Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΙΩΗΛ 1

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 1, Εδάφιο 1

2

᾿Ακούσατε ταῦτα, οἱ πρεσβύτεροι, καὶ ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν γῆν. εἰ γέγονε τοιαῦτα ἐν ταῖς ἡμέραις ὑμῶν ἢ ἐν ταῖς ἡμέραις τῶν πατέρων ὑμῶν;

Πατερικές αναφορές
3

ὑπὲρ αὐτῶν τοῖς τέκνοις ὑμῶν διηγήσασθε, καὶ τὰ τέκνα ὑμῶν τοῖς τέκνοις αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν εἰς γενεὰν ἑτέραν.

Πατερικές αναφορές
4

τὰ κατάλοιπα τῆς κάμπης κατέφαγεν ἡ ἀκρίς, καὶ τὰ κατάλοιπα τῆς ἀκρίδος κατέφαγεν ὁ βροῦχος, καὶ τὰ κατάλοιπα τοῦ βρούχου κατέφαγεν ἡ ἐρυσίβη.

Πατερικές αναφορές
5

ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὐτῶν καὶ κλαύσατε· θρηνήσατε, πάντες οἱ πίνοντες οἶνον εἰς μέθην, ὅτι ἐξῄρθη ἐκ στόματος ὑμῶν εὐφροσύνη καὶ χαρά.

Πατερικές αναφορές
6

ὅτι ἔθνος ἀνέβη ἐπὶ τὴν γῆν μου ἰσχυρὸν καὶ ἀναρίθμητον, οἱ ὀδόντες αὐτοῦ, ὀδόντες λέοντος, καὶ αἱ μύλαι αὐτοῦ σκύμνου.

Πατερικές αναφορές
7

ἔθετο τὴν ἄμπελόν μου εἰς ἀφανισμὸν καὶ τὰς συκᾶς μου εἰς συγκλασμόν· ἐρευνῶν ἐξηρεύνησεν αὐτὴν καὶ ἔρριψεν, ἐλεύκανε τὰ κλήματα αὐτῆς.

Πατερικές αναφορές
8

θρήνησον πρός με ὑπὲρ νύμφην περιεζωσμένην σάκκον ἐπὶ τὸν ἄνδρα αὐτῆς τὸν παρθενικόν.

Πατερικές αναφορές
9

ἐξῇρται θυσία καὶ σπονδὴ ἐξ οἴκου Κυρίου. πενθεῖτε, οἱ ἱερεῖς οἱ λειτουργοῦντες θυσιαστηρίῳ Κυρίου,

Πατερικές αναφορές
10

ὅτι τεταλαιπώρηκε τὰ πεδία· πενθείτω ἡ γῆ, ὅτι τεταλαιπώρηκε σῖτος, ἐξηράνθη οἶνος, ὠλιγώθη ἔλαιον.

Πατερικές αναφορές
11

ἐξηράνθησαν γεωργοί· θρηνεῖτε, κτήματα, ὑπὲρ πυροῦ καὶ κριθῆς, ὅτι ἀπόλωλε τρυγητὸς ἐξ ἀγροῦ·

Πατερικές αναφορές
12

ἡ ἄμπελος ἐξηράνθη, καὶ αἱ συκαῖ ὠλιγώθησαν· ρόα καὶ φοῖνιξ καὶ μῆλον καί πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐξηράνθησαν, ὅτι ᾔσχυναν χαρὰν οἱ υἱοὶ τῶν ἀνθρώπων.

Πατερικές αναφορές
13

περιζώσασθε καὶ κόπτεσθε, οἱ ἱερεῖς, θρηνεῖτε οἱ λειτουργοῦντες θυσιαστηρίῳ· εἰσέλθετε ὑπνώσατε ἐν σάκκοις λειτουργοῦντες Θεῷ, ὅτι ἀπέσχηκεν ἐξ οἴκου Θεοῦ ὑμῶν θυσία καὶ σπονδή.

Πατερικές αναφορές
14

ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους πάντας κατοικοῦντας γῆν εἰς οἶκον Θεοῦ ὑμῶν καὶ κεκράξετε πρὸς Κύριον ἐκτενῶς·

Πατερικές αναφορές
15

οἴμοι, οἴμοι, οἴμοι εἰς ἡμέραν, ὅτι ἐγγὺς ἡ ἡμέρα Κυρίου καὶ ὡς ταλαιπωρία ἐκ ταλαιπωρίας ἥξει.

Πατερικές αναφορές
16

κατέναντι τῶν ὀφθαλμῶν ὑμῶν βρώματα ἐξωλοθρεύθη, ἐξ οἴκου Θεοῦ ὑμῶν εὐφροσύνη καὶ χαρά.

Πατερικές αναφορές
17

ἐσκίρτησαν δαμάλεις ἐπὶ ταῖς φάτναις αὐτῶν, ἠφανίσθησαν θησαυροί, κατεσκάφησαν ληνοί, ὅτι ἐξηράνθη σῖτος.

Πατερικές αναφορές
18

τί ἀποθήσομεν ἑαυτοῖς; ἔκλαυσαν βουκόλια βοῶν, ὅτι οὐχ ὑπῆρχε νομὴ αὐτοῖς, καὶ τὰ ποίμνια τῶν προβάτων ἠφανίσθησαν.

Πατερικές αναφορές
19

πρὸς σέ, Κύριε, βοήσομαι, ὅτι πῦρ ἀνήλωσε τὰ ὡραῖα τῆς ἐρήμου, καὶ φλὸξ ἀνῆψε πάντα τὰ ξύλα τοῦ ἀγροῦ·

Πατερικές αναφορές
20

καὶ τὰ κτήνη τοῦ πεδίου ἀνέβλεψαν πρὸς σέ, ὅτι ἐξηράνθησαν ἀφέσεις ὑδάτων καὶ πῦρ κατέφαγε τὰ ὡραῖα τῆς ἐρήμου.

Πατερικές αναφορές