Ἁγία Γραφή
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
ΑΝΘΡΩΠΟΣ ἦν ἐξ ᾿Αρμαθαὶμ Σιφά, ἐξ ὄρους ᾿Εφραίμ, καὶ ὄνομα αὐτῷ ῾Ελκανὰ υἱὸς ῾Ιερεμεὴλ υἱοῦ ᾿Ηλιοὺ υἱοῦ Θοκὲ ἐν Νασὶβ ᾿Εφραίμ.
Πατερικές αναφορέςκαὶ τούτῳ δύο γυναῖκες· ὄνομα τῇ μιᾷ ῎Αννα,καὶ ὄνομα τῇ δευτέρᾳ Φεννάνα· καὶ ἦν τῇ Φεννάνᾳ παιδία, καὶ τῇ ῎Αννᾳ οὐκ ἦν παιδίον.
καὶ ἀνέβαινεν ὁ ἄνθρωπος ἐξ ἡμερῶν εἰς ἡμέρας ἐκ πόλεως αὐτοῦ ἐξ ᾿Αρμαθαὶμ προσκυνεῖν καὶ θύειν Κυρίῳ τῷ Θεῷ Σαβαὼθ εἰς Σηλώ· καὶ ἐκεῖ ῾Ηλὶ καὶ οἱ δύο υἱοὶ αὐτοῦ ᾿Οφνὶ καὶ Φινεὲς ἱερεῖς τοῦ Κυρίου.
καὶ ἐγενήθη ἡμέρα καὶ ἔθυσεν ῾Ελκανὰ καὶ ἔδωκε τῇ Φεννάνᾳ, γυναικὶ αὐτοῦ, καὶ τοῖς υἱοῖς αὐτῆς μερίδας·
καὶ τῇ ῎Αννᾳ ἔδωκε μερίδα μίαν, ὅτι οὐκ ἦν αὐτῇ παιδίον, πλὴν ὅτι τὴν ῎Ανναν ἠγάπα ῾Ελκανὰ ὑπὲρ ταύτην. καὶ Κύριος ἀπέκλεισε τὰ περὶ τὴν μήτραν αὐτῆς,
Πατερικές αναφορέςὅτι οὐκ ἔδωκεν αὐτῇ Κύριος παιδίον κατὰ τὴν θλῖψιν αὐτῆς καὶ κατὰ τὴν ἀθυμίαντῆς θλίψεως αὐτῆς, καὶ ἠθύμει διὰ τοῦτο, ὅτι συνέκλεισε Κύριος τὰ περὶ τὴν μήτραν αὐτῆς τοῦ μὴ δοῦναι αὐτῇ παιδίον.
Πατερικές αναφορέςοὕτως ἐποίει ἐνιαυτὸν κατ᾿ ἐνιαυτόν, ἐν τῷ ἀναβαίνειν αὐτὴν εἰς οἶκον Κυρίου· καὶ ἠθύμει καὶ ἔκλαιε καὶ οὐκ ἤσθιε.
Πατερικές αναφορέςκαὶ εἶπεν αὐτῇ ῾Ελκανὰ ὁ ἀνὴρ αὐτῆς· ῎Αννα. καὶ εἶπεν αὐτῷ· ἰδοὺ ἐγώ, κύριε. καί εἶπεν αὐτῇ· τί ἔστι σοι, ὅτι κλαίεις; καὶ ἱνατί οὐκ ἐσθίεις; καὶ ἱνατί τύπτει σε ἡ καρδία σου; οὐκ ἀγαθὸς ἐγώ σοι ὑπὲρ δέκα τέκνα;
Πατερικές αναφορέςκαὶ ἀνέστη ῎Αννα μετὰ τὸ φαγεῖν αὐτοὺς ἐν Σηλὼ καὶ κατέστη ἐνώπιον Κυρίου, καὶ ῾Ηλὶ ὁ ἱερεὺς ἐκάθητο ἐπὶ τοῦ δίφρου ἐπὶ τῶν φλιῶν ναοῦ Κυρίου.
Πατερικές αναφορέςκαὶ ηὔξατο εὐχὴν Κυρίῳ λέγουσα· ᾿Αδωναΐ Κύριε ᾿Ελωὲ Σαβαώθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου καὶ μνησθῇς μου καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρῶν, καὶ δώσω αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτοῦ, καὶ οἶνον καὶ μέθυσμα οὐ πίεται, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
Πατερικές αναφορέςκαὶ ἐγενήθη ὅτε ἐπλήθυνε προσευχομένη ἐνώπιον Κυρίου, καὶ ῾Ηλὶ ὁ ἱερεὺς ἐφύλαξε τὸ στόμα αὐτῆς·
Πατερικές αναφορέςκαὶ αὕτη ἐλάλει ἐν τῇ καρδίᾳ αὐτῆς καὶ τὰ χείλη αὐτῆς ἐκινεῖτο, καὶ φωνὴ αὐτῆς οὐκ ἠκούετο· καὶ ἐλογίσατο αὐτὴ ῾Ηλὶ εἰς μεθύουσαν.
Πατερικές αναφορέςκαὶ εἶπεν αὐτῇ τὸ παιδάριον ῾Ηλί· ἕως πότε μεθυσθήσῃ; περιελοῦ τὸν οἶνόν σου καὶ πορεύου ἐκ προσώπου Κυρίου.
Πατερικές αναφορέςκαὶ ἀπεκρίθη ῎Αννα καὶ εἶπεν· οὐχί, κύριε· γυνή, ᾗ σκληρὰ ἡμέρα, ἐγώ εἰμι καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον Κυρίου·
Πατερικές αναφορέςμὴ δῷς τὴν δούλην σου εἰς θυγατέρα λοιμήν, ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νῦν.
Πατερικές αναφορέςκαὶ ἀπεκρίθη ῾Ηλὶ καὶ εἶπεν αὐτῇ· πορεύου εἰς εἰρήνην· ὁ Θεὸς ᾿Ισραὴλ δώῃ σοι πᾶν αἴτημά σου, ὃ ᾐτήσω παρ᾿ αὐτοῦ.
Πατερικές αναφορέςκαὶ εἶπεν· εὗρεν ἡ δούλη σου χάριν ἐν ὀφθαλμοῖς σου. καὶ ἐπορεύθη ἡ γυνὴ εἰς τὴν ὁδὸν αὐτῆς καὶ εἰσῆλθεν εἰς τὸ κατάλυμα αὐτῆς καὶ ἔφαγε μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἔπιε, καὶ τὸ πρόσωπον αὐτῆς οὐ συνέπεσεν ἔτι.
Πατερικές αναφορέςκαὶ ὀρθρίζουσι τὸ πρωΐ καὶ προσκυνοῦσι τῷ Κυρίῳ καὶ πορεύονται τὴν ὁδὸν αὐτῶν. καὶ εἰσῆλθεν ῾Ελκανὰ εἰς τὸν οἶκον αὐτοῦ ᾿Αρμαθαὶμ καὶ ἔγνω τὴν ῎Ανναν γυναῖκα αὐτοῦ, καὶ ἐμνήσθη αὐτῆς Κύριος, καὶ συνέλαβε.
Πατερικές αναφορέςκαὶ ἐγενήθη τῷ καιρῷ τῶν ἡμερῶν καὶ ἔτεκεν υἱόν· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σαμουὴλ καὶ εἶπεν· ὅτι παρὰ Κυρίου Θεοῦ Σαβαὼθ ᾐτησάμην αὐτόν.
Πατερικές αναφορέςΚαὶ ἀνέβη ὁ ἄνθρωπος ῾Ελκανὰ καὶ πᾶς ὁ οἶκος αὐτοῦ θῦσαι ἐν Σηλὼμ τὴν θυσίαν τῶν ἡμερῶν καὶ τὰς εὐχὰς αὐτοῦ καὶ πάσας τὰς δεκάτας τῆς γῆς αὐτοῦ·
καὶ ῎Αννα οὐκ ἀνέβη μετ᾿ αὐτοῦ, ὅτι εἶπε τῷ ἀνδρὶ αὐτῆς· ἕως τοῦ ἀναβῆναι τὸ παιδάριον, ἐὰν ἀπογαλακτίσω αὐτό, καὶ ὀφθήσεται τῷ προσώπῳ Κυρίου καὶ καθήσεται ἕως αἰῶνος ἐκεῖ.
καὶ εἶπεν αὐτῇ ῾Ελκανὰ ὁ ἀνὴρ αὐτῆς· ποίει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου, κάθου ἕως ἂν ἀπογαλακτίσῃς αὐτό· ἀλλὰ στήσαι Κύριος τὸ ἐξελθὸν ἐκ τοῦ στόματός σου. καὶ ἐκάθισεν ἡ γυνὴ καὶ ἐθήλασε τὸν υἱὸν αὐτῆς, ἕως ἂν ἀπογαλακτίσῃ αὐτόν.
Πατερικές αναφορέςκαὶ ἀνέβη μετ᾿ αὐτοῦ εἰς Σηλὼμ ἐν μόσχῳ τριετίζοντι καὶ ἄρτοις καὶ οἰφὶ σεμιδάλεως καὶ νέβελ οἴνου καὶ εἰσῆλθεν εἰς οἶκον Κυρίου ἐν Σηλώμ, καὶ τὸ παιδάριον μετ᾿ αὐτῶν.
Πατερικές αναφορέςκαὶ προσήγαγον ἐνώπιον Κυρίου, καὶ ἔσφαξεν ὁ πατὴρ αὐτοῦ τὴν θυσίαν, ἣν ἐποίει ἐξ ἡμερῶν εἰς ἡμέρας τῷ Κυρίῳ, καὶ προσήγαγε τὸ παιδάριον καὶ ἔσφαξε τὸν μόσχον. καὶ προσήγαγεν ῎Αννα ἡ μήτηρ τοῦ παιδίου πρὸς ῾Ηλὶ
καὶ εἶπεν· ἐν ἐμοί, κύριε· ζῇ ἡ ψυχή σου, ἐγὼ ἡ γυνὴ ἡ καταστᾶσα ἐνώπιόν σου μετὰ σοῦ ἐν τῷ προσεύξασθαι πρὸς Κύριον·
ὑπὲρ τοῦ παιδαρίου τούτου προσηυξάμην, καὶ ἔδωκέ μοι Κύριος τὸ αἴτημά μου, ὃ ᾐτησάμην παρ᾿ αὐτοῦ·
Πατερικές αναφορέςκἀγὼ κιχρῶ αὐτὸν τῷ Κυρίῳ πάσας τὰς ἡμέρας, ἃς ζῇ αὐτός, χρῆσιν τῷ Κυρίῳ. Καὶ εἶπεν.
Πατερικές αναφορές