Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΗΣΑΪΑΣ 34

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 34, Εδάφιο 1

1

ΠΡΟΣΑΓΑΓΕΤΕ, ἔθνη, καὶ ἀκούσατε, ἄρχοντες. ἀκουσάτω ἡ γῆ καὶ οἱ ἐν αὐτῇ, ἡ οἰκουμένη καὶ ὁ λαὸς ὁ ἐν αὐτῇ.

Πατερικές αναφορές
2

διότι θυμὸς Κυρίου ἐπὶ πάντα τὰ ἔθνη καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν τοῦ ἀπολέσαι αὐτοὺς καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγήν.

Πατερικές αναφορές
3

οἱ δὲ τραυματίαι αὐτῶν ριφήσονται καὶ οἱ νεκροί, καὶ ἀναβήσεται αὐτῶν ἡ ὀσμή, καὶ βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν.

Πατερικές αναφορές
4

καὶ τακήσονται πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν, καὶ ἑλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον, καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς.

Πατερικές αναφορές
5

ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ· ἰδοὺ ἐπὶ τὴν ᾿Ιδουμαίαν καταβήσεται καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας μετὰ κρίσεως.

Πατερικές αναφορές
6

ἡ μάχαιρα τοῦ Κυρίου ἐνεπλήσθη αἵματος, ἐπαχύνθη ἀπὸ στέατος ἀρνῶν καὶ ἀπὸ στέατος τράγων καὶ κριῶν· ὅτι θυσία τῷ Κυρίῳ ἐν Βοσὸρ καὶ σφαγὴ μεγάλη ἐν τῇ ᾿Ιδουμαίᾳ.

Πατερικές αναφορές
7

καὶ συμπεσοῦνται οἱ ἁδροὶ μετ᾿ αὐτῶν καὶ οἱ κριοὶ καὶ οἱ ταῦροι, καὶ μεθυσθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησθήσεται.

Πατερικές αναφορές
9

καὶ στραφήσονται αἱ φάραγγες αὐτῆς εἰς πίσσαν καὶ ἡ γῆ αὐτῆς εἰς θεῖον, καὶ ἔσται ἡ γῆ αὐτῆς ὡς πίσσα καιομένη

Πατερικές αναφορές
10

νυκτὸς καὶ ἡμέρας καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον, καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω· εἰς γενεὰς ἐρημωθήσεται καὶ εἰς χρόνον πολύν,

Πατερικές αναφορές
11

ὄρνεα καὶ ἐχῖνοι καὶ ἴβεις καὶ κόρακες κατοικήσουσιν ἐν αὐτῇ, καὶ ἐπιβληθήσεται ἐπ᾿ αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου, καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ.

Πατερικές αναφορές
12

οἱ ἄρχοντες αὐτῆς οὐκ ἔσονται· οἱ γὰρ βασιλεῖς καὶ οἱ μεγιστᾶνες αὐτῆς ἔσονται εἰς ἀπώλειαν.

Πατερικές αναφορές
13

καὶ ἀναφύσει εἰς τὰς πόλεις αὐτῶν ἀκάνθινα ξύλα καὶ εἰς τὰ ὀχυρώματα αὐτῆς, καὶ ἔσται ἔπαυλις σειρήνων καὶ αὐλὴ στρουθῶν.

Πατερικές αναφορές
14

καὶ συναντήσουσι δαιμόνια ὀνοκενταύροις καὶ βοήσονται ἕτερος πρὸς τὸν ἕτερον· ἐκεῖ ἀναπαύσονται ὀνοκεύνταυροι, εὗρον γὰρ αὐτοῖς ἀνάπαυσιν.

Πατερικές αναφορές
15

ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ ἔσωσεν ἡ γῆ τὰ παιδία αὐτῆς μετὰ ἀσφαλείας· ἐκεῖ συνήντησαν ἔλαφοι καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων·

Πατερικές αναφορές
16

ἀριθμῷ παρῆλθον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο, ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησαν, ὅτι ὁ Κύριος αὐτοῖς ἐνετείλατο, καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάς.

Πατερικές αναφορές
17

καὶ αὐτὸς ἐπιβαλεῖ αὐτοῖς κλήρους, καὶ ἡ χεὶρ αὐτοῦ διεμέρισε βόσκεσθαι· εἰς τὸν αἰῶνα χρόνον κληρονομήσετε, εἰς γενεὰς γενεῶν ἀναπαύσονται ἐπ᾿ αὐτῆς.

Πατερικές αναφορές