῶν.

Πατερικές αναφορές
9

καὶ ἔλαβε Μωυσῆς τὴν ράβδον τὴν ἀπέναντι Κυρίου, καθὰ συνέταξε Κύριος,

Πατερικές αναφορές
10

καὶ ἐξεκλησίασε Μωυσῆς καὶ ᾿Ααρὼν τὴν συναγωγὴν ἀπέναντι τῆς πέτρας καὶ εἶπε πρὸς αὐτούς· ἀκούσατέ μου, οἱ ἀπειθεῖς· μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ;

Πατερικές αναφορές
11

καὶ ἐπάρας Μωυσῆς τὴν χεῖρα αὐτοῦ ἐπάταξε τὴν πέτραν τῇ ράβδῳ δίς, καὶ ἐξῆλθεν ὕδωρ πολύ, καὶ ἔπιεν ἡ συναγωγὴ καὶ τὰ κτήνη αὐτῶν.

Πατερικές αναφορές
12

καὶ εἶπε Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρών· ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον τῶν υἱῶν ᾿Ισραήλ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν, ἣν δέδωκα αὐτοῖς.

Πατερικές αναφορές
13

τοῦτο τὸ ὕδωρ ἀντιλογίας, ὅτι ἐλοιδορήθησαν οἱ υἱοὶ ᾿Ισραὴλ ἔναντι Κυρίου καὶ ἡγιάσθη ἐν αὐτοῖς.

Πατερικές αναφορές
14

Καὶ ἀπέστειλε Μωυσῆς ἀγγέλους ἐκ Κάδης πρὸς βασιλέα ᾿Εδὼμ λέγων· τάδε λέγει ὁ ἀδελφός σου ᾿Ισραήλ· σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς,

Πατερικές αναφορές
15

καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς Αἴγυπτον, καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους, καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν,

Πατερικές αναφορές
16

καὶ ἀνεβοήσαμεν πρὸς Κύριον, καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς ἡμῶν καὶ ἀποστείλας ἄγγελον ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου, καὶ νῦν ἐσμεν ἐν Κάδης πόλει, ἐκ μέρους τῶν ὁρίων σου·

Πατερικές αναφορές
17

παρελευσόμεθα διὰ τῆς γῆς σου, οὐ διελευσόμεθα δι’ ἀγρῶν, οὐδὲ δι’ ἀμπελώνων, οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου, ὁδῷ βασιλικῇ πορευσόμεθα, οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα, ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου.

Πατερικές αναφορές
18

καὶ εἶπε πρὸς αὐτὸν ᾿Εδώμ· οὐ διελεύσῃ δι’ ἐμοῦ, εἰ δὲ μή, ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι.

Πατερικές αναφορές
19

καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ ᾿Ισραήλ· παρά τὸ ὄρος παρελευσόμεθα, ἐὰν δὲ τοῦ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη μου, δώσω τιμήν σοι· ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστι, παρὰ τὸ ὄρος παρελευσόμεθα.

Πατερικές αναφορές
20

ὁ δὲ εἶπεν· οὐ διελεύσῃ δι’ ἐμοῦ. καὶ ἐξῆλθεν ᾿Εδὼμ εἰς συνάντησιν αὐτῷ ἐν ὄχλῳ βαρεῖ καὶ ἐν χειρὶ ἰσχυρᾷ.

Πατερικές αναφορές
21

καὶ οὐκ ἠθέλησεν ᾿Εδὼμ δοῦναι τῷ ᾿Ισραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ· καὶ ἐξέκλινεν ᾿Ισραὴλ ἀπ’ αὐτοῦ.

Πατερικές αναφορές
22

Καὶ ἀπῇραν ἐκ Κάδης· καὶ παρεγένοντο οἱ υἱοὶ ᾿Ισραήλ, πᾶσα ἡ συναγωγὴ εἰς ῍Ωρ τὸ ὄρος.

Πατερικές αναφορές
23

καὶ εἶπε Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν ἐν ῍Ωρ τῷ ὄρει ἐπὶ τῶν ὁρίων τῆς γῆς ᾿Εδὼμ λέγων·

Πατερικές αναφορές
24

προστεθήτω ᾿Ααρὼν πρὸς τὸν λαὸν αὐτοῦ, ὅτι οὐ μὴ εἰσέλθητε εἰς τὴν γῆν, ἣν δέδωκα τοῖς υἱοῖς ᾿Ισραήλ, διότι παρωξύνατέ με ἐπὶ τοῦ ὕδατος τῆς λοιδορίας.

Πατερικές αναφορές
25

λάβε τὸν ᾿Ααρὼν καὶ ᾿Ελεάζαρ τὸν υἱὸν αὐτοῦ καὶ ἀναβίβασον αὐτοὺς εἰς ῍Ωρ τὸ ὄρος ἔναντι πάσης τῆς συναγωγῆς

Πατερικές αναφορές
26

καὶ ἔκδυσον ᾿Ααρὼν τὴν στολὴν αὐτοῦ καὶ ἔνδυσον ᾿Ελεάζαρ τὸν υἱὸν αὐτοῦ, καὶ ᾿Ααρὼν προστεθεὶς ἀποθανέτω ἐκεῖ.

Πατερικές αναφορές
27

καὶ ἐποίησε Μωυσῆς καθὰ συνέταξε Κύριος αὐτῷ, καὶ ἀνεβίβασεν αὐτὸν εἰς ῍Ωρ τὸ ὄρος ἐναντίον πάσης τῆς συναγωγῆς.

Πατερικές αναφορές
28

καὶ ἐξέδυσε τὸν ᾿Ααρὼν τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσεν αὐτὰ ᾿Ελεάζαρ τὸν υἱὸν αὐτοῦ· καὶ ἀπέθανεν ᾿Ααρὼν ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, καὶ κατέβη Μωυσῆς καὶ ᾿Ελεάζαρ ἐκ τοῦ ὄρους.

Πατερικές αναφορές
29

καὶ εἶδε πᾶσα ἡ συναγωγή, ὅτι ἀπελύθη ᾿Ααρών, καὶ ἔκλαυσαν τὸν ᾿Ααρὼν τριάκοντα ἡμέρας πᾶς οἶκος ᾿Ισραήλ.

Πατερικές αναφορές